Humanitext Reader

亚里士多德 · 动物志 §4.3

螃蟹的解剖构造排水机制与雌雄差异

第 54 段,共 189 段 · 希腊语

内容简介

简述有血动物与无血动物内部器官的命名及构造差异,并详细阐述螃蟹的眼睛、口器、独特的排水机制、消化系统以及雌雄两性的解剖学差异。

§4.3Συμβέβηκε δὲ τῶν μὲν ἐναίμων τὰ ἐντὸς μόρια ὀνόματα ἔχειν· πάντα γὰρ σπλάγχνα ἔχει τὰ ἔσωθεν· τῶν δ’ ἀναίμων οὐδέν, ἀλλὰ κοινὸν τούτοις καὶ ἐκείνοις πᾶσι κοιλία καὶ στόμαχος καὶ ἔντερον.
有血动物的内部器官具有名称(因为它们内部都具有内脏),但无血动物则无一具有;然而,胃、食道和肠对所有这些(无血动物)和那些(有血动物)都是共同的。
Οἱ δὲ καρκίνοι, περὶ μὲν τῶν χηλῶν καὶ τῶν ποδῶν, ὅτι ἔχουσι καὶ πῶς ἔχουσιν, εἴρηται πρότερον· ὡς δ’ ἐπὶ τὸ πολὺ πάντες τὴν δεξιὰν ἔχουσι μείζω χηλὴν καὶ ἰσχυροτέραν.
至于螃蟹,关于它们的螯足和步足,它们具有这些以及如何具有,在此前已作说明;而且在绝大多数情况下,它们所有都具有更大且更强壮的右螯。
Εἴρηται δὲ πρότερον καὶ περὶ ὀφθαλμῶν, ὅτι εἰς τὸ πλάγιον βλέπουσιν οἱ πλεῖστοι.
此外,此前也已说明了关于眼睛的情况,即大多数螃蟹都是向侧面看的。
Τὸ δὲ κύτος τοῦ σώματος ἕν ἐστιν ἀδιόριστον, ἔτι δὲ κεφαλή, καὶ εἴ τι ἄλλο μόριον.
身体的躯干是统一且不分界的,此外头部以及任何其他部分也是如此。
Ἔχουσι δ’ ὀφθαλμοὺς οἱ μὲν ἐκ τοῦ πλαγίου ἄνω ὑπὸ τὸ πρανὲς εὐθὺς πολὺ διεστῶτας, ἔνιοι δ’ ἐν μέσῳ καὶ ἐγγὺς ἀλλήλων, οἷον οἱ Ἡρακλεωτικοὶ καὶ αἱ μαῖαι.
它们具有眼睛,有些在侧面上方、紧挨着外壳斜面下方且相互离得极远,有些则在中间且彼此靠近,例如赫拉克利亚蟹和蜘蛛蟹。
Ὑποκάτω δὲ τὸ στόμα τῶν ὀφθαλμῶν, καὶ ἐν αὐτῷ ὀδόντας δύο ὥσπερ ὁ κάραβος, πλὴν οὐ στρογγύλοι οὗτοι ἀλλὰ μακροί.
眼睛下方是口,口内有两个像龙虾那样的齿,只是这些齿不是圆的而是长的。
Καὶ ἐπὶ τούτων ἐπικαλύμματά ἐστι δύο, ὧν μεταξύ ἐστιν οἷάπερ ὁ κάραβος ἔχει πρὸς τοῖς ὀδοῦσιν.
在这些齿的上方有两个覆片,两片之间具有类似于龙虾在齿附近所具有的构造。
Δέχεται μὲν οὖν τὸ ὕδωρ παρὰ τὸ στόμα, ἀπωθῶν τοῖς ἐπικαλύμμασιν, ἀφίησι δὲ κατὰ τοὺς ἄνω πόρους τοῦ στόματος, ἐπιλαμβάνων τοῖς ἐπικαλύμμασιν, ᾗ εἰσῆλθεν· οὗτοι δ’ εἰσὶν εὐθὺς ὑπὸ τοὺς ὀφθαλμούς· καὶ ὅταν δέξηται τὸ ὕδωρ, ἐπιλαμβάνει τὸ στόμα τοῖς ἐπικαλύμμασιν ἀμφοτέροις, ἔπειθ’ οὕτως ἀποπυτίζει τὴν θάλατταν.
因此,它从口部吸入海水,用覆片将其推出,并从口部上方的管道排出,同时用覆片封堵海水进入的地方;这些管道就在眼睛的正下方;当吸入海水时,它用两个覆片将口封住,然后就像这样把海水喷吐出来。
Ἐχόμενος δὲ τῶν ὀδόντων ὁ στόμαχος βραχὺς πάμπαν, ὥστε δοκεῖν εὐθὺς εἶναι μετὰ τὸ στόμα τὴν κοιλίαν.
紧接齿部的是极短的食道,以至于胃部看起来像是紧贴着口部。
Καὶ κοιλία τούτου ἐχομένη δικρόα, ἧς ἐκ μέσης μὲν τὸ ἔντερόν ἐστιν ἁπλοῦν καὶ λεπτόν· τελευτᾷ δὲ τὸ ἔντερον ὑπὸ τὸ ἐπικάλυμμα τὸ ἔξω, ὥσπερ εἴρηται καὶ πρότερον.
紧接其后的是一个双叉的胃,其正中延伸出一条简单而纤细的肠;这条肠终止于外侧的腹盖下方,正如先前所说。
Ἔχει δὲ τὸ μεταξὺ τῶν ἐπικαλυμμάτων, οἷάπερ ὁ κάραβος, πρὸς τοῖς ὀδοῦσιν.
并且它在覆片之间的空间内,具有类似于龙虾在齿附近所具有的构造。
Ἐν δὲ τῷ κύτει ἔσω χυμός ἐστιν ὠχρός, καὶ μίκρ’ ἄττα προμήκη λευκά, καὶ ἄλλα πυρρὰ διαπεπασμένα.
在外壳内部,含有淡黄色的液体、以及一些呈白色微长的小物体,还有其他散布着的红色物体。
Διαφέρει δ’ ὁ ἄρρην τῆς θηλείας τῷ μεγέθει καὶ τῷ πλάτει καὶ τῷ ἐπικαλύμματι· μεῖζον γὰρ τοῦτο ἔχει ἡ θήλεια, καὶ πλέον ἀφεστηκὸς καὶ συνηρεφέστερον, καθάπερ καὶ ἐπὶ τῶν θηλειῶν καράβων.
雄性与雌性的不同之处在于体型、宽度和腹盖;因为雌性具有更大、更张开且覆盖更密的腹盖,这也正如雌性龙虾的情况一样。
Τὰ μὲν οὖν τῶν μαλακοστράκων μόρια τοῦτον ἔχει τὸν τρόπον.
那么,甲壳动物的器官就是这样的情况。

词汇与语法注释

  1. §4.3τῶν δ’ ἀναίμων οὐδέν — 此短语最自然的解释是接续紧邻的前句“因为它们内部都具有内脏(πάντα γὰρ σπλάγχνα ἔχει τὰ ἔσωθεν)”,意为“但无血动物无一具有内脏(οὐδὲν ἔχει σπλάγχνα)”。另一种可能则是与更前的主句“有血动物的内部器官具有名称”相对比,意为“无血动物的内部器官无一具有名称(οὐδὲν ὄνομα ἔχει)”。本译文根据上下文的紧密性采用了前一种解释(即无血动物没有内脏)。
  2. §4.3ἔτι δὲ κεφαλή, καὶ εἴ τι ἄλλο μόριον — 在此处,主句“身体的躯干(κύτος)是统一且不分界的(ἕν ἐστιν ἀδιόριστον)”其表语性质也延伸至“头部(κεφαλή)”和“任何其他部分(εἴ τι ἄλλο μόριον)”。这是一种省略结构,意为“此外,头部以及任何其他部分也[与躯干不分界地]融为一体”。

引用这一段

亚里士多德, 动物志 §4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。