§4.7#1περὶ δὲ τῶν ἐντόμων λεκτέον τὸν αὐτὸν τρόπον.
关于有节动物,必须以同样的方式进行阐述。
Ἔστι δὲ τὸ γένος τοῦτο πολλὰ ἔχον εἴδη ἐν αὑτῷ, καὶ ἐνίοις πρὸς ἄλληλα συγγενικοῖς οὖσιν οὐκ ἐπέζευκται κοινὸν ὄνομα οὐδέν, οἷον ἐπὶ μελίττῃ καὶ ἀνθρήνῃ καὶ σφηκὶ καὶ τοῖς τοιούτοις, καὶ πάλιν ὅσα τὸ πτερὸν ἔχει ἐν κολεῷ, οἷον μηλολόνθη καὶ κάραβος καὶ κανθαρὶς καὶ ὅσα τοιαῦτα.
这一类在自身中包含许多物种,其中有些彼此亲缘相近的物种并没有被赋予任何共同的名字,例如蜜蜂、野蜂、胡蜂及类似物;又如那些将翅膀藏在鞘中的所有物种,如金龟子、甲虫、斑蝥及类似物。
Πάντων μὲν οὖν κοινὰ μέρη ἐστὶ τρία, κεφαλή τε καὶ τὸ περὶ τὴν κοιλίαν κύτος καὶ τρίτον τὸ μεταξὺ τούτων, οἷον τοῖς ἄλλοις τὸ στῆθος καὶ τὸ νῶτον ἐστίν.
那么,它们共有三个部分:头部、腹部周围的腔体,以及第三,介于这两者之间的部分,相当于其他动物的胸部和背部。
Τοῦτο δὲ τοῖς μὲν πολλοῖς ἕν ἐστιν· ὅσα δὲ μακρὰ καὶ πολύποδα, σχεδὸν ἴσα ταῖς ἐντομαῖς ἔχει τὰ μεταξύ.
这一部分在大多数中是一个整体;但在那些长形且多足的动物中,它们所具有的中间部分几乎与切口(节)的数目相等。
Πάντα δ’ ἔχει διαιρούμενα ζωὴν τὰ ἔντομα, πλὴν ὅσα ἢ λίαν κατέψυκται ἢ διὰ μικρότητα ταχὺ καταψύχεται, ἐπεὶ καὶ οἱ σφῆκες διαιρεθέντες ζῶσιν.
所有有节动物在被分割后仍有生命,除非是那些极度寒冷的,或者由于体型微小而迅速变冷的,因为即使是胡蜂在被分割后也依然活着。
Μετὰ μὲν οὖν τοῦ μέσου καὶ ἡ κεφαλὴ καὶ ἡ κοιλία ζῇ, ἄνευ δὲ τούτου ἡ κεφαλὴ οὐ ζῇ.
因此,在与中间部分相连时,头部和腹部都活着,但如果没有它,头部就无法生存。
Ὅσα δὲ μακρὰ καὶ πολύποδά ἐστι, πολὺν χρόνον ζῇ διαιρούμενα, καὶ κινεῖται τὸ ἀποτμηθὲν ἐπ’ ἀμφότερα τὰ ἔσχατα· καὶ γὰρ ἐπὶ τὴν τομὴν πορεύεται καὶ ἐπὶ τὴν οὐράν, οἷον ἡ καλουμένη σκολόπενδρα.
而那些长形且多足的动物,在分割后能存活很长时间,切断的部分会向两端移动;因为它既朝向切口方向前进,也朝向尾部方向前进,例如所谓的地蜈蚣。
Ἔχει δ’ ὀφθαλμοὺς μὲν ἅπαντα, ἄλλο δ’ αἰσθητήριον οὐδὲν φανερόν, πλὴν ἔνια οἷον γλῶτταν· ἣν καὶ τὰ ὀστρακόδερμα ἔχει πάντα, ᾗ καὶ γεύεται καὶ εἰς αὐτὸ τὴν τροφὴν ἀνασπᾷ.
它们全部都有眼睛,但没有其他明显的感官,只是有些有类似于舌头的东西;这在所有贝壳类中也都存在,它们以此来尝味并把食物吸入内部。
Τοῦτο δὲ τοῖς μὲν μαλακόν ἐστι, τοῖς δ’ ἔχει ἰσχὺν πολλήν, ὥσπερ ταῖς πορφύραις.
而这在某些动物中是柔软的,但在另一些中具有强大的力量,就像在紫螺中一样。
Καὶ οἱ μύωπες δὲ καὶ οἱ οἶστροι ἰσχυρὸν τοῦτ’ ἔχουσι, καὶ τἆλλα σχεδὸν τὰ πλεῖστα· ἐν πᾶσι γὰρ τοῖς μὴ ὀπισθοκέντροις τοῦτο ὥσπερ ὅπλον ἔχει ἕκαστον.
虻和牛虻也具有强力的这一器官,其他绝大多数动物也是如此;因为在所有非尾部有刺的动物中,每一个都将此作为武器。
Ὅσα δ’ ἔχει τοῦτο, ὀδόντας οὐκ ἔχει, ἔξω ὀλίγων τινῶν, ἐπεὶ καὶ αἱ μυῖαι τούτῳ θιγγάνουσαι αἱματίζουσι καὶ οἱ κώνωπες τούτῳ κεντοῦσιν.
拥有这一器官的动物没有牙齿,只有极少数例外;因为即使是苍蝇,也是用这个触碰以使其流血,而蚊子也是用这个叮刺。
Ἔχουσι δ’ ἔνια τῶν ἐντόμων καὶ κέντρα.
有些有节动物也具有刺。
Τὸ δὲ κέντρον τὰ μὲν ἔχει ἐν αὑτοῖς, οἷον αἱ μέλιτται καὶ οἱ σφῆκες, τὰ δ’ ἐκτός, οἷον σκορπίος· καὶ μόνον δὴ τῶν ἐντόμων τοῦτο μακρόκεντρόν ἐστιν.
至于刺,有些动物将其藏在体内,如蜜蜂和胡蜂;有些则在体外,如蝎子;而这确实是有节动物中唯一长有长刺的。
Ἔτι δὲ χηλὰς ἔχει τοῦτό τε καὶ τὸ ἐν τοῖς βιβλίοις γινόμενον σκορπιῶδες.
此外,它以及在书本中产生的拟蝎,都具有螯肢。
Τὰ δὲ πτηνὰ αὐτῶν πρὸς τοῖς ἄλλοις μορίοις καὶ πτερὰ ἔχει.
在它们中,会飞的除了其他部位外还拥有翅膀。
Ἔστι δὲ τὰ μὲν δίπτερα αὐτῶν, ὥσπερ αἱ μυῖαι, τὰ δὲ τετράπτερα, ὥσπερ αἱ μέλιτται· οὐθὲν δ’ ἐστὶν ὀπισθόκεντρον δίπτερον μόνον.
它们中有些是双翅的,如苍蝇;有些是四翅的,如蜜蜂;而没有任何尾部有刺的动物是仅具双翅的。
Ἔτι δὲ τὰ μὲν ἔχει τῶν πτηνῶν ἔλυτρον τοῖς πτεροῖς, ὥσπερ ἡ μηλολόνθη, τὰ δ’ ἀνέλυτρά ἐστιν, ὥσπερ ἡ μέλιττα·
此外,在会飞的动物中,有些翅膀有鞘,如金龟子;有些则没有鞘,如蜜蜂。