§4.5Οἱ δ’ ἐχῖνοι τὸ μὲν σαρκῶδες οὐκ ἔχουσιν, ἀλλ’ ἴδιον αὐτῶν τοῦτ’ ἐστίν· ἐστέρηνται γὰρ πάντες, καὶ οὐκ ἔχουσι σάρκα ἐντὸς οὐδεμίαν· τὰ δὲ μέλανα πάντες.
而海胆则没有肉质的部分,这是它们特有的特征;因为它们全都缺乏肉,内部没有任何肉;但它们全都有黑色的部分。
Ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον· τοῦτο δ’ ἐστὶν ἐν ᾧ τὰ καλούμενα ᾠὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδιμα, ὁμοίως ἐν μείζοσι καὶ ἐλάττοσιν· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα.
海胆有数个种类,其一是可食用的;这就是所谓的卵长得大而可食用的那种,无论在较大还是较小的个体中都同样如此;因为它们甚至在还小的时候就拥有这些。
Ἄλλα δὲ δύο γένη τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρύσσων· γίνονται δ’ οὗτοι πελάγιοι καὶ σπάνιοι.
另外两个种类是 spatanges 以及所谓的 bryssi;这些生活在远洋且很罕见。
Ἔτι αἱ ἐχινομῆτραι καλούμεναι, μεγέθει πάντων μέγισται.
此外还有所谓的 echinometrae,在尺寸上是所有中最大的。
Πρὸς δὲ τούτοῖς ἄλλο γένος μεγέθει μὲν μικρόν, ἀκάνθας δὲ μεγάλας ἔχει καὶ σκληράς, γίνεται δ’ ἐκ τῆς θαλάττης ἐν πολλαῖς ὀργυιαῖς, ᾧ χρῶνται πρὸς τὰς στραγγουρίας τινές.
除这些之外,还有另一个种类,尺寸虽小,但拥有大而坚硬的棘刺,它们产于数个噚深的海中,有些人用它来治疗排尿困难。
Περὶ δὲ Τορώνην εἰσὶν ἐχῖνοι λευκοὶ θαλάττιοι καὶ τὰ ὄστρακα καὶ τὰς ἀκάνθας καὶ τὰ ᾠά, μείζους δὲ τῶν ἄλλων εἰς μῆκος· ἡ δ’ ἄκανθα οὐ μεγάλη οὐδὲ ἰσχυρὰ ἀλλὰ μαλακωτέρα, τὰ δε μέλανα τὰ ἀπὸ τοῦ στόματος πλείω, καὶ πρὸς μὲν τὸν ἔξω πόρον συνάπτοντα πρὸς ἑαυτὰ δὲ ἀσύναπτα· τούτοις δ’ ὥσπερ διειλημμένος ἐστίν.
在托罗内附近,有一些在贝壳、棘刺和卵上都是白色的海胆,它们比其他的海胆长;其棘刺既不大也不强壮,而是较软,但从口部延伸出的黑色部分较多,这些部分与外部通道相连,但彼此之间不相连;海胆仿佛被这些部分所分隔。
Κινοῦνται δὲ μάλιστα καὶ πλειστάκις οἱ ἐδώδιμοι αὐτῶν· καὶ σημεῖον δέ τι ἔχουσιν ἐπὶ ταῖς ἀκάνθαις.
在它们之中,可食用的那种活动得最多也最频繁;且它们的棘刺上具有某种特征。
Ἔχουσι μὲν οὖν ἅπαντες ᾠά, ἀλλ’ ἔνιοι πάμπαν μικρὰ καὶ οὐκ ἐδώδιμα.
因此,虽然所有的海胆都有卵,但有些个体的卵非常小且不可食用。
Συμβαίνει δὲ τὴν μὲν λεγομένην κεφαλὴν καὶ τὸ στόμα τὸν ἐχῖνον κάτω ἔχειν, ᾗ δ’ ἀφίησι τὸ περίττωμα, ἄνω.
碰巧的是,海胆所谓的头部和口部在下方,而排泄废料的地方在上方。
Ταὐτὸν δὲ τοῦτο συμβέβηκε τοῖς τε στρομβώδεσι πᾶσι καὶ ταῖς λεπάσιν· ἡ γὰρ νομὴ ἐκ τῶν κάτωθεν, ὥστε τὸ μὲν στόμα πρὸς τῇ νομῇ, τὸ δὲ περίττωμα ἄνω πρὸς τοῖς πρανέσι τοῦ ὀστράκου.
同样的情况也发生在所有螺旋形贝类和帽贝上;因为它们是从下方取食的,所以口部位于取食处,而排泄物则在上方,靠近贝壳倾斜的部分。
Ἔχει δ’ ὁ ἐχῖνος ὀδόντας πέντε κοίλους ἔνδοθεν, ἐν μέσῳ δὲ τούτων σῶμα σαρκῶδες ἀντὶ γλώττης.
海胆有五颗内部空心的牙齿,在这些牙齿的中间有一个肉质的身体代替舌头。
Τούτου δ’ ἔχεται ὁ στόμαχος, εἶτα ἡ κοιλία εἰς πέντε μέρη διῃρημένη, πλήρης περιττώματος· συνέχουσι δὲ πάντες οἱ κόλποι αὐτῆς εἰς ἓν πρὸς τὴν ἔξοδον τῆς περιττώσεως, ᾗ τετρύπηται τὸ ὄστρακον.
接着是食道,然后是分为五个部分的胃,里面装满了排泄物;它的所有腔室都汇合为一,通往排泄物的出口,即贝壳有孔的地方。
Ὑπὸ δὲ τὴν κοιλίαν ἐν ἄλλῳ ὑμένι τὰ καλούμενα ᾠά ἐστιν, ἴσα τὸν ἀριθμὸν ὄντα ἐν πᾶσιν· πέντε γάρ ἐστι τὸ πλῆθος καὶ περιττά.
在胃的下方,在另一层薄膜中是所谓的卵,在所有的海胆中数量都相同;因为其数量为五个,是奇数。
Ἄνω δὲ τὰ μέλανα ἀπὸ τῆς ἀρχῆς τῶν ὀδόντων ἤρτηται, ἅ ἐστι πικρὰ καὶ οὐκ ἐδώδιμα.
而在上方,黑色的部分悬挂在牙齿的起点处,这些部分是苦的,不可食用。
Ἐν πολλοῖς δὲ τῶν ζῴων τὸ τοιοῦτόν ἐστιν ἢ τὸ ἀνάλογον· καὶ γὰρ ἐν ταῖς χελώναις καὶ ἐν φρύναις καὶ ἐν βατράχοις καὶ ἐν τοῖς στρομβώδεσι καὶ τοῖς μαλακίοις· ἀλλὰ τῷ χρώματι διαφέρει, καὶ ἄβρωτά ἐστιν ἐν πᾶσι τὰ τοιαῦτα ἢ πάμπαν ἢ μᾶλλον.
在许多动物中都存在这种器官或其对应物;因为在龟类、蟾蜍、青蛙、螺旋形贝类以及软体动物中也是如此;但在颜色上有所不同,且此类东西在所有动物中都是完全不能食用,或大部分不能食用。
Κατὰ μὲν οὖν τὴν ἀρχὴν καὶ τελευτὴν συνεχὲς τὸ σῶμα τοῦ ἐχίνου ἐστί, κατὰ δὲ τὴν ἐπιφάνειαν οὐ συνεχὲς ἀλλ’ ὅμοιον λαμπτῆρι μὴ ἔχοντι τὸ κύκλῳ δέρμα.
因此,在起点和终点处,海胆的身体是连续的,但在表面上它是不连续的,而是像一个周围没有蒙皮的灯笼。
Ταῖς δ’ ἀκάνθαις ὁ ἐχῖνος χρῆται ὡς ποσίν· ταύταις γὰρ ἀπερειδόμενος καὶ κινούμενος μεταβάλλει τὸν τόπον.
海胆利用棘刺作为足;因为依靠这些棘刺支撑和活动,它才得以改变位置。