§5.15#2Ἔχουσι δὲ καὶ τὰ ἐπικαλύμματα κατὰ ταὐτὰ ἀμφότερα, καὶ τἆλλα τὰ στρομβώδη, ἐκ γενετῆς ἅπαντα· νέμονται δ’ ἐξαίροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα.
两者都以相同的方式具有盖,所有其他螺旋状的贝类也是如此,它们从出生起就拥有这些;它们通过在盖下伸出所谓的舌头来进食。
Τὸ δὲ μέγεθος τῆς γλώττης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ τὰ κογχύλια καὶ τὸ αὐτῆς ὄστρακον.
紫螺舌头的尺寸比手指还要大,它用它来进食并钻透双壳贝和它自己的壳。
Ἔστι δὲ καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ ἀμφότερα μακρόβια· ζῇ γὰρ ἡ πορφύρα περὶ ἔτη ἕξ, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν φανερά ἐστιν ἡ αὔξησις τοῖς διαστήμασι τοῖς ἐν τῷ ὀστράκῳ τῆς ἕλικος.
紫螺和号螺两者的寿命都很长;因为紫螺能活大约六年,每年它的生长都可以通过它壳上螺旋的间距明显看出。
Κηριάζουσι δὲ καὶ οἱ μύες.
贻贝也会制作蜜巢。
Τὰ δὲ λιμνόστρεα καλούμενα, ὅπου ἂν βόρβορος ᾖ, ἐνταῦθα συνίσταται πρῶτον αὐτῶν ἡ ἀρχή.
至于所谓的沼牡蛎,凡是有泥土的地方,那里就是它们最初形成的起点。
Αἱ δὲ κόγχαι καὶ αἱ χῆμαι καὶ οἱ σωλῆνες καὶ οἱ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.
另一方面,鸟蛤、蛤蜊、竹蛏和扇贝在沙地中形成。
Αἱ δὲ πίνναι ὀρθαὶ φύονται ἐκ τοῦ βυσσοῦ ἐν τοῖς ἀμμώδεσι καὶ βορβορώδεσιν.
羽衣蛤在沙地和泥地中从海底直立生长。
Ἔχουσι δ’ ἐν αὑταῖς πιννοφύλακα, αἱ μὲν καρίδιον αἱ δὲ καρκίνιον· οὗ στερισκόμεναι διαφθείρονται θᾶττον.
它们自身内部含有“宾娜守护者”,有的是小虾,有的是小蟹;如果它们失去这个,就会更快地死掉。
Ὅλως δὲ πάντα τὰ ὀστρακώδη γίνεται καὶ αὐτόματα ἐν τῇ ἰλύϊ, κατὰ τὴν διαφορὰν τῆς ἰλύος ἕτερα, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ εἰρημένα, περὶ δὲ τὰς σήραγγας τῶν πετριδίων τήθυα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον αἱ λεπάδες καὶ οἱ νηρεῖται.
总的来说,所有壳皮类也在泥中自然产生,根据泥的不同而产生不同的种类:在多泥的地方产生牡蛎,在多沙的地方产生鸟蛤和上述那些,而在小石头的孔洞周围则产生海鞘、藤壶以及生活在表面的东西,例如帽贝和内雷特斯。
Ἅπαντα μὲν οὖν τὰ τοιαῦτα τὴν αὔξησιν ἔχει ταχεῖαν, μάλιστα δ’ αἵ τε πορφύραι καὶ οἱ κτένες· ταῦτα γὰρ ἐν ἐνιαυτῷ γίνεται τέλεια.
于是,所有这类东西都生长迅速,特别是紫螺和扇贝;因为这些在一年内就能发育成熟。
Ἐμφύονται δ’ ἐν ἐνίοις τῶν ὀστρακοδέρμων καρκίνοι λευκοί, τὸ μέγεθος μικροὶ πάμπαν, πλεῖστοι μὲν ἐν τοῖς μυσὶ τοῖς πυελώδεσιν, ἔπειτα καὶ ἐν ταῖς πίνναις οἱ καλούμενοι πιννοτῆραι.
在某些壳皮类内部还会寄生白色的蟹,其体型极小,最常寄生在盆状贻贝中,其次也在羽衣蛤中,被称为“皮诺特雷斯”。
Γίνονται δὲ καὶ ἐν τοῖς κτεσὶ καὶ ἐν τοῖς λιμνοστρέοις· αὔξησιν δ’ οὐδεμίαν οὗτοι ἐπίδηλον λαμβάνουσιν.
它们也产生于扇贝和沼牡蛎中;但这些蟹并没有明显的生长。
Φασὶ δ’ αὐτοὺς οἱ ἁλιεῖς ἅμα συγγίνεσθαι γινομένοις.
渔民们说,它们是在贝类产生的同时一起形成的。
Ἀφανίζονται δέ τινα χρόνον ἐν τῇ ἄμμῳ καὶ οἱ κτένες, ὥσπερ καὶ αἱ πορφύραι.
扇贝也会在沙中消失一段时间,就像紫螺一样。
Φύεται μὲν οὖν τὰ ὄστρεα καθάπερ εἴρηται, φύεται δ’ αὐτῶν τὰ μὲν ἐν τοῖς τενάγεσι, τὰ δ’ ἐν τοῖς αἰγιαλοῖς, τὰ δ’ ἐν τοῖς σπιλώδεσι τόποις, ἔνια δ’ ἐν τοῖς σκληροῖς καὶ τραχέσι, τὰ δ’ ἐν τοῖς ἀμμώδεσιν.
于是,牡蛎的生长正如所说,有的生长在浅滩,有的生长在沙滩,有的生长在多石的地方,有的生长在坚硬而粗糙的地方,有的生长在沙地。
Καὶ τὰ μὲν μεταβάλλει τοὺς τόπους, τὰ δ’ οὔ.
有些会改变其位置,有些则不会。
Τῶν δὲ μὴ μεταβαλλόντων αἱ μὲν πίνναι ἐρρίζωνται, οἱ δὲ σωλῆνες καὶ αἱ κόγχαι ἀρρίζωτοι διαμένουσιν· ὅταν δ’ ἀνασπασθῶσιν, οὐκέτι δύνανται ζῆν.
在不改变位置的贝类中,羽衣蛤生有根,而竹蛏和鸟蛤则保持无根状态;而当它们被拔起时,就无法再存活。
Ὁ δὲ καλούμενος ἀστὴρ οὕτω θερμός ἐστι τὴν φύσιν, ὥσθ’ ὅ τι ἂν λάβῃ, παραχρῆμα ἐξαιρούμενον δίεφθον εἶναι.
所谓的星鱼天性极其炎热,以至于无论它捕获什么,在被立即取出时都如同煮熟了一般。
Φασὶ δὲ καὶ σίνος μέγιστον εἶναι τοῦτο ἐν τῷ εὐρίπῳ τῷ τῶν Πυρραίων.
人们说,这也是皮拉海峡中最大的危害物。
Τὴν δὲ μορφὴν ὅμοιόν ἐστι τοῖς γραφομένοις.
它的形状类似于画出的星形。
Γίνονται δὲ καὶ οἱ καλούμενοι πλεύμονες αὐτόματοι.
所谓的“海肺”也是自然产生的。
Ὧι δ’ οἱ γραφεῖς ὀστρέῳ χρῶνται, πάχει τε πολὺ ὑπερβάλλει, καὶ ἔξωθεν τοῦ ὀστράκου τὸ ἄνθος ἐπιγίνεται· εἰσὶ δὲ τὰ τοιαῦτα μάλιστα περὶ τοὺς τόπους τοὺς περὶ Καρίαν.
画师们使用的贝壳,其厚度大大超过其他,并且壳的外面会产生花;这类东西主要分布在卡里亚周围的地区。
Τὸ δὲ καρκίνιον γίνεται μὲν τὴν ἀρχὴν ἐκ τῆς γῆς καὶ ἰλύος, εἶτ’ εἰς τὰ κενὰ τῶν ὀστράκων εἰσδύεται, καὶ αὐξανόμενον μετεισδύνει πάλιν εἰς ἄλλο μεῖζον ὄστρακον, οἷον εἴς τε τὸ τοῦ νηρείτου καὶ τὸ τοῦ στρόμβου καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλάκις δ’ εἰς τοὺς κήρυκας τοὺς μικρούς.
寄居蟹最初由泥土和淤泥产生,然后它钻入空贝壳中,随着生长,它又重新钻入另一个更大的贝壳,例如钻入内雷特斯、螺旋贝及其他此类贝壳中,并且经常钻入小的号螺壳中。
Ὅταν δ’ εἰσδύσῃ, συμπεριφέρει τοῦτο καὶ ἐν τούτῳ τρέφεται πάλιν· καὶ αὐξανόμενον πάλιν εἰς ἄλλο μετεισδύνει μεῖζον.
一旦它钻进去,就会随身携带它,并在其中再次获得养分;随着它的生长,它又重新钻入另一个更大的贝壳。