Humanitext Reader

亚里士多德 · 动物志 §5.15#1

壳皮类的产生与紫螺的生态及染料

第 77 段,共 189 段 · 希腊语

内容简介

作者以壳皮类为例说明不进行交配的动物,详细描述了紫螺在春天形成被称为“蜜蜡”的蜂巢状物质的生态、其自然发生机制、因栖息地而异的种类,以及提取紫色染料的方法。

§5.15#1Περὶ δὲ τῆς γενέσεως καὶ τῶν ὀχευομένων καὶ τῶν ἀνοχεύτων λεκτέον, καὶ πρῶτον περὶ τῶν ὀστρακοδέρμων· τοῦτο γάρ ἐστιν ἀνόχευτον μόνον ὡς εἰπεῖν ὅλον τὸ γένος.
关于进行交配和不进行交配的动物的生殖,我们必须予以阐述,首先是关于壳皮类;因为,可以说,这整个类别是唯一不进行交配的。
Αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς ταὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν.
于是,紫螺在春天聚集到同一处,制作出所谓的“蜜蜡”。
Τοῦτο δ’ ἐστὶν οἶον κηρίον, πλὴν οὐχ οὕτω γλαφυρόν, ἀλλ’ ὥσπερ ἂν εἰ ἐκ λεπυρίων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη.
这就像是蜂巢,只是没有那么中空,而是仿佛由许多白鹰嘴豆的荚壳凝结在一起而成。
Οὐκ ἔχει δ’ ἀνεῳγμένον πόρον οὐθὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται καὶ αὗται καὶ τἆλλα τὰ ὀστρακόδερμα ἐξ ἰλύος καὶ συσσήψεως.
这些东西中没有任何一个具有开放的孔道,紫螺也并非由它们产生,相反,它们和其他壳皮类都是由泥土和腐烂物自然产生的。
Τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξιν· κηριάζουσι γὰρ καὶ οἱ κήρυκες.
而这对它们以及对号螺来说,都像是一种排泄物;因为号螺也会制作蜜巢。
Γίνονται μὲν οὖν καὶ τὰ κηριάζοντα τῶν ὀστρακοδέρμων τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις ὀστρακοδέρμοις, οὐ μὴν ἀλλὰ μᾶλλον ὅταν προϋπάρχῃ τὰ ὁμοιογενῆ.
因此,那些制作蜜巢的壳皮类也是以与其他壳皮类相同的方式产生的,尽管如此,当同类的个体预先存在时,它们产生得更多。
Ἀφιᾶσι γὰρ ἀρχόμενα κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ἧς τὰ λεπυριώδη συνίσταται.
因为当它们开始制作蜜巢时,会排出一种粘稠的粘液,豆荚状的结构就是由这种粘液凝聚而成的。
Ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφίησι δ’ ὃ εἶχεν εἰς τὴν γῆν· καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι ἐπ’ αὐτῶν, ἔνια δ’ οὔπω διηκριβωμένα τὴν μορφήν.
于是,所有这些东西都会消散,并将其所含之物排入土中;在这一地方,微小的紫螺在土中凝聚而产生,紫螺在捕获时其身上附着有这些小紫螺,其中有些形状尚未完全分明。
Ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν οὐχ ὅπου ἔτυχον ἐκτίκτουσιν, ἀλλ’ εἰς ταὐτὸ ἰοῦσαι, ὥσπερ καὶ ἐν τῇ θαλάττῃ, καὶ διὰ τὴν στενοχωρίαν γίνονται οἱονεὶ βότρυς.
如果它们在产出之前被捕获,有时会在竹篓里产出,但不是随处乱产,而是像在海里一样聚集到同一处,由于空间狭窄,它们便形成如同葡萄串一般的形状。
Εἰσὶ δὲ τῶν πορφυρῶν γένη πλείω, καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ Λεκτόν, αἱ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ τὴν Καρίαν, καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αὐτῶν αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ’ ἐρυθρὸν καὶ μικρόν· γίνονται δ’ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι· αἱ δ’ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθος γίνονται μικραί, τὸ δ’ ἄνθος ἐρυθρὸν ἔχουσιν.
紫螺有若干种类,有些体型巨大,例如西盖翁和莱克顿附近的那些,有些则体型微小,例如埃夫里普斯和卡里亚附近的那些;海湾中的紫螺体型巨大且外壳粗糙,它们的花大多呈黑色,有些则呈红色且量少;有些巨大的个体甚至重达一米纳;而沙滩和海岸附近的紫螺则体型较小,具有红色的花。
Ἔτι δ’ ἐν μὲν τοῖς προσβορείοις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν.
此外,在偏北的地方多呈黑色,而在偏南的地方,大致可以说多呈红色。
Ἁλίσκονται δὲ τοῦ ἔαρος, ὅταν κηριάζωσιν· ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσιν.
它们在春天制作蜜巢时被捕获;但在大犬座星亮起时则捕获不到;因为它们不进食,而是将自己隐藏并蛰伏起来。
Τὸ δ’ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου· τούτων δ’ ἐστὶν ἡ σύμφυσις πυκνή, τὸ δὲ χρῶμα ἰδεῖν ὥσπερ ὑμὴν λευκός, ὃν ἀφαιροῦσιν· θλιβόμενος δὲ βάπτει καὶ ἀνθίζει τὴν χεῖρα.
它们的花位于罂粟状部位与颈部之间;两者的接合部很紧密,肉眼看颜色像是一层白色的薄膜,人们将其剥离;挤压时,它会染色并使手变红。
Διατείνει δ’ αὐτὴν οἷον φλέψ· τοῦτο δὲ δοκεῖ εἶναι τὸ ἄνθος.
有一条类似血管的东西延伸通过它;这被认为是花。
Ἡ δ’ ἄλλη φύσις οἷον στυπτηρία.
而其身体的其余部分则如同明矾一般。
Ὅταν δὲ κηριάζωσιν αἱ πορφύραι, τότε χείριστον ἔχουσι τὸ ἄνθος.
然而,当紫螺制作蜜巢时,它们的花处于最差的状态。
Τὰς μὲν οὖν μικρὰς μετὰ τῶν ὀστράκων κόπτουσιν· οὐ γὰρ ῥᾴδιον ἀφελεῖν· τῶν δὲ μειζόνων περιελόντες τὸ ὄστρακον ἀφαιροῦσι τὸ ἄνθος.
因此,人们将小的个体连同外壳一起砸碎;因为剥离外壳并不容易;而对于较大的个体,则剥去外壳后取出花。
Διὸ καὶ χωρίζεται ὁ τράχηλος καὶ ἡ μήκων· μεταξὺ γὰρ τούτων τὸ ἄνθος, ἐπάνω τῆς καλουμένης κοιλίας· ἀφαιρεθέντος οὖν ἀνάγκη διῃρῆσθαι.
因此,颈部和罂粟状部位也被分离开来;因为花就在这两者之间,在所谓腹部的上方;所以当它被取出时,两部分必然被分割开。
Σπουδάζουσι δὲ ζώσας κόπτειν· ἐὰν γὰρ πρότερον ἀποθάνῃ, συνεξεμεῖ τὸ ἄνθος· διὸ καὶ φυλάττουσιν ἐν τοῖς κύρτοις, ἕως ἂν ἀθροίσωσι καὶ σχολάσωσιν.
人们极力在它们活着时进行砸碎;因为如果它们预先死了,就会把花一同吐出来;所以人们把它们保存在鱼篓里,直到收集了足够数量并有空闲时为止。
Οἱ μὲν οὖν ἀρχαῖοι πρὸς τοῖς δελέασιν οὐ καθίεσαν οὐδὲ προσῆπτον τοὺς κύρτους, ὥστε συνέβαινεν ἀνεσπασμένην ἤδη πολλάκις ἀποπίπτειν· οἱ δὲ νῦν προσάπτουσιν, ὅπως ἐὰν ἀποπέσῃ, μὴ ἀπολλύηται.
古时人们并不把鱼篓紧绑或固定在饵料旁,因此往往在拉起时,它们就已经掉落了;而现在的人们则会绑好,以便即使掉落也不至于丢失。
Μάλιστα δ’ ἀποπίπτει, ἐὰν πλήρης ᾖ· κενῆς δ’ οὔσης καὶ ἀποσπάσαι χαλεπόν.
尤其是当它们吃饱时最容易掉落;而当它们空腹时,甚至很难将它们拉开。
Ταῦτα μὲν οὖν τὰ συμβαίνοντα ἴδια περὶ τὰς πορφύρας ἐστίν.
这些就是关于紫螺所特有的情况。
Τὸν αὐτὸν δὲ τρόπον γίνονται ταῖς πορφύραις καὶ οἱ κήρυκες, καὶ τὴν αὐτὴν ὥραν.
号螺也以与紫螺相同的方式、在相同的季节产生。

词汇与语法注释

  1. §5.15#1ὥσπερ ἂν εἰ ἐκ λεπυρίων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη — 此处使用“ὥσπερ ἂν εἰ + 祈愿式(συμπαγείη)”结构,表示虚拟的比较或比喻,意为“仿佛许多……凝结在一起”。助词 ἂν 属于条件句的归结从句,在语法上是由 ὥσπερ [ἂν συμπαγείη] εἰ ... συμπαγείη 这种双重谓语结构紧缩而来。
  2. §5.15#1οὐ μὴν ἀλλὰ μᾶλλον ὅταν προϋπάρχῃ — 强转折小词短语 οὐ μὴν ἀλλά(意为“然而”、“尽管如此”)后接副词 μᾶλλον(意为“更多地”)。在 μᾶλλον 之后,需要补全省略的动词 γίνονται(意为“产生”),即当同类物预先存在时,这些贝类会产生得更多。
  3. §5.15#1ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι ἐπ’ αὐτῶν — 关系代名词 ἃ 的先行词是前句的中性复数词 πορφύρια μικρά(微小的紫螺)。主格分词 ἔχουσαι 与主语 αἱ πορφύραι(母紫螺)一致,而 ἐπ’ αὐτῶν(在其上)的 αὐτῶν 指代那些蜜巢状结构。该句表明母螺在“身上附着这些小螺并在蜜巢上时”被捕获。
  4. ¦p.153¦ἀφαιρεθέντος οὖν ἀνάγκη διῃρῆσθαι — ἀφαιρεθέντος 是属格独立分词(省略了主语“花/染料”,τὸ ἄνθος),意为“当(染料)被取出时”。ἀνάγκη 作非人称使用,意为“必然……”,后接现在/动完了被动不定式 διῃρῆσθαι(被分割开),其逻辑主语为前文提到的“颈部和罂粟状部位”。

引用这一段

亚里士多德, 动物志 §5.15#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.15%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。