Humanitext Reader

亚里士多德 · 动物志 §3.21-3.22

凝乳酶的性质、产乳量及精液的特征

第 49 段,共 189 段 · 希腊语

内容简介

本节阐述了凝乳酶的性质与用途、各动物因体型和饲料而异的产乳量,以及健康乳汁的条件,随后解释了有血动物精液的特征及其在体外的物理变化。

§3.21Γίνεται οὖν ἡ πυετία γάλα ἔχον ἐν ἑαυτῷ τυρόν· ἐκ δὲ τῆς τοῦ ζῴου θερμότητος πεττομένου τοῦ γάλακτος γίνεται.
因此,凝乳酶是自身含有干酪成分的乳汁;它是由于乳汁在动物的体热作用下被消化而产生的。
Ἔχει δὲ πυετίαν τὰ μὲν μηρυκάζοντα πάντα, τῶν δ’ ἀμφωδόντων δασύπους.
所有反刍动物都拥有凝乳酶,而在两排都有牙齿的动物中,野兔也拥有它。
Βελτίων δ’ ἐστὶν ἡ πυετία ὅσῳ ἂν ᾖ παλαιοτέρα· συμφέρει γὰρ πρὸς τὰς διαρροίας ἡ τοιαύτη μάλιστα καὶ ἡ τοῦ δασύποδος· ἀρίστη δὲ πυετία ἡ τοῦ νεβροῦ.
凝乳酶越陈旧越好;因为这种凝乳酶(尤其是野兔的凝乳酶)对治疗腹泻最有效;而最优质的凝乳酶是小鹿的。
Διαφέρει δὲ τὸ πλέον ἱμᾶσθαι γάλα ἢ ἔλαττον τῶν ἐχόντων γάλα ζῴων κατά τε τὰ μεγέθη τῶν σωμάτων καὶ τὰς τῶν ἐδεσμάτων διαφοράς, οἷον ἐν Φάσει μέν ἐστι βοίδια μικρὰ ὧν ἕκαστον βδάλλεται γάλα πολύ, αἱ δ’ Ἠπειρωτικαὶ βόες αἱ μεγάλαι βδάλλονται ἑκάστη ἀμφορέα καὶ τούτου τὸ ἥμισυ κατὰ τοὺς δύο μαστούς·
在拥有乳汁的动物中,挤出乳汁的多少由于体型的大小和食物的不同而有所差异。 例如,在法希斯有小型的雌牛,每只都能挤出大量的乳汁,而埃佩罗斯的大型雌牛每只从两个乳房中可以挤出一阿姆波拉半的乳汁。
ὁ δὲ βδάλλων ὀρθὸς ἕστηκεν, μικρὸν ἐπικύπτων, διὰ τὸ μὴ δύνασθαι ἂν ἐφικέσθαι καθήμενος.
挤乳的人则直立站着,微微弯腰,因为如果坐着,他就无法够到。
Γίνεται δ’ ἔξω ὄνου καὶ τἆλλα μεγάλα ἐν τῇ Ἠπείρῳ τετράποδα, μέγιστοι δ’ οἱ βόες καὶ οἱ κύνες.
在埃佩罗斯,除驴以外的其他四足动物也长得很大,其中牛和狗最大。
Νομῆς δὲ δέονται τὰ μεγάλα πλείονος· ἀλλ’ ἔχει πολλὴν ἡ χώρα τοιαύτην εὐβοσίαν, καὶ καθ’ ἑκάστην ὥραν ἐπιτηδείους τόπους.
大型动物需要更多的牧草;但该地区拥有许多如此丰美、且适合每个季节的牧场。
Μέγιστοι δ’ οἵ τε βόες εἰσὶ καὶ τὰ πρόβατα τὰ καλούμενα Πυρρικά, τὴν ἐπωνυμίαν ἔχοντα ταύτην ἀπὸ Πύρρου τοῦ βασιλέως.
其中牛和被称为皮里科斯的羊最大,这一名称得自皮洛斯国王。
Τῆς δὲ τροφῆς ἡ μὲν σβέννυσι τὸ γάλα, οἷον ἡ Μηδικὴ πόα, καὶ μάλιστα τοῖς μηρυκάζουσιν· ποιεῖ δὲ πολὺ ἕτερα, οἷον κύτισος καὶ ὄροβοι, πλὴν κύτισος μὲν ὁ ἀνθῶν οὐ συμφέρει (πίμπρησι γάρ), οἱ δὲ ὄροβοι ταῖς κυούσαις οὐ συμφέρουσι (τίκτουσι γὰρ χαλεπώτερον).
在食物中,有些会使乳汁干枯,例如“美狄亚草”(苜蓿),尤其是对反刍动物;但其他食物则会产生大量乳汁,例如苜蓿花和野豌豆,不过开花的苜蓿并不适宜(因为它会引起胀气),而野豌豆对怀孕的动物不适宜(因为这会使分娩更加困难)。
Ὅλως δὲ τὰ φαγεῖν δυνάμενα τῶν τετραπόδων, ὥσπερ καὶ πρὸς τὴν κύησιν συμφέρει, καὶ βδάλλεται πολὺ τροφὴν ἔχοντα.
总之,能够充足进食的四足动物,若获得丰富的食物,就能挤出大量的乳汁,这同样也有利于怀孕。
Ποιεῖ δὲ γάλα καὶ τῶν φυσωδῶν ἔνια προσφερόμενα, οἷον καὶ κυάμων πλῆθος ὀῒ καὶ αἰγὶ καὶ βοῒ καὶ χιμαίρᾳ· ποιεῖ γὰρ καθιέναι τὸ οὖθαρ.
一些易产生气体的食物在食用后也会产生乳汁,例如给绵羊、山羊、牛和幼山羊喂食大量的蚕豆;因为这会使乳房下垂(促使下乳)。
Σημεῖον δὲ τοῦ γάλα πλεῖον γενήσεσθαι, ὅταν πρὸ τοῦ τόκου τὸ οὖθαρ βλέπῃ κάτω.
产前乳房朝下是乳汁将变多的征兆。
Γίνεται δὲ πολὺν χρόνον γάλα πᾶσι τοῖς ἔχουσιν, ἂν ἀνόχευτα διατελῇ καὶ τὰ ἐπιτήδεια ἔχωσι, μάλιστα δὲ τῶν τετραπόδων πρόβατον· ἀμέλγεται γὰρ μῆνας ὀκτώ.
在所有拥有乳汁的动物中,如果一直不交配且拥有适宜的食物,就能长期产生乳汁,在四足动物中尤其是绵羊,因为它可以被挤乳达八个月之久。
Ὅλως δὲ τὰ μηρυκάζοντα γάλα πολὺ καὶ χρήσιμον εἰς τυρείαν ἀμέλγεται.
总之,反刍动物能挤出大量的、且适用于制酪的乳汁。
Περὶ δὲ Τορώνην αἱ βόες ὀλίγας ἡμέρας πρὸ τοῦ τόκου διαλείπουσι, τὸν δ’ ἄλλον χρόνον πάντα ἔχουσι γάλα.
在托罗内附近,雌牛仅在产前几天停止产乳,其他所有时间都有乳汁。
Τῶν δὲ γυναικῶν τὸ πελιδνότερον γάλα βέλτιον τοῦ λευκοῦ τοῖς τιτθευομένοις· καὶ αἱ μέλαιναι τῶν λευκῶν ὑγιεινότερον ἔχουσιν.
在妇女中,偏深色的乳汁比白色的乳汁对被哺乳的婴儿更好;肤色较黑的女性比白皙的女性拥有更健康的乳汁。
Τροφιμώτατον μὲν οὖν τὸ πλεῖστον ἔχον τυρόν, ὑγιεινότερον δὲ τοῖς παιδίοις τὸ ἔλαττον.
因此,含有最多干酪成分的乳汁最有营养,而含量较少的乳汁对婴儿更健康。
§3.22Σπέρμα δὲ προΐενται πάντα τὰ ἔχοντα αἷμα.
所有有血动物都会排出精液。
Τί δὲ συμβάλλεται εἰς τὴν γένεσιν καὶ πῶς, ἐν ἄλλοις λεχθήσεται.
至于精液对生育有什么贡献以及如何贡献,将在其他著作中讨论。
Πλεῖστον δὲ κατὰ τὸ σῶμα ἄνθρωπος προΐεται.
按身体比例而言,人类排出的精液最多。
Ἔστι δὲ τῶν μὲν ἐχόντων τρίχας γλίσχρον, τῶν δ’ ἄλλων ζῴων οὐκ ἔχει γλισχρότητα.
有毛动物的精液是有粘性的,而其他动物的则没有粘性。
Λευκὸν δὲ πάντων· ἀλλ’ Ἡρόδοτος διέψευσται γράψας τοὺς Αἰθίοπας προΐεσθαι μέλαιναν τὴν γονήν.
所有动物的精液都是白色的;但希罗多德写道埃塞俄比亚人排出黑色的精液,这是错误的。
Τὸ δὲ σπέρμα ἐξέρχεται μὲν λευκὸν καὶ παχύ, ἂν ᾗ ὑγιεινόν, θύραζε δ’ ἐλθὸν λεπτὸν γίνεται καὶ μέλαν.
精液如果健康,排出时是白色且浓稠的,但来到体外后会变稀并变黑。
Ἐν δὲ τοῖς πάγοις οὐ πήγνυται, ἀλλὰ γίνεται πάμπαν λεπτὸν καὶ ὑδατῶδες καὶ τὸ χρῶμα καὶ τὸ πάχος· ὑπὸ δὲ τοῦ θερμοῦ πήγνυται καὶ παχύνεται.
在严寒中它不会凝固,反而其颜色和粘稠度都会变得完全稀薄如水;而在热的作用下,它会凝固变稠。
Καὶ ὅταν ἐξίῃ χρονίσαν ἐν τῇ ὑστέρᾳ, παχύτερον ἐξέρχεται, ἐνίοτε δὲ ξηρὸν καὶ συνεστραμμένον.
当它在子宫中停留较长时间后排出时,排出的精液会更稠,有时甚至干燥且卷缩。
Καὶ τὸ μὲν γόνιμον ἐν τῷ ὕδατι χωρεῖ κάτω, τὸ δ’ ἄγονον διαχεῖται.
有生育力的精液在水中下沉,而无生育力的则会散开。
Ψευδὲς δ’ ἐστὶ καὶ ὃ Κτησίας γέγραφε περὶ τῆς γονῆς τῶν ἐλεφάντων.
克特西亚斯关于大象精液的记载也是虚假的。

词汇与语法注释

  1. ¦p.92¦διὰ τὸ μὴ δύνασθαι ἂν ἐφικέσθαι — 伴随不定式 δύνασθαι 的语气小词 ἄν 表示一种潜在或虚拟的语气(“因为[如果坐着的话]就无法够到”),分词 καθήμενος 起到了隐含条件从句的作用,该结构相当于条件句的结果主句。
  2. ¦p.92¦ἑκάστη ἀμφορέα καὶ τούτου τὸ ἥμισυ — 动词 βδάλλονται 呈中被动语态,此处意为“被挤出(乳汁)”或“(自己)产出(乳汁)”。宾格 ἀμφορέα καὶ τούτου τὸ ἥμισυ 指明了被挤出的数量(一又二分之一阿姆波拉),属于内容宾格(accusative of content)。
  3. ¦p.92¦ὥσπερ καὶ πρὸς τὴν κύησιν συμφέρει — ὥσπερ 引导的从句在充足的营养对怀孕的有益性与对产乳量的有益性之间作了类比。主句动词 βδάλλεται 的主语是名词化的分词短语 τὰ φαγεῖν δυνάμενα τῶν τετραπόδων(有进食能力的四足动物)。
  4. ¦p.93¦τὸ πελιδνότερον γάλα — 比较级形容词 πελιδνότερον(“更呈铅色/更偏深色”)与后文的 λευκοῦ(“白色”)相对。这一结构与后句中肤色较黑与肤色白皙女性的对比(αἱ μέλαιναι τῶν λευκῶν)形成了平行关系。

引用这一段

亚里士多德, 动物志 §3.21-3.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.21-3.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。