§4.6Τὰ δὲ καλούμενα τήθυα τούτων πάντων ἔχει τὴν φύσιν περιττοτάτην.
所谓的海鞘在所有这些动物中具有最奇特的性质。
Κέκρυπται γὰρ αὐτῶν μόνων τὸ σῶμα ἐν τῷ ὀστράκῳ πᾶν, τὸ δ’ ὄστρακόν ἐστι μεταξὺ δέρματος καὶ ὀστράκου, διὸ καὶ τέμνεται ὥσπερ βύρσα σκληρά.
因为只有它们的整个身体都隐藏在壳中,而其壳介于皮肤和真壳之间,因此它也可以像坚硬的皮革一样被切开。
Προσπέφυκε μὲν οὖν ταῖς πέτραις τῷ ὀστράκῳ, δύο δ’ ἔχει πόρους ἀπέχοντας ἀπ’ ἀλλήλων, πάμπαν μικροὺς καὶ οὐ ῥᾳδίους ἰδεῖν, ᾗ ἀφίησι καὶ δέχεται τὸ ὑγρόν· περίττωμα γὰρ οὐδὲν ἔχει φανερόν, ὥσπερ τῶν ἄλλων ὀστρέων τὰ μὲν ὥσπερ ἐχῖνος, τὰ δὲ τὴν καλουμένην μήκωνα.
那么,它是通过壳固着在岩石上的,并有两个彼此分离的孔道,非常细小且不易看见,它通过这两处排出和吸入液体;因为它没有任何明显的排泄物,而在其他贝类中,有些像海胆那样,有些则有所谓的中肠腺。
Ἀνοιχθέντα δ’ ἔσωθεν πρῶτον μὲν ὑμένα ἔχει νευρώδη περὶ τὸ ὀστρακῶδες· ἐν δὲ τούτῳ αὐτό ἐστι τὸ σαρκῶδες τοῦ τηθύου, οὐδενὶ ὅμοιον τῶν ἄλλων· αὐτὴ μέντοι ἡ σὰρξ πᾶσιν ὁμοία.
剖开后,内部首先在壳状物的周围有一层腱状的薄膜;在这层膜里就是海鞘本身的肉质部分,与任何其他动物都不相似;然而,其肉质本身在所有个体中都是相似的。
Προσπέφυκε δὲ τοῦτο κατὰ δύο τόπους τῷ ὑμένι καὶ τῷ δέρματι ἐκ πλαγίου· καὶ ᾗ προσπέφυκε, ταύτῃ ἐστὶ στενώτερον ἐφ’ ἑκάτερα, οἷς τείνει πρὸς τοὺς πόρους τοὺς ἔξω διὰ τοῦ ὀστράκου φέροντας, ᾗ ἀφίησι καὶ δέχεται τὴν τροφὴν καὶ τὸ ὑγρόν, ὡς ἂν εἰ τὸ μὲν στόμα εἴη, τὸ δὲ τῇ περιττώσει ἔξοδος· καὶ ἔστιν αὐτῶν τὸ μὲν παχύτερον τὸ δὲ λεπτότερον.
而这个部分在两侧的两个地方与薄膜和皮肤相连;在其相连之处,向两边都变得更窄,并由此延伸向穿过壳通往外部的孔道,它通过这些孔道排出和吸入食物及液体,就好像一处是口,另一处是废料的出口一样;而在这些孔道中,一个较粗,另一个较细。
Ἔσω δὲ κοῖλον ἐφ’ ἑκάτερα, καὶ διείργει μικρόν τι συνεχές· ἐν θατέρῳ δὲ τῶν κοίλων ἡ ὑγρότης ἐγγίνεται.
内部两边都是空腔,有一个微小的连续部分将它们隔开;在其中一个空腔中会产生液体。
Ἄλλο δ’ οὐδὲν ἔχει μόριον οὔτε ὀργανικὸν οὔτε αἰσθητήριον, οὔτε, ὥσπερ ἐλέχθη πρότερον ἐν τοῖς ἄλλοις, τὸ περιττωματικόν.
它没有其他任何器官性的或感觉性的部分,也没有像之前在其他动物中所说的那种排泄废料的部分。
Χρῶμα δὲ τοῦ τηθύου ἐστὶ τὸ μὲν ὠχρὸν τὸ δ’ ἐρυθρόν.
海鞘的颜色,一部分是淡黄色,另一部分是红色。
Ἔστι δὲ καὶ τὸ τῶν ἀκαληφῶν γένος ἴδιον· προσπέφυκε μὲν γὰρ ταῖς πέτραις ὥσπερ ἔνια τῶν ὀστρακοδέρμων, ἀπολύεται δ’ ἐνίοτε.
而海葵这一类也是独特的;因为它们像某些贝壳类动物一样固着在岩石上,但有时也会分离。
Οὐκ ἔχει δ’ ὄστρακον, ἀλλὰ σαρκῶδες τὸ σῶμα πᾶν ἐστὶν αὐτῆς.
它们没有壳,但其整个身体都是肉质的。
Αἰσθάνεται δὲ καὶ συναρπάζει προσφερομένης τῆς χειρὸς καὶ προσέχεται, καθάπερ ὁ πολύπους ταῖς πλεκτάναις, οὕτως ὥστε τὴν σάρκα ἐπανοιδεῖν.
当手靠近时,它会察觉并抓住,就像章鱼用触手所做的那样贴紧,以至于使人的肉肿胀起来。
Ἔχει δὲ τὸ στόμα ἐν μέσῳ, καὶ ζῇ ἀπὸ τῆς πέτρας ὥσπερ ἀπ’ ὀστρέου.
它的口位于中间,靠岩石生活,就像贝类靠贝壳生活一样。
Κἄν τι προσπέσῃ τῶν μικρῶν ἰχθυδίων, ἀντέχεται ὥσπερ τῆς χειρός· οὕτω κἄν τι προσπέσῃ αὐτῇ ἐδώδιμον, κατεσθίει.
如果有小鱼碰触到它,它就会像抓住手一样紧紧抓住;同样,如果有任何可食之物碰触到它,它就会将其吞食。
Καὶ ἀπολύεται δὲ γένος τι αὐτῶν, ὃ ἐάν τι προσπέσῃ κατεσθίει καὶ ἐχίνους καὶ κτένας.
而且它们中有一类可以分离,只要碰上任何东西,甚至连海胆和扇贝也一同吞食。
Περίττωμα δὲ οὐδὲν παντελῶς φαίνεται ἔχουσα, ἀλλ’ ὁμοία κατὰ τοῦτο τοῖς φυτοῖς ἐστίν.
它们似乎完全没有任何排泄物,在这一点上与植物相似。
Γένη δὲ τῶν ἀκαληφῶν ἐστὶ δύο, αἱ μὲν ἐλάττους καὶ ἐδώδιμοι μᾶλλον, αἱ δὲ μεγάλαι καὶ σκληραί, οἷαι γίνονται καὶ περὶ Χαλκίδα.
海葵有两个种类,一种较小且更适于食用,另一种较大且坚硬,如在哈尔基斯附近所产的那种。
Τοῦ μὲν οὖν χειμῶνος τὴν σάρκα στιφρὰν ἔχουσι (διὸ καὶ θηρεύονται καὶ ἐδώδιμοί εἰσι), τοῦ δὲ θέρους ἀπόλλυνται· γίνονται γὰρ μαδαραί, καὶ ἄν τις θίγῃ, διασπῶνται ταχέως καὶ ὅλαι οὐ δύνανται ἀφαιρεῖσθαι, πονοῦσαί τε ταῖς ἀλέαις εἰς τὰς πέτρας εἰσδύονται μᾶλλον.
在冬天它们拥有紧实的肉质(因此它们被捕获并且是可以食用的),但在夏天它们会坏死;因为它们会变得稀烂,如果有人碰触,它们就会迅速破裂而无法完整地被取下,并且由于受热痛苦,它们会更多地钻进岩石中。
Περὶ μὲν οὖν τῶν μαλακίων καὶ τῶν μαλακοστράκων καὶ τῶν ὀστρακοδέρμων, ὅσα τε ἔχουσιν ἐκτὸς μέρη καὶ ὅσα ἐντός, εἴρηται·
关于软体动物、软甲动物和贝壳类动物,它们在外部拥有什么部分,在内部拥有什么部分,已经阐述完毕。