Humanitext Reader

亚里士多德 · 动物志 §4.4#3

贝类的排泄口与寄居蟹的结构习性

第 57 段,共 189 段 · 希腊语

内容简介

本文解释了各种贝类排泄口位置与结构的差异,并详细描述了兼具软甲类和贝壳类特征的寄居蟹及其相关物种的解剖学结构与生态习性。

§4.4#3Ἡ δὲ τοῦ περιττώματος ἔξοδος τοῖς μὲν ἄλλοις ἐστὶν ἐκ πλαγίου· ἔστι γὰρ πόρος ᾗ πορεύεται ἔξω· ἡ γὰρ μήκων ὥσπερ εἴρηται, περίττωμά ἐστι πᾶσιν ἐν ὑμένι.
其他动物的排泄物出口在侧面;因为有一条通道通往外部;正如所说,对于所有这些动物来说,mecon就是包裹在薄膜中的排泄物。
Τὸ δὲ καλούμενον ᾠὸν οὐκ ἔχει πόρον ἐν οὐθενί, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἐπανοιδεῖ· ἔστι δ’ οὐκ ἐπὶ ταὐτὸν τῷ ἐντέρῳ, ἀλλὰ τὸ μὲν ᾠὸν ἐν τοῖς δεξιοῖς, τὸ δ’ ἔντερον ἐν τοῖς ἀριστεροῖς.
而所谓的卵在任何动物中都没有通道,而是肉体本身膨胀的结果;它与肠不在同一个地方,卵在右侧,而肠在左侧。
Τοῖς μὲν οὖν ἄλλοις τοιαύτη ἡ ἔξοδος τῆς περιττώσεως, τῇ δ’ ἀγρίᾳ λεπάδι, ἥν τινες καλοῦσι θαλάττιον οὖς, ὑποκάτω τοῦ ὀστράκου ἡ περίττωσις ἐξέρχεται· τετρύπηται γὰρ τὸ ὄστρακον.
现在,在其他动物中,排泄物的出口是这样的,但在一些人称为海耳的野帽贝中,排泄物是从贝壳下方排出的;因为它的贝壳是有孔的。
Φανερὰ δὲ καὶ ἡ κοιλία μετὰ τὸ στόμα οὖσα ἐν ταύτῃ καὶ τὰ ᾠοειδῆ.
在这种动物中,位于口后的胃以及卵状部分也是明显的。
Πάντα δὲ ταῦτα τίνα τρόπον τῇ θέσει ἔχει, ἐκ τῶν ἀνατομῶν θεωρείσθω.
所有这些器官在位置上是如何排列的,应当从解剖图中进行观察。
Τὸ δὲ καλούμενον καρκίνιον τρόπον τινὰ κοινόν ἐστι τῶν τε μαλακοστράκων καὶ τῶν ὀστρακοδέρμων.
而所谓的寄居蟹在某种程度上是软甲类和贝壳类所共有的。
Αὐτὸ μὲν γὰρ τὴν φύσιν ὅμοιον τοῖς καραβοειδέσι, καὶ γίνεται αὐτὸ καθ’ αὑτό, τῷ δ’ εἰσδύεσθαι καὶ ζῆν ἐν ὀστράκῳ ὅμοιον τοῖς ὀστρακοδέρμοις, ὥστε διὰ ταῦτα ἔοικεν ἐπαμφοτερίζειν.
因为就其本性而言,它类似于龙虾类,且是自主生成的,但在进入并居住在贝壳中这一点上,它又类似于贝壳类,因此由于这些原因,它似乎兼具两者的性质。
Τὴν δὲ μορφὴν ὡς μὲν ἁπλῶς εἰπεῖν ὅμοιόν ἐστι τοῖς ἀράχναις, πλὴν τὸ κάτω τῆς κεφαλῆς καὶ τοῦ θώρακος μεῖζον ἔχει ἐκείνου.
在形态上,简而言之,它类似于蜘蛛,只是它头胸部下方的部分比蜘蛛的要大。
Ἔχει δὲ κεράτια δύο λεπτὰ πυρρά, καὶ ὀφθαλμοὺς ὑποκάτω τούτων δύο μακρούς, οὐκ εἰσδυομένους οὐδὲ κατακλινομένους ὥσπερ οἱ τῶν καρκίνων ἀλλ’ ὀρθούς, ὑποκάτω δὲ τούτων τὸ στόμα καὶ περὶ αὐτὸ καθαπερεὶ τριχώδη ἄττα πλείω, τούτων δ’ ἐχομένους δύο πόδας δικρόους, οἷς προσάγεται, καὶ ἄλλους ἐφ’ ἑκάτερα δύο, καὶ τρίτον μικρόν.
它有两只细而红的触角,在触角下方有两只长眼,不像螃蟹的眼睛那样可以缩回或贴平,而是直立的;在眼睛下方是口,口周围有一些毛发状的结构,接着是两只分叉的脚,用来拉动自己,每侧还有另外两只脚,以及第三只小脚。
Τὸ δὲ κάτω τοῦ θώρακος μαλακὸν ἅπαν ἐστὶ καὶ διοιγόμενον ὠχρὸν ἔνδοθεν.
胸部下方的腹部完全是柔软的,剖开后内部呈黄色。
ἀπὸ δὲ τοῦ στόματος πόρος εἷς ἄχρι τῆς κοιλίας· τῆς δὲ περιττώσεως οὐ δῆλος ὁ πόρος.
从口有一条通道一直通到胃;但排泄物的通道并不明显。
Οἱ δὲ πόδες καὶ ὁ θώραξ σκληρὰ μέν, ἧττον δ’ ἢ τῶν καρκίνων.
脚和胸部是硬的,但不如螃蟹那样硬。
Πρόσφυσιν δ’ οὐκ ἔχει πρὸς τὰ ὄστρακα ὥσπερ αἱ πορφύραι καὶ οἱ κήρυκες, ἀλλ’ εὐαπόλυτόν ἐστιν.
它不像紫螺和法螺那样与贝壳相连,而是很容易分离。
Προμηκέστερα δ’ ἐστὶ τὰ ἐν τοῖς στρόμβοις τῶν ἐν τοῖς νηρείταις.
而在螺旋形贝壳中的寄居蟹,比在蜑螺中的要长一些。
Ἕτερον δὲ γένος ἐστὶ τὸ τῶν νηρειτῶν, τὰ μὲν ἄλλα παραπλήσιον, τῶν δὲ δικρόων ποδῶν τὸν μὲν δεξιὸν ἔχει μικρὸν τὸν δ’ ἀριστερὸν μέγαν, καὶ ποιεῖται τὴν βάδισιν μᾶλλον ἐπὶ τούτῳ.
而在蜑螺中的是另一种类型,在其他方面相似,但在分叉的脚中,它的右脚较小,左脚较大,并且主要依靠左脚行走。
Λαμβάνεται δὲ καὶ ἐν ταῖς κόγχαις τοιοῦτον, ὧν ἐστὶν ἡ πρόσφυσις παραπλησία, καὶ ἐν τοῖς ἄλλοις.
这种生物也见于双壳贝和其它贝壳中,其附着方式与此类似。
Τοῦτον δὲ καλοῦσι κύλλαρον.
人们称之为库拉罗斯。
Ὁ δὲ νηρείτης τὸ μὲν ὄστρακον ἔχει λεῖον καὶ μέγα καὶ στρογγύλον, τὴν δὲ μορφὴν παραπλησίαν τοῖς κήρυξι, πλὴν οὐχ ὥσπερ ἐκεῖνοι τὴν μήκωνα μέλαιναν ἀλλ’ ἐρυθράν· προσπέφυκε δὲ νεανικῶς κατὰ τὸ μέσον.
而蜑螺本身的贝壳光滑、大而圆,形态类似于法螺,只是它的mecon不像法螺那样是黑色的,而是红色的;并且它在中部紧紧附着。
Ἐν μὲν οὖν ταῖς εὐδίαις ἀπολυόμενα νέμεται ταῦτα, πνευμάτων δ’ ὄντων τὰ μὲν καρκίνια ἡσυχάζει πρὸς τοῖς λίθοις, οἱ δὲ νηρεῖται προσέχονται καθάπερ αἱ λεπάδες· ὡσαύτως δὲ καὶ αἱ αἱμορροΐδες καὶ πᾶν τὸ τοιοῦτον γένος.
因此,在晴朗温和的天气里,这些动物会脱开附着去活动,但在有风时,寄居蟹会在石头旁静止不动,而蜑螺则像帽贝一样紧贴在岩石上;海莫罗伊斯及所有此类生物也是如此。
Προσφύονται δὲ ταῖς πέτραις, ὅταν ἀποκλίνωσι τὸ ἐπικάλυμμα· τοῦτο γὰρ ἔοικεν εἶναι ὥσπερ πῶμα· ὃ γὰρ τοῖς διθύροις ἄμφω, τοῦτο τοῖς στρομβώδεσι τὸ ἕτερον μέρος.
当它们合上覆盖物时,就会附着在岩石上;因为这覆盖物似乎就像盖子一样;对于双壳贝来说是两片贝壳,而对于螺旋形贝壳来说,这另一部分就是其盖子。
Τὸ δ’ ἐντὸς σαρκῶδές ἐστι, καὶ ἐν τούτῳ τὸ στόμα.
内部是肉质的,口就在其中。
Τὸν αὐτὸν δὲ τρόπον ἔχει ταῖς αἱμορροΐσι καὶ ταῖς πορφύραις καὶ πᾶσι τοῖς τοιούτοις.
海莫罗伊斯、紫螺及所有此类生物也是如此。
Ὅσα δ’ ἔχει μείζω τὸν ἀριστερὸν πόδα, ταῦτα ἐν μὲν τοῖς στρόμβοις οὐκ ἐγγίνεται, ἐν δὲ τοῖς νηρείταις ἐγγίνεται.
那些左脚较大的寄居蟹不会出现在螺旋形贝壳中,而是出现在蜑螺中。
Εἰσὶ δέ τινες κόχλοι οἳ ἔχουσιν ἐν αὑτοῖς ὅμοια ζῷα τοῖς ἀστακοῖς τοῖς μικροῖς, οἳ γίνονται καὶ ἐν τοῖς ποταμοῖς· διαφέρουσι δ’ αὐτῶν τῷ μαλακὸν ἔχειν τὸ ἔσω τοῦ ὀστράκου.
还有一些螺类,其内部含有类似于河流中生长的淡水小龙虾的动物;它们与淡水小龙虾的不同之处在于,其位于贝壳内部的部分是柔软的。
Τὴν δ’ ἰδέαν οἷοί εἰσιν, ἐκ τῶν ἀνατομῶν θεωρείσθωσαν.
至于它们的形态如何,应当从解剖图中进行观察。

词汇与语法注释

  1. §4.4#3ᾗ πορεύεται ἔξω — ᾗ 是关系副词,修饰先行词 πόρος(通道)或表示地点,意为“(排泄物)通过那里”排往外部。
  2. §4.4#3αὐτῆς τῆς σαρκὸς ἐπανοιδεῖ — αὐτῆς τῆς σαρκὸς 是属格,表示动词 ἐπανοιδεῖ(膨胀)的起点或起因,意为“从肉体本身膨胀出来”。
  3. ¦p.110¦τῷ δ’ εἰσδύεσθαι καὶ ζῆν ἐν ὀστράκῳ ὅμοιον — τῷ ... εἰσδύεσθαι καὶ ζῆν 是带中性单数与格冠词的不定式短语,表示与形容词 ὅμοιον 相关的方面或原因(“在进入并居住……方面相似”)。
  4. ¦p.110¦ὡς μὲν ἁπλῶς εἰπεῖν — ὡς ... εἰπεῖν 是不定式的限制性或绝对用法,起插入语的作用,意为“简单来说”或“简而言之”。
  5. ¦p.111¦ὅσα δ’ ἔχει μείζω τὸν ἀριστερὸν πόδα — μείζω 是比较级 μέγας 的宾格单数阳性(μείζονα 的缩约形),作为直接宾语 τὸν ἀριστερὸν πόδα 的宾语补足语(谓语性形容词),构成双宾格结构,意为“拥有更大的左脚”。

引用这一段

亚里士多德, 动物志 §4.4#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.4%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。