§4.4#1Τὰ δ’ ὀστρακόδερμα τῶν ζῴων, οἷον οἵ τε κοχλίαι καὶ οἱ κόχλοι καὶ πάντα τὰ καλούμενα ὄστρεα, ἔτι δὲ τὸ τῶν ἐχίνων γένος, τὸ μὲν σαρκῶδες, ὅσα σάρκας ἔχει, ὁμοίως ἔχει τοῖς μαλακοστράκοις (ἐντὸς γὰρ ἔχει), τὸ δ’ ὄστρακον ἐκτός, ἐντὸς δ’ οὐθὲν σκληρόν.
至于贝壳类动物,例如蜗牛、各类卷贝以及所有被称为“贝类”的动物,此外还有海胆类,在肉质部分上,凡是具有肉的,其情况都与甲壳动物相同(因为它们将肉长在内部),但它们将贝壳长在外部,内部则没有任何坚硬的东西。
Αὐτὰ δὲ πρὸς αὑτὰ διαφορὰς ἔχει πολλὰς καὶ κατὰ τὰ ὄστρακα καὶ κατὰ τὴν σάρκα τὴν ἐντός.
而它们彼此之间在贝壳以及内部的肉上都有许多差异。
Τὰ μὲν γὰρ αὐτῶν οὐκ ἔχει σάρκα οὐδεμίαν, οἷον ἐχῖνος, τὰ δ’ ἔχει μέν, ἐντὸς δ’ ἔχει τὴν σάρκα ἀφανῆ πᾶσαν πλὴν τῆς κεφαλῆς, οἷον οἵ τε χερσαῖοι κοχλίαι καὶ τὰ καλούμενα ὑπό τινων κοκάλια καὶ τῶν ἐν τῇ θαλάττῃ αἵ τε πορφύραι καὶ οἱ κήρυκες καὶ ὁ κόχλος καὶ τἆλλα τὰ στρομβώδη.
因为它们之中的一些完全没有肉,例如海胆,而另一些虽然有肉,但除了头部以外,其肉完全隐藏在内部而不可见,例如陆生蜗牛、被某些人称为“kokalia”的动物,以及海洋中的紫螺、法螺、卷贝和其他所有螺形的动物。
Τῶν δ’ ἄλλων τὰ μέν ἐστι δίθυρα τὰ δὲ μονόθυρα· λέγω δὲ δίθυρα τὰ δυσὶν ὀστράκοις περιέχομενα, μονόθυρα δὲ τὰ ἑνί· τὸ δὲ σαρκῶδες ἐπιπολῆς, οἷον ἡ λεπάς.
至于其余的,有些是双壳的,有些是单壳的;我所说的“双壳”是指被两个贝壳所包围的,而“单壳”是指被一个贝壳所包围的;并且其肉质部分露在表面,例如帽贝。
Τῶν δὲ διθύρων τὰ μέν ἐστιν, ἀνάπτυχα, οἷον οἱ κτένες καὶ οἱ μύες· ἅπαντα γὰρ τὰ τοιαῦτα τῇ μὲν συμπέφυκε τῇ δὲ διαλέλυται, ὥστε συγκλείεσθαι καὶ ἀνοίγεσθαι.
在双壳贝中,有些是可以开合的,例如扇贝和贻贝;因为所有这类动物都在一侧结合,而在另一侧分离,从而能够关闭和开启。
Τὰ δὲ δίθυρα μέν ἐστιν, ὁμοίως δὲ συγκέκλεισται ἐπ’ ἀμφότερα, οἷον οἱ σωλῆνες.
另一些虽然是双壳的,但两边都同样封闭,例如竹蛏。
Ἔστι δ’ ἃ ὅλα περιέχεται τῷ ὀστράκῳ καὶ οὐδὲν τῆς σαρκὸς ἔχει εἰς τὸ ἔξω γυμνόν, οἷον τὰ καλούμενα τήθυα.
还有一些则完全被贝壳包裹,没有任何肉质暴露在外,例如被称为“tethya”的动物。
Ἔτι δ’ αὐτῶν τῶν ὀστράκων διαφοραὶ πρὸς ἄλληλά εἰσιν.
此外,贝壳本身之间也有差异。
Τὰ μὲν γὰρ λειόστρακά ἐστιν, ὥσπερ σωλὴν καὶ μύες καὶ κόγχαι ἔνιαι αἱ καλούμεναι ὑπό τινων γάλακες, τὰ δὲ τραχυόστρακα, οἷον τὰ λιμνόστρεα καὶ πίννα καὶ γένη κόγχων ἔνια καὶ κήρυκες· καὶ τούτων τὰ μὲν ῥαβδωτά ἐστιν, οἷον κτεὶς καὶ κόγχων τι γένος, τὰ δ’ ἀρράβδωτα, οἷον αἳ τε πίνναι καὶ κόγχων τι γένος.
因为有些是光滑贝壳的,例如竹蛏、贻贝以及被某些人称为“galakes”的某些双壳贝,而另一些是粗糙贝壳的,例如牡蛎、江珧、某些双壳贝和法螺;在这些之中,有些是有条纹的,例如扇贝和某种双壳贝,而另一些是没有条纹的,例如江珧和某种双壳贝。
Καὶ πάχει δὲ καὶ λεπτότητι τῶν ὀστράκων διαφέρουσιν, ὅλων τε τῶν ὀστράκων καὶ κατὰ μέρος, οἷον περὶ τὰ χείλη· τὰ μὲν γὰρ λεπτοχειλῆ ἐστίν, οἷον οἱ μύες, τὰ δὲ παχυχειλῆ, οἷον τὰ λιμνόστρεα.
它们在贝壳的厚薄上也有差异,不论是整个贝壳还是局部,例如在边缘周围;因为有些是薄边的,例如贻贝,而另一些是厚边的,例如牡蛎。
Ἔτι τὰ μὲν κινητικὰ αὑτῶν ἐστίν, οἷον ὁ κτείς (ἔνιοι γὰρ καὶ πέτεσθαι λέγουσι τοὺς κτένας, ἐπεὶ καὶ ἐκ τοῦ ὀργάνου ᾧ θηρεύονται ἐξάλλονται πολλάκις), τὰ δ’ ἀκίνητα ἐκ τῆς προσφυῆς, οἷον ἡ πίννα.
此外,它们之中有些是可以运动的,例如扇贝(有些人甚至说扇贝会飞,因为它们经常从捕捞它们的工具中跳出来),而另一些则因附着而不能运动,例如江珧。
Τὰ δὲ στρομβώδη πάντα κινεῖται καὶ ἕρπει· νέμεται δ’ ἀπολυομένη καὶ ἡ λεπάς.
所有螺形的动物都会运动和爬行;帽贝在脱离岩石时也会移动摄食。
Κοινὸν δὲ καὶ τούτων καὶ τῶν ἄλλων τῶν σκληροστράκων τὸ λεῖον εἶναι ἐντὸς τὸ ὄστρακον.
而这些动物与其他硬壳动物的共同点在于贝壳内部是光滑的。
Τὸ δὲ σαρκῶδες τοῖς μὲν μονοθύροις καὶ διθύροις προσπέφυκε τοῖς ὀστράκοις, ὥστε βίᾳ ἀποσπᾶσθαι, τοῖς δὲ στρομβώδεσιν ἀπολέλυται μᾶλλον.
至于肉质部分,在单壳和双壳贝中是附着在贝壳上的,以至于必须用力才能剥离,而在螺形动物中则较为分离。
Ἴδιον δὲ τούτοις κατὰ τὸ ὄστρακον ὑπάρχει πᾶσι τὸ ἑλίκην ἔχειν τὸ ὄστρακον τὸ ἔσχατον ἀπὸ τῆς κεφαλῆς.
对于所有这些螺形动物而言,在贝壳上所特有的特征是,在距离头部最远的贝壳末端具有螺旋。
Ἔτι δ’ ἐπίπτυγμα πάντ’ ἔχει ἐκ γενετῆς.
此外,它们自出生起就都具有厣。
Ἔτι δὲ πάντα τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιά, καὶ κινεῖται οὐκ ἐπὶ τὴν ἑλίκην ἀλλ’ ἐπὶ τὸ καταντικρύ.
此外,所有螺形贝壳类动物都是右旋的,并且它们不朝向螺旋方向运动,而是朝向相反的方向。
Τὰ μὲν οὖν ἔξωθεν μόρια τούτων τῶν ζῴων τοιαύτας ἔχει τὰς διαφοράς· τῶν δ’ ἐντὸς τρόπον μέν τινα παραπλήσιος ἡ φύσις ἐστὶ πάντων, καὶ μάλιστα τῶν στρομβωδῶν (μεγέθει γὰρ ἀλλήλων διαφέρει καὶ τοῖς καθ’ ὑπεροχὴν πάθεσιν), οὐ πολὺ δὲ διαφέρει οὐδὲ τὰ μονόθυρα καὶ δίθυρα, συγκλειστὰ δέ· διαφορὰν γὰρ ἔχει πρὸς ἄλληλα μὲν μικράν, πρὸς δὲ τὰ ἀκίνητα πλείω.
那么,这些动物的外部器官具有这样的差异;至于内部器官,在某种程度上所有动物的性质都是相似的,尤其是螺形动物(因为它们彼此之间仅在大小和程度的特征上有所不同),而单壳、双壳以及封闭的动物也没有太大的不同;因为它们彼此之间的差异很小,但与不能运动的动物之间的差异较大。
Τοῦτο δ’ ἔσται φανερὸν ἐκ τῶν ὕστερον μᾶλλον.
这一点从后文来看会更加明显。
Ἡ δὲ φύσις τῶν στρομβοειδῶν ἁπάντων ὁμοίως ἔχει, διαφέρει δ’ ὥσπερ εἴρηται, καθ’ ὑπεροχήν (τὰ μὲν γὰρ μείζω μέρη καὶ ἐνδηλότερα ἔχει αὐτῶν, τὰ δ’ ἐλάττω τοὐναντίον), ἔτι δὲ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν.
所有螺形动物的性质都是相似的,正如所说,仅在程度上有所不同(因为有些具有更大且更显著的部分,而另一些相反则具有较小的部分),此外在硬度和软度以及其他此类特征上也有所不同。