§5.17Τῶν δὲ μαλακοστράκων οἱ κάραβοι μετὰ τὴν ὀχείαν κύουσι καὶ ἴσχουσι τὰ ᾠὰ περὶ τρεῖς μῆνας, Σκιρροφοριῶνα καὶ Ἑκατομβαιῶνα καὶ Μεταγειτνιῶνα· μετὰ δὲ ταῦτα προστίκτουσιν ὑπὸ τὴν κοιλίαν εἰς τὰς πτύχας, καὶ αὐξάνεται αὐτῶν τὰ ᾠὰ ὥσπερ οἱ σκώληκες.
在甲壳动物中,龙虾在交配后怀胎并保留卵子约三个月,即在斯基罗福里翁月、赫卡托姆拜翁月和梅塔格伊特尼翁月;此后,它们将卵产在腹部下方的褶皱中,它们的卵便像幼虫一样发育。
Τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν μαλακίων ἐστὶ καὶ τῶν ἰχθύων, ὅσοι ᾠοτοκοῦσιν· αὐξάνεται γὰρ πάντων τὸ ᾠόν.
这同样适用于软体动物以及所有卵生的鱼类;因为所有这些生物的卵都会发育。
Τὸ μὲν οὖν ᾠὸν γίνεται ψαθυρὸν τῶν καράβων, διῃρημένον εἰς ὀκτὼ μοίρας.
而龙虾的卵是易碎的,分为八个部分。
Καθ’ ἕκαστον γὰρ τῶν ἐπικαλυμμάτων τῶν ἐκ τοῦ πλαγίου πεφυκότων ἐστὶ χονδρῶδές τι πρὸς ὃ περιφύεται, καὶ τὸ ὅλον γίνεται ὥσπερ βότρυς· σχίζεται γὰρ ἕκαστον εἰς πλείω τῶν χονδρωδῶν.
因为在从侧面生出的每个覆片下方,都有一种软骨状的物质,卵便附着在其周围,整体看起来就像一串葡萄;因为每个软骨部分都分裂成若干分支。
Ταῦτα δὲ διαστέλλοντι μὲν γίνεται φανερά, προσβλέποντι δὲ συνεστηκός τι φαίνεται· καὶ γίνεται δὲ μέγιστα οὐ τὰ πρὸς τῷ πόρῳ ἀλλὰ τὰ κατὰ μέσον, ἐλάχιστα δὲ τὰ ἔσχατα.
在拨开来看时,这些结构是清晰的,但在乍看之下,它们显现为一整块;而且最大的卵不是在通道附近的那些,而是在中间的那些,最小的则是在末端的。
Τὸ δὲ μέγεθος τῶν ᾠῶν τῶν μικρῶν ἐστὶν ἡλίκον κεγχραμίς.
小卵的大小大约像一粒黍子。
Οὐκ εὐθὺς δ’ ἐστὶν ἐχόμενα τοῦ πόρου, ἀλλὰ κατὰ μέσον· ἑκατέρωθεν γὰρ ἀπὸ τῆς κέρκου καὶ ἀπὸ τοῦ θώρακος δύο διαστήματα μάλιστα ἀπέχει· οὕτω γὰρ καὶ τὰ ἐπικαλύμματα πέφυκεν.
它们并不紧挨着通道,而是在中间;因为在两侧,它们与尾部及胸部都相隔大约两个节段的距离;覆片也是这样生长的。
Αὐτὰ μὲν οὖν τὰ ἐκ τοῦ πλαγίου οὐ δύναται συμπεριλαμβάνειν, τοῦ δ’ ἄκρου προσεπιτεθέντος καλύπτει πάντα, καὶ γίνεται τοῦτ’ αὐτοῖς οἷον πῶμα.
单靠侧面的覆片无法将它们全部包住,但当末端的覆片贴合上去时,就盖住了全部,这对它们来说就像一个盖子。
Ἔοικε δὲ τὰ ᾠὰ τίκτουσα προσάγειν πρὸς τὰ χονδρώδη τῷ πλάτει τῆς κέρκου προσαναπτυττομένης, καὶ προσπιέσασα εὐθὺς καὶ κεκαμμένη ἀποτίκτειν.
在产卵时,母虾似乎通过向内折叠扁平的尾部,将卵送至软骨部分,并在紧紧压实后,随即弯曲身体将卵产下。
Τὰ δὲ χονδρώδη κατὰ τοὺς καιροὺς τούτους αὐξάνεται καὶ δεκτικὰ γίνεται τῶν ᾠῶν· πρὸς τὰ χονδρώδη γὰρ ἀποτίκτουσι, καθάπερ αἱ σηπίαι πρὸς τὰ κλήματα καὶ τὸν φορυτόν.
在此季节,软骨部分会变大并变得能够接受卵;因为它们正是针对这些软骨部分产卵的,就像乌贼针对小树枝和杂物产卵一样。
Ἀποτίκτει μὲν οὖν τοῦτον τὸν τρόπον, συμπέψασα δ’ ἐνταῦθα μάλιστα ἐν εἴκοσιν ἡμέραις ἀποβάλλει συνεστηκὸς καὶ ἀθρόον, ὥσπερ φαίνεται καὶ ἐκτός· εἶτ’ ἐκ τούτων γίνονται οἱ κάραβοι ἐν ἡμέραις μάλιστα πεντεκαίδεκα, καὶ λαμβάνονται πολλάκις ἐλάττους ἢ δακτυλιαῖοι.
它们以此种方式产卵,并在该处孵育大约二十天,然后将卵作为一整块凝聚的物体排出来,就像从外面也能看到的那样;随后,在大约十五天内,龙虾便从这些卵中诞生,人们经常能捕获到比指头还小的幼虾。
Προεκτίκτει μὲν οὖν πρὸ ἀρκτούρου, μετὰ δ’ ἀρκτοῦρον ἀποβάλλει τὰ ᾠά.
它们在大角星升起之前产卵,在大角星升起之后排出卵。
Τῶν δὲ κυφῶν καρίδων ἡ κύησίς ἐστι περὶ τέτταρας μῆνας.
弯背虾的怀胎期约为四个月。
Γίνονται δ’ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις· ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι·
龙虾产生在粗糙且多石的地方,而螯虾产生在平滑的地方;在泥泞的地方两者都不产生。
διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθων κάραβοι.
因此,在赫勒斯滂和萨索斯岛周围产生的是螯虾,而在锡格翁和阿索斯山周围产生的则是龙虾。
Διασημαίνονται δὲ τοὺς τόπους οἱ ἁλιεῖς τούς τε τραχεῖς καὶ τοὺς πηλώδεις ταῖς τε ἀκταῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις σημείοις, ὅταν βούλωνται ἐν τῷ πελάγει ποιεῖσθαι τὴν θήραν.
当渔夫们想要在开阔的海域捕捞时,会通过海岸的特征和其他此类标志来辨别粗糙的地方和泥泞的地方。
Γίνονται δ’ ἐν μὲν τῷ χειμῶνι καὶ τῷ ἔαρι πρὸς τῇ γῇ μᾶλλον, τοῦ δὲ θέρους ἐν τῷ πελάγει, διώκοντα ὁτὲ μὲν τὴν ἀλέαν ὁτὲ δὲ τὸ ψῦχος.
在冬季和春季,它们较多地靠近陆地,而在夏季则到开阔海域中,有时追求温暖,有时则避暑求凉。
Τοῖς δὲ χρόνοις παραπλησίως καὶ αἱ καλούμεναι ἄρκτοι τίκτουσι τοῖς καράβοις· διὸ καὶ τοῦ χειμῶνος καὶ πρὶν ἐκτεκεῖν τοῦ ἔαρος ἄρισταί εἰσιν, ὅταν δ’ ἐκτέκωσι, χείρισται.
在大致相同的季节,被称为“熊”的甲壳动物也像龙虾那样产卵;因此,在冬季以及春季产卵之前,它们的品质最好,而一旦产完卵,则品质最差。
Ἐκδύνουσι δὲ τὸ κέλυφος τοῦ ἔαρος, ὥσπερ οἱ ὄφεις τὸ καλούμενον γῆρας, καὶ εὐθὺς γινόμενοι καὶ ὕστερον καὶ οἱ κάραβοι καὶ οἱ καρκίνοι.
它们在春季脱壳,正如蛇蜕去被称为“老年”的皮一样;无论是刚出生还是后来,龙虾和螃蟹都是如此。
Εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες.
所有的龙虾都是长寿的。