Humanitext Reader

亚里士多德 · 动物志 §4.1#2

头足类的内部结构与雌雄差异及章鱼类多样性

第 51 段,共 189 段 · 希腊语

内容简介

从大枪乌贼与枪乌贼的形态差异开始,本文详细阐述了软体动物的内部消化器官、中肠腺、墨囊及内壳结构,对比了雌雄差异,并介绍了包括麝香蛸和纸鹦鹉螺在内的多种章鱼属。

§4.1#2Διαφέρουσι δὲ τῷ σχήματι τῶν τευθίδων οἱ τεῦθοι· πλατύτερον γάρ ἐστι τὸ ὀξὺ τῶν τεύθων, ἔτι δὲ τὸ κύκλῳ πτερύγιον περὶ ἅπαν ἐστὶ τὸ κύτος· τῇ δὲ τευθίδι ἐλλείπει.
大枪乌贼在形状上与枪乌贼不同:因为大枪乌贼的尖端部分较宽,而且其周围的鳍贯穿整个躯体,而枪乌贼则缺少这一特征。
Ἔστι δὲ πελάγιον, ὥσπερ καὶ ἡ τευθίς.
它和枪乌贼一样,也是深海生物。
Μετὰ δὲ τοὺς πόδας ἡ κεφαλή ἐστιν ἁπάντων ἐν μέσῳ τῶν ποδῶν τῶν καλουμένων πλεκτανῶν.
在足部之后是头部,对所有这些动物而言,头部位于被称为触手的足的中央。
Ταύτης δὲ τὸ μέν ἐστι στόμα, ἐν ᾧ εἰσὶ δύο ὀδόντες· ὑπὲρ δὲ τούτων ὀφθαλμοὶ μεγάλοι δύο, ὧν τὸ μεταξὺ μικρὸς χόνδρος ἔχων ἐγκέφαλον μικρόν.
在头部有口,口内有两个齿;在这些齿的上方有两个大眼睛,两眼之间有一块小软骨,内含一个小脑。
Ἐν δὲ τῷ στόματί ἐστι μικρὸν σαρκῶδες· γλῶτταν δ’ οὐκ ἔχει αὐτῶν οὐδέν, ἀλλὰ τούτῳ χρῆται ἀντὶ γλώττης.
口内有一小块肉质物;它们都没有舌,但用这个来代替舌。
Μετὰ δὲ τοῦτο ἔξωθεν μὲν ἔστιν ἰδεῖν τὸ φαινόμενον κύτος.
在此之后,从外部可以看到显现的躯体。
Ἔστι δ’ αὐτοῦ ἡ σὰρξ σχιστή, οὐκ εἰς εὐθὺ μέν τοι ἀλλὰ κύκλῳ· δέρμα δ’ ἔχουσι πάντα τὰ μαλάκια περὶ ταύτην.
它的肉是可裂开的,但不是直向裂开,而是呈环状裂开;所有软体动物在肉的周围都有皮。
Μετὰ δὲ τὸ στόμα ἔχουσιν οἰσοφάγον μακρὸν καὶ στενόν, ἐχόμενον δὲ τούτου πρόλοβον μέγαν καὶ περιφερῆ ὀρνιθώδη.
在口之后,它们有一条长而窄的食道,紧接着食道的是一个像鸟嗉囊那样大而圆的嗉囊。
Τούτου δ’ ἔχεται ἡ κοιλία οἷον ἤνυστρον· τὸ δὲ σχῆμα ὅμοιον τῇ ἐν τοῖς κήρυξιν ἑλίκῃ.
紧接着嗉囊的是胃,类似于第四胃;其形状类似于法螺的螺旋。
Ἀπὸ δὲ ταύτης ἄνω πάλιν φέρει πρὸς τὸ στόμα ἔντερον λεπτόν· παχύτερον δ’ ἐστὶ τοῦ στομάχου τὸ ἔντερον.
从胃部再次向上,向口部延伸出一条细肠;肠比食道更粗。
Σπλάγχνον δ’ οὐδὲν ἔχει τῶν μαλακίων, ἀλλ’ ἢν καλοῦσι μύτιν, καὶ ἐπὶ ταύτῃ θολόν.
软体动物没有任何内脏,只有它们称为“中肠腺”的器官,其上方有墨囊。
Τοῦτον δὲ πλεῖστον αὐτῶν καὶ μέγιστον ἡ σηπία ἔχει· ἀφίησι μὲν οὖν ἅπαντα, ὅταν φοβηθῇ, μάλιστα δὲ ἡ σηπία.
在这些动物中,乌贼拥有的墨汁最多且墨囊最大;当它们受惊时,所有的软体动物都会排出墨汁,但乌贼排得最多。
Ἡ μὲν οὖν μύτις κεῖται ὑπὸ τὸ στόμα, καὶ δι’ αὐτῆς τείνει ὁ στόμαχος· ᾗ δὲ τὸ ἔντερον ἀνατείνει, κάτωθεν ὁ θολός, καὶ τῷ αὐτῷ ὑμένι περιεχόμενον ἔχει τὸν πόρον τῷ ἐντέρῳ, καὶ ἀφίησι κατὰ ταὐτὸν τόν τε θολὸν καὶ τὸ περίττωμα· ἔχουσι δὲ καὶ τριχώδη ἄττα ἐν τῷ σώματι.
中肠腺位于口下方,食道从中穿过;在肠向上延伸的地方,墨囊位于其下,墨囊与肠被包裹在同一膜内,并与肠共有同一个通道,且在同一处排出墨汁和排泄物;它们的体内也有一些毛状物。
Τῇ μὲν οὖν σηπίᾳ καὶ τῇ τευθίδι καὶ τῷ τεύθῳ ἐντός ἐστι τὰ στερεὰ ἐν τῷ πρανεῖ τοῦ σώματος, ἃ καλοῦσι τὸ μὲν σήπιον τὸ δὲ ξίφος.
在乌贼、枪乌贼和大枪乌贼中,坚硬的部分位于体内背部,它们分别被称为乌贼骨和鞘刃。
Διαφέρει δέ· τὸ μὲν γὰρ σήπιον ἰσχυρὸν καὶ πλατύ ἐστι, μεταξὺ ἀκάνθης καὶ ὀστοῦ, ἔχον ἐν αὑτῷ ψαθυρότητα σομφήν, τὸ δὲ τῶν τευθίδων λεπτὸν καὶ χονδρωδέστερον.
它们各不相同:乌贼骨坚固且宽大,介于脊椎和骨头之间,内部具有松脆多孔的质地,而枪乌贼的内部坚硬物则较薄,更接近软骨。
Τῷ δὲ σχήματι διαφέρουσιν ἀλλήλων ὥσπερ καὶ τὰ κύτη.
它们的形状也互不相同,正如它们的躯体形状不同一样。
Οἱ δὲ πολύποδες οὐκ ἔχουσιν ἔσω τερεὸν τοιοῦτον οὐδέν, ἀλλὰ περὶ τὴν κεφαλὴν χονδρῶδες, ὃ γίνεται, ἐάν τις αὐτῶν παλαιωθῇ, σκληρόν.
章鱼体内没有任何此类坚硬物,但在头部周围有一圈软骨质物,如果章鱼变老,该物质就会变硬。
Τὰ δὲ θήλεα τῶν ἀρρένων διαφέρουσιν· οἱ μὲν γὰρ ἄρρενες ἔχουσι πόρον ὑπὸ τὸν στόμαχον, ἀπὸ τοῦ ἐγκεφάλου τείνοντα πρὸς τὰ κάτω τοῦ κύτους· ἔστι δὲ πρὸς ὃ τείνει, ὅμοιον μαστῷ· ἐν δὲ ταῖς θηλείαις δύο τε ταῦτ’ ἐστὶ καὶ ἄνω.
雌性与雄性不同:雄性在食道下方有一条从脑部延伸到躯体下部的管道;管道延伸指向的地方类似于乳头;在雌性中,这种结构有两个且位置较高。
Ἀμφοτέροις δ’ ὑπὸ ταῦτα ἐρυθρὰ ἄττα σωμάτια πρόσεστιν.
在这两者的下方都附着有一些红色的微小体。
Τὸ δ’ ᾠὸν ὁ μὲν πολύπους ἓν καὶ ἀνώμαλον ἔξωθεν καὶ μέγα ἴσχει· ἔσω δὲ τὸ ὑγρόν, ὁμόχρουν ἅπαν καὶ λεῖον, χρῶμα δὲ λευκόν· τὸ δὲ πλῆθος τοῦ ᾠοῦ τοσοῦτον ὥστε πληροῦν ἀγγεῖον μεῖζον τῆς τοῦ πολύποδος κεφαλῆς.
至于卵,章鱼有一个在外部凹凸不平且巨大的卵;内部的液体完全是同一种颜色且平滑,颜色为白色;卵的数量非常多,以至于能装满一个比章鱼头还要大的容器。
Ἡ δὲ σηπία δύο τε τὰ κύτη καὶ πολλὰ ᾠὰ ἐν τούτοις, χαλάζαις ὅμοια λευκαῖς.
乌贼有两个卵巢囊,里面有许多卵,类似于白色雹子。
Ἕκαστα δὲ τούτων ὡς κεῖται τῶν μορίων, θεωρείσθω ἐκ τῆς ἐν ταῖς ἀνατομαῖς διαγραφῆς.
这些部位的每一个是如何排列的,应当从解剖图中进行观察。
Πάντα δὲ τὰ ἄρρενα ταῦτα τῶν θηλειῶν διαφέρει, καὶ μάλιστα ἡ σηπία· τά τε γὰρ πρανῆ τοῦ κύτους πάντα μελάντερα τῶν ὑπτίων τραχύτερά τε ἔχει ὁ ἄρρην τῆς θηλείας, καὶ διαποίκιλα ῥάβδοις, καὶ τὸ ὀρροπύγιον ὀξύτερον.
所有这些雄性都与雌性不同,尤其是乌贼:雄性躯体的背侧全部比腹侧更黑、更粗糙,并点缀着条纹,尾部也更尖。
Ἔστι δὲ γένη πλείω πολυπόδων, ἓν μὲν τὸ μάλιστ’ ἐπιπολάζον καὶ μέγιστον αὐτῶν (εἰσὶ δὲ πολὺ μείζους οἱ πρόσγειοι τῶν πελαγίων), ἔτι δ’ ἄλλοι μικροί, ποικίλοι, οἳ οὐκ ἐσθίονται.
章鱼有几个属:一个是分布最广、体型最大的属(近岸的体型远大于深海的),此外还有其他体型小、有斑纹且不可食用的章鱼。
Ἄλλα τε δύο, ἥ τε καλουμένη ἑλεδώνη, μήκει τε διαφέρουσα τῷ τῶν ποδῶν καὶ τῷ μονοκότυλον εἶναι μόνην τῶν μαλακίων (τὰ γὰρ ἄλλα πάντα δικότυλά ἐστι), καὶ ἣν καλοῦσιν οἱ μὲν βολίταιναν οἱ δ’ ὄζολιν.
另有两种:一种是所谓的麝香蛸,其不同之处在于足的长度,且它是软体动物中唯一只有单排吸盘的(因为其他所有软体动物都是双排吸盘),另一种则是被一些人称为博利泰纳、另一些人称为奥佐里斯的章鱼。
Ἔτι δ’ ἄλλοι δύο ἐν ὀστρείοις, ὅ τε καλούμενος ὑπό τινων ναυτίλος καὶ ποντίλος, ὑπ’ ἐνίων δ’ ᾠὸν πολύποδος· τὸ δ’ ὄστρακον αὐτοῦ ἐστὶν οἷον κτεὶς κοῖλος καὶ οὐ συμφυής.
此外,还有两种生活在贝壳中的章鱼,一种被一些人称为鹦鹉螺和蓬蒂洛斯,被另一些人称为“章鱼卵”;它的壳就像一个中空的梳子,与身体并不相连。
Οὗτος νέμεται πολλάκις παρὰ τὴν γῆν, εἶθ’ ὑπὸ τῶν κυμάτων ἐκκλύζεται εἰς τὸ ξηρόν, καὶ περιπεσόντος τοῦ ὀστρέου ἁλίσκεται καὶ ἐν τῇ γῇ ἀποθνήσκει.
这种章鱼经常在陆地附近觅食,然后被波浪冲到干燥的陆地上,当外壳脱落时就会被捕获并死在陆地上。
Εἰσὶ δ’ οὗτοι μικροί, τὸ εἶδος ὅμοιοι ταῖς βολιταίναις.
这些章鱼体型较小,外形类似于博利泰纳。
Καὶ ἄλλος ἐν ὀστράκῳ οἷον κοχλίας, ὃς οὐκ ἐξέρχεται ἐκ τοῦ ὀστράκου, ἀλλ’ ἔνεστιν ὥσπερ ὁ κοχλίας, καὶ ἔξω ἐνίοτε τὰς πλεκτάνας προτείνει.
另一种则生活在像蜗牛一样的壳中,它不走出壳外,而是像蜗牛一样待在里面,有时向外伸出触手。
Περὶ μὲν οὖν τῶν μαλακίων εἴρηται.
关于软体动物,已经讨论完毕。

词汇与语法注释

  1. 4.1#2τὸ ὀξὺ τῶν τεύθων — 中性单数形容词 τὸ ὀξύ 在此名词化,表示“尖锐的末端”,由属格复数 τῶν τεύθων 修饰。
  2. 4.1#2ὧν τὸ μεταξύ — 属格复数关系代词 ὧν 的先行词是前文的 ὀφθαλμοὶ μεγάλοι δύο(两只大眼睛)。此属格受名词性使用的介词性副词 μεταξύ(在……之间)所支配。
  3. 4.1#2περιπεσόντος τοῦ ὀστρέου — 属格独立结构。自动词 περιπίπτω 在此意为“脱落”或“掉落”,其主语(τὸ ὄστρεον)与主句的主语不同,用以表示伴随情况或原因。

引用这一段

亚里士多德, 动物志 §4.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:4.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。