§5.11Τίκτουσι δ’ οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισί, Μουνυχιῶνι, Θαργηλιῶνι, Σκιρροφοριῶνι· μετοπώρου δ’ ὀλίγοι, οἷον σάλπη καὶ σάργος καὶ ὅσα ἄλλα τοιαῦτα μικρὸν πρὸ ἰσημερίας τῆς φθινοπωρινῆς, καὶ νάρκη καὶ ῥίνη.
大多数鱼类在三个月份产卵,即慕尼基昂月、塔尔格里昂月和斯基罗佛里昂月;但在秋季产卵的很少,例如萨尔帕、鳉以及其他此类鱼,在秋分前不久产卵,电鳐和扁鲨也是如此。
Τίκτει δ’ ἔνια καὶ χειμῶνος καὶ θέρους, ὥσπερ ἐλέχθη πρότερον, οἷον χειμῶνος μὲν λάβραξ κεστρεὺς βελόνη, θέρους δὲ περὶ τὸν Ἑκατομβαιῶνα θυννίς, περὶ τροπάς θερινάς· τίκτει δὲ θυλακοειδές, ἐν ᾧ πολλὰ ἐγγίνεται καὶ μικρὰ ᾠά.
有些鱼在冬季和夏季也产卵,正如前面所说,例如在冬季有鲈鱼、鲻鱼和针鱼,而在夏季,在赫卡托姆拜昂月前后,即夏至附近,雌金枪鱼产卵;它产下一个囊状物,其中产生许多微小的卵。
Καὶ οἱ ῥυάδες τοῦ θέρους τίκτουσιν.
群聚鱼也在夏季产卵。
Ἄρχονται δὲ κύειν τῶν κεστρέων οἱ μὲν χελῶνες τοῦ Ποσειδεῶνος καὶ ὁ σάργος καὶ ὁ σμύξων καλούμενος καὶ ὁ κέφαλος· κύουσι δὲ τριάκοντα ἡμέρας.
在鲻鱼中,被称为“赫洛内斯”的鱼在波塞东月开始怀孕,鳉、被称为“斯米克松”的鱼以及“凯法洛斯”也是如此;它们怀孕三十天。
Ἔνιοι δὲ τῶν κεστρέων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.
有些鲻鱼并非通过交配产生,而是从泥沙中生长出来。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ τοῦ ἔαρος τὰ πλεῖστα κυΐσκεται, οὐ μὴν ἀλλά, καθάπερ εἴρηται, καὶ θέρους ἔνια καὶ φθινοπώρου καὶ χειμῶνος· ἀλλ’ οὔτε ἅπασιν ὁμοίως τοῦτο συμβαίνει οὔθ’ ἁπλῶς οὔτε καθ’ ἕκαστον γένος, ὥσπερ τοῖς πλείστοις τοῦ ἔαρος· οὐδὲ δὴ κύουσι πολλὰ κυήματα ὁμοίως ἐν τοῖς ἄλλοις χρόνοις.
因此,虽然大多数鱼类通常在春季怀孕,但正如所说,也有一些在夏季、秋季和冬季怀孕;但这并不同样发生在所有鱼身上,无论绝对而言还是在每个物种中,都不像大多数鱼在春季那样;在其他时期它们确实也不同样怀有许多胚胎。
Ὅλως δὲ δεῖ μὴ λεληθέναι ὅτι, ὥσπερ καὶ τῶν φυομένων καὶ τῶν ζῴων τῶν τετραπόδων πολλὴν αἱ χῶραι ποιοῦσι διαφορὰν οὐ μόνον πρὸς τὴν ἄλλην τοῦ σώματος εὐημερίαν ἀλλὰ καὶ πρὸς τὸ πλεονάκις ὀχεύεσθαι καὶ γεννᾶν, οὕτω καὶ περὶ τοὺς ἰχθῦς πολλῆν ποιοῦσι τὴν διαφορὰν αὐτοὶ οἱ τόποι οὐ μόνον κατὰ μέγεθος καὶ εὐτροφίαν ἀλλὰ καὶ κατὰ τοὺς τόκους καὶ τὰς ὀχείας, τοῦ ἔνθα μὲν πλεονάκις ἔνθα δ’ ἐλαττονάκις γεννᾶν τὰ αὐτά.
总之,绝不能忽视的是,正如在植物和四足动物中,地域不仅对身体的其他健康状况,而且对更频繁地交配和生育产生巨大差异一样,在鱼类中,地方本身不仅在大小和营养方面,而且在产卵和交配方面,即在某些地方比其他地方更频繁或更少地生育同种鱼类,也产生巨大差异。
§5.12Τίκτει δὲ καὶ τὰ μαλάκια τοῦ ἔαρος, καὶ ἐν τοῖς πρώτοις τίκτει τῶν θαλαττίων ἡ σηπία.
软体动物也在春季产卵,在海洋生物中,乌贼是最先产卵的之一。
Τίκτει δὲ πᾶσαν ὥραν, ἀποτίκτει δ’ ἐν ἡμέραις πέντε καὶ δέκα.
它在所有季节都产卵,但在十五天内产完。
Ὅταν δὲ τέκῃ τὰ ᾠά, ὁ ἄρρην παρακολουθῶν καταφυσᾷ τὸν θολόν, καὶ γίνεται στιφρά.
当它产下卵后,雄鱼尾随其后,向卵喷洒墨汁,卵随之变硬。
Βαδίζουσι δὲ κατὰ ζυγά· ἔστι δὲ ὁ ἄρρην τῆς θηλείας ποικιλώτερος καὶ μελάντερος τὸν νῶτον.
它们成双成对地游动;雄鱼比雌鱼花纹更多,背部更黑。
Ὁ δὲ πολύπους ὀχεύεται τοῦ χειμῶνος, τίκτει δὲ τοῦ ἔαρος, ὅτε καὶ φωλεύει περὶ δύο μῆνας.
章鱼在冬季交配,在春季产卵,此时它也会在洞穴中潜伏约两个月。
Τίκτει δὲ τὸ ᾠὸν καθάπερ βοστρύχιον, ὅμοιον τῷ τῆς λεύκης καρπῷ.
它产下的卵像卷须,类似于白杨的果实。
Ἔστι δὲ πολύγονον τὸ ζῷον· ἐκ γὰρ τοῦ ἀποτικτομένου ἄπειρον γίνεται τὸ πλῆθος.
这种动物繁殖力极强;因为从产下的卵中会孵化出无数的数量。
Διαφέρει δ’ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἐν τῇ πλεκτάνῃ λευκόν.
雄性与雌性的不同之处在于,其头部更长,且在触手中有一个被渔民称为阴茎的白色部分。
Ἐπῳάζει δέ, ὅταν τέκῃ· διὸ καὶ χείριστοι γίνονται· οὐ γὰρ νέμονται κατὰ τοῦτον τὸν χρόνον.
产卵后它会孵卵;因此它们处于最差的状态,因为在此期间它们不进食。
Γίνονται δὲ καὶ αἱ πορφύραι περὶ τὸ ἔαρ, καὶ οἱ κήρυκες λήγοντος τοῦ χειμῶνος.
骨螺也在春季前后产生,海螺在冬季结束时产生。
Καὶ ὅλως τὰ ὀστρακόδερμα ἔν τε τῷ ἔαρι φαίνεται τὰ καλούμενα ᾠὰ ἔχοντα καὶ ἐν τῷ μετοπώρῳ, πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων· οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις, οὐ μὴν ἀλλὰ καὶ ἀεὶ ἔχουσι, καὶ μάλιστα ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις, πλὴν τῶν ἐν τῷ εὐρίπῳ τῶν Πυρραίων· ἐκεῖνοι δὲ ἀμείνους τοῦ χειμῶνος.
总之,除了可食用的海胆外,甲壳类动物在春季和秋季都显得怀有被称为卵的东西;这些海胆主要在这些季节有卵,但其实它们一直都有,尤其是在满月和温暖的日子里,除了在皮拉人海峡中的那些;那些在冬季更好。
Εἰσὶ δὲ μικροὶ μέν, πλήρεις δὲ τῶν ᾠῶν.
它们虽然小,却装满了卵。
Κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.
所有蜗牛也同样在同一季节显得怀孕。
§5.13Τῶν δ’ ὀρνέων τὰ μὲν ἄγρια, ὥσπερ εἴρηται, ἅπαξ ὀχεύεται καὶ τίκτει τὰ πλεῖστα, χελιδὼν δὲ δὶς τίκτει καὶ κόττυφος.
在鸟类中,野生鸟类正如所说,大多数只交配并产卵一次,但燕子和乌鸫产卵两次。
Τὰ μὲν οὖν πρῶτα τοῦ κοττύφου ὑπὸ χειμῶνος ἀπόλλυται (πρωϊαίτατα γὰρ τίκτει τῶν ὀρνέων ἁπάντων), τὸν δ’ ὕστερον τόκον εἰς τέλος ἐκτρέφει.
乌鸫的头一胎因寒冷而夭折(因为它是所有鸟类中产卵最早的),但它能将后一胎抚养到最后。
Ὅσα δὲ ἥμερα ἢ ἡμεροῦσθαι δύναται, ταῦτα δὲ πλεονάκις, οἷον αἱ περιστεραὶ καθ’ ἅπαν τὸ θέρος, καὶ τὸ τῶν ἀλεκτορίδων γένος· ὀχεύουσι γὰρ οἱ ἄρρενες καὶ ὀχεύονται αἱ θήλειαι τῶν ἀλεκτορίδων καὶ τίκτουσιν ἀεί, πλὴν τῶν ἐν χειμῶνι τροπικῶν ἡμερῶν.
而那些驯养的或可以驯养的鸟则更频繁,例如鸽子在整个夏季,以及鸡类;因为雄鸡交配而雌鸡一直产卵,除了冬至前后的日子。
Τῶν δὲ περιστεροειδῶν πλείω τυγχάνει ὄντα γένη· ἔστι γὰρ ἕτερον περιστερὰ καὶ πελειάς.
在鸽类中,有几种不同的物种;因为家鸽和岩鸽是不同的。
Ἐλάττων μὲν οὖν ἡ πελειάς, τιθασσὸν δὲ γίνεται μᾶλλον ἡ περιστερά· ἡ δὲ πελειὰς καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν, διὸ καὶ οὐθεὶς τρέφει.
岩鸽较小,而家鸽更容易被驯服;岩鸽呈黑色、体型小、红脚且脚部粗糙,因此无人饲养。
Μέγιστον μὲν οὖν τῶν τοιούτων ἡ φάττα ἐστί, δεύτερον δὲ ἡ οἰνάς· αὕτη δὲ μικρῷ μείζων ἐστὶ τῆς περιστερᾶς· ἐλάχιστον δὲ τῶν τοιούτων ἡ τρυγών.
此类鸟中最大的是斑尾林鸽,第二是欧鸽;它比家鸽稍大;此类中最小的是斑鸠。
Τίκτουσι δ’ αἱ περιστεραὶ πᾶσαν ὥραν καὶ ἐκτρέφουσιν, ἐὰν τόπον ἔχωσιν ἀλεεινὸν καὶ τὰ ἐπιτήδεια· εἰ δὲ μή, τοῦ θέρους μόνον.
如果家鸽有温暖的地方和适宜的食物,它们在所有季节都产卵和抚育;但如果没有,则仅在夏季。
Τὰ δ’ ἔκγονα τοῦ ἔαρος βέλτιστα καὶ τοῦ φθινοπώρου· τὰ δὲ τοῦ θέρους καὶ ἐν ταῖς θερμημερίαις χείριστα.
春季和秋季的幼鸟最好;而夏季和炎热日子里的幼鸟最差。