§4.9#1Φωνὴ καὶ ψόφος ἕτερόν ἐστι, καὶ τρίτον τούτων διάλεκτος.
声音与噪音是不同的事物,而在这两者之外的第三种事物是言语。
Φωνεῖ μὲν οὖν οὐδενὶ τῶν ἄλλων μορίων οὐδὲν πλὴν τῷ φάρυγγι· διὸ ὅσα μὴ ἔχει πνεύμονα, οὐδὲ φθέγγεται·
因此,除了喉头之外,没有任何其他部位能发出声音;所以凡是没有肺的动物,也都不能发声。
διάλεκτος δ’ ἡ τῆς φωνῆς ἐστὶ τῇ γλώττῃ διάρθρωσις.
而言语则是舌头对声音的分节。
Τὰ μὲν οὖν φωνήεντα ἡ φωνὴ καὶ ὁ λάρυγξ ἀφίησιν, τὰ δ’ ἄφωνα ἡ γλῶττα καὶ τὰ χείλη· ἐξ ὧν ἡ διάλεκτός ἐστιν.
因此,元音由声音和喉头发出,而辅音则由舌头和双唇发出;言语就是由这些构成的。
Διὸ ὅσα γλῶτταν μὴ ἔχει ἢ μὴ ἀπολελυμένην, οὔτε φωνεῖ οὔτε διαλέγεται· ψοφεῖν δ’ ἔστι καὶ ἄλλοις μορίοις.
所以凡是没有舌头、或者舌头不能自由活动的动物,既不能发声,也不能说话;但通过其他部位也可以发出噪音。
Τὰ μὲν οὖν ἔντομα οὔτε φωνεῖ οὔτε διαλέγεται, ψοφεῖ δὲ τῷ ἔσω πνεύματι, οὐ τῷ θύραζε· οὐθὲν γὰρ ἀναπνεῖ αὐτῶν, ἀλλὰ τὰ μὲν βομβεῖ, οἷον μέλιττα καὶ τὰ πτηνὰ αὐτῶν, τὰ δ’ ᾄδειν λέγεται, οἷον οἱ τέττιγες.
因此,昆虫既不发声,也不说话,而是靠体内的气体而不是外面的气体发出噪音;因为它们之中没有任何一个进行呼吸,有些会发出嗡嗡声,例如蜜蜂和它们之中长翅膀的,而另一些则被称为鸣叫,例如蝉。
Πάντα δὲ ταῦτα ψοφεῖ τῷ ὑμένι τῷ ὑπὸ τὸ ὑπόζωμα, ὅσων διῄρηται, οἷον τῶν τεττίγων τι γένος τῇ τρίψει τοῦ πνεύματος.
所有这些都在其膜被分开的部位,通过腰部下方的膜发出噪音,例如某种蝉是通过气体的摩擦发声的。
Καὶ αἱ μυῖαι δὲ καὶ αἱ μέλιτται καὶ τἆλλα πάντα, τῇ πτήσει αἴροντα καὶ συστέλλοντα· ὁ γὰρ ψόφος τρίψις ἐστι τοῦ ἔσω πνεύματος.
蝇、蜜蜂和所有其他昆虫也都在飞行中通过抬起和收缩翅膀来发出噪音;因为这种噪音是体内气体的摩擦。
Αἱ δ’ ἀκρίδες τοῖς πηδαλίοις τρίβουσαι ποιοῦσι τὸν ψόφον.
而蝗虫则通过用跳跃足摩擦来发出噪音。
Οὐδὲ δὴ τῶν μαλακίων οὐδὲν οὔτε φθέγγεται οὔτε ψοφεῖ οὐδένα φυσικὸν ψόφον, οὐδὲ τῶν μαλακοστράκων.
软体类动物中没有任何一个既不发声,也不发出任何自然噪音,软甲类也是如此。
Οἱ δ’ ἰχθύες ἄφωνοι μέν εἰσιν (οὔτε γὰρ πνεύμονα οὔτε ἀρτηρίαν καὶ φάρυγγα ἔχουσι), ψόφους δέ τινας ἀφιᾶσι καὶ τριγμοὺς οὓς λέγουσι φωνεῖν, οἷον λύρα καὶ χρομίς (οὗτοι γὰρ ἀφιᾶσιν ὥσπερ γρυλισμόν) καὶ ὁ κάπρος ὁ ἐν τῷ Ἀχελῴῳ, ἔτι δὲ χαλκὶς καὶ κόκκυξ· ἡ μὲν γὰρ ψοφεῖ οἷον συριγμόν, ὁ δὲ παραπλήσιον τῷ κόκκυγι ψόφον, ὅθεν καὶ τοὔνομα ἔχει.
而鱼类是无声的(因为它们既没有肺,也没有气管和喉头),但它们会发出某些被人们称为发声的噪音和摩擦音,例如角鱼和克罗米斯(因为这些鱼会发出一种像咕哝一样的声音),以及阿刻罗俄斯河中的野猪鱼,还有哈尔克斯和角鱼(kokkyx);因为前者发出像风哨一样的噪音,而后者发出非常类似于杜鹃(cuckoo)的噪音,它也因此得名。
Πάντα δὲ ταῦτα τὴν δοκοῦσαν φωνὴν ἀφιᾶσι τὰ μὲν τῇ τρίψει τῶν βραγχίων (ἀκανθώδεις γὰρ οἱ τόποι), τὰ δὲ τοῖς ἐντὸς τοῖς περὶ τὴν κοιλίαν· πνεῦμα γὰρ ἔχει τούτων ἕκαστον, ὃ προστρίβοντα καὶ κινοῦντα ποιεῖ τοὺς ψόφους.
所有这些动物发出看似声音的声音,有些是通过鳃的摩擦(因为这些地方长满棘刺),另一些则是通过腹部周围的内脏器官;因为它们中的每一个都含有气体,通过摩擦和移动这些气体来发出噪音。
Καὶ τῶν σελαχῶν δ’ ἔνια δοκεῖ τρίζειν.
而软骨鱼类中也有一些似乎会发出摩擦声。
Ἀλλὰ ταῦτα φωνεῖν μὲν οὐκ ὀρθῶς ἔχει φάναι, ψοφεῖν δέ.
然而,说这些动物在“发声”是不正确的,应该说它们在“发出噪音”。
Καὶ γὰρ οἱ κτένες ὅταν φέρωνται ἀπερειδόμενοι τῷ ὑγρῷ, ὃ καλοῦσι πέτεσθαι, ῥοιζοῦσι, καὶ αἱ χελιδόνες αἱ θαλάττιαι ὁμοίως· καὶ γὰρ αὗται πέτονται μετέωροι, οὐχ ἁπτόμεναι τῆς θαλάττης· τὰ γὰρ πτερύγια ἔχουσι πλατέα καὶ μακρά.
因为扇贝在依靠反推液体前进时(他们称之为“飞”),会发出呼呼声,飞鱼也是如此;因为它们也在空中飞行,不接触海面,因为它们拥有宽大而长的胸鳍。
Ὥσπερ οὖν τῶν ὀρνίθων πετομένων ὁ γινόμενος ταῖς πτέρυξι ψόφος οὐ φωνή ἐστιν, οὕτως οὐδὲ τῶν τοιούτων οὐδενός.
正如鸟类飞行时翅膀产生的噪音不是声音一样,这些生物产生的任何噪音也都不是声音。
Ἀφίησι δὲ καὶ ὁ δελφὶς τριγμὸν καὶ μύζει, ὅταν ἐξέλθῃ, ἐν τῷ ἀέρι, οὐχ ὁμοίως δὲ τοῖς εἰρημένοις· ἔστι γὰρ τούτῳ φωνή· ἔχει γὰρ καὶ πλεύμονα καὶ ἀρτηρίαν, ἀλλὰ τὴν γλῶτταν οὐκ ἀπολελυμένην οὐδὲ χείλη ὥστε ἄρθρον τι τῆς φωνῆς ποιεῖν.
海豚在浮出水面进入空气中时,也会发出摩擦声并发出呻吟声,但与前面提到的那些动物不同;因为这种生物确实有声音,因为它既有肺也有气管,但由于其舌头不能自由活动且没有双唇,无法对声音进行任何分节。
Τῶν δ’ ἐχόντων γλῶτταν καὶ πλεύμονα ὅσα μὲν ᾠοτόκα ἐστὶ καὶ τετράποδα, ἀφίησι μὲν φωνήν, ἀσθενῆ μέντοι, καὶ τὰ μὲν συριγμόν, ὥσπερ οἱ ὄφεις, τὰ δὲ λεπτὴν καὶ ἀσθενῆ φωνήν, τὰ δὲ σιγμὸν μικρόν, ὥσπερ αἱ χελῶναι.
在拥有舌头和肺的动物中,凡是卵生且四足的动物都会发出声音,但很微弱,有些发出咝咝声,如蛇类,有些发出细微且微弱的声音,另一些则发出微弱的嗤嗤声,如乌龟。