Humanitext Reader

亚里士多德 · 动物志 §3.3#1

波吕波斯的血管说与心脏起源论

第 36 段,共 189 段 · 希腊语

内容简介

介绍了波吕波斯关于四对血管的详细学说,随后阐述了作者自己的观点,即血管起源于心脏而非头部,并描述了胸腔内的两条主要血管及心室的结构。

§3.3#1Συέννεσις μὲν οὖν καὶ Διογένης οὕτως εἰρήκασιν, Πόλυβος δὲ ὧδε.
斯恩内西斯和迪奥根尼就是这样论述的,而波吕波斯则是如下论述的。
Τὰ δὲ τῶν φλεβῶν τέτταρα ζεύγη ἐστίν, ἓν μὲν ἀπὸ τοῦ ἐξόπισθεν τῆς κεφαλῆς διὰ τοῦ αὐχένος ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν μέχρι τῶν ἰσχίων εἰς τὰ σκέλη, ἔπειτα διὰ τῶν κνημῶν εἰς τὸ ἔξω τῶν σφυρῶν καὶ εἰς τοὺς πόδας· διὸ καὶ τὰς φλεβοτομίας ποιοῦνται τῶν περὶ τὸν νῶτον ἀλγημάτων καὶ ἰσχίον ἀπὸ τῶν ἰγνύων καὶ τῶν ἔξωθεν σφυρῶν.
血管共有四对:第一对从头后部开始,通过颈部外侧,沿着脊椎两侧向下到达臀部并进入双腿,然后通过小腿到达外踝并进入双脚;因此,对于背部和臀部周围的疼痛,人们也会从膝腘和外踝处进行放血。
Ἕτεραι δὲ φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, αἳ καλοῦνται σφαγίτιδες, ἔνδοθεν παρὰ τὴν ῥάχιν ἑκάτεραι φέρουσαι παρὰ τὰς ψοιὰς εἰς τοὺς ὄρχεις και εἰς τοὺς μηρούς, καὶ διὰ τῶν ἰγνύων τοῦ ἔνδοθεν μορίου καὶ διὰ τῶν κνημῶν ἐπὶ τὰ σφυρὰ τὰ εἴσω καὶ τοὺς πόδας· διὸ καὶ τὰς φλεβοτομίας ποιοῦνται τῶν περὶ τὰς ψοιὰς καὶ τοὺς ὄρχεις ἀλγημάτων ἀπὸ τῶν ἰγνύων καὶ τῶν σφυρῶν.
第二对血管从头部出发,经过耳朵旁,通过颈部——它们被称为颈静脉—— 每一条都在内侧沿着脊椎,经过腰肌通向睾丸和大腿,并通过膝腘的内侧部分以及小腿,到达内踝和双脚;因此,对于腰肌和睾丸周围的疼痛,人们也会从膝腘和踝部进行放血。
Τὸ δὲ τρίτον ζεῦγος ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας εἰς τὸν πλεύμονα ἀφικνοῦνται, αἱ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερὰ ὑπὸ τὸν μαστὸν καὶ εἰς τὸν σπλῆνά τε καὶ εἰς τὸν νεφρόν, αἱ δ’ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸν δεξιὸν ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαστὸν καὶ ἧπαρ καὶ εἰς τὸν νεφρόν· ἄμφω δὲ τελευτῶσιν εἰς τὸν ὄρχιν.
第三对从太阳穴出发,通过颈部,在肩胛骨下方到达肺部;右侧的血管向左延伸,经过乳房下方到达脾脏和肾脏,而左侧的血管则向右延伸,从肺部经过乳房下方和肝脏到达肾脏;两支都终止于睾丸。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κλεῖς· ἐντεῦθεν δὲ τείνουσι διὰ τῶν βραχιόνων ἄνωθεν εἰς τὰς καμπάς, εἶτα διὰ τῶν πήχεων ἐπὶ τοὺς καρποὺς καὶ τὰς συγκαμπάς, καὶ διὰ τῶν βραχιόνων τοῦ κάτωθεν μορίου εἰς τὰς μασχάλας, καὶ ἐπὶ τῶν πλευρῶν ἄνωθεν, ἕως ἡ μὲν ἐπὶ τὸν σπλῆνα ἡ δ’ ἐπὶ τὸ ἧπαρ ἀφίκηται· εἶθ’ ὑπὲρ τῆς γαστρὸς εἰς τὸ αἰδοῖον ἄμφω τελευτῶσιν.
第四对从头前部和眼睛出发,经过颈部和锁骨下方;从那里它们通过上臂的上侧延伸到肘弯,然后通过前腕延伸到手腕和关节,并通过上臂的下侧部分延伸到腋窝,然后在胁部上侧延伸,直到一支到达脾脏,另一支到达肝脏;最后在腹部上方,两支都终止于生殖器。
Τὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων εἰρημένα σχεδὸν ταῦτ’ ἐστίν· εἰσὶ δὲ καὶ τῶν περὶ φύσιν οἳ τοιαύτην μὲν οὐκ ἐπραγματεύθησαν ἀκριβολογίαν περὶ τὰς φλέβας, πάντες δ’ ὁμοίως τὴν ἀρχὴν αὐτῶν ἐκ τῆς κεφαλῆς καὶ τοῦ ἐγκεφάλου ποιοῦσι, λέγοντες οὐ καλῶς.
其他人所说的内容大概就是这些;而在自然哲学者中,也有一些人虽然没有对血管进行如此详尽精确的探讨,但他们同样都把血管的起点归于头部和脑部,这种说法是不正确的。
Χαλεπῆς δ’ οὔσης, ὥσπερ εἴρηται, τῆς θεωρίας ἐν μόνοις τοῖς ἀποπεπνιγμένοις τῶν ζῴων προλεπτυνθεῖσιν ἔστιν ἱκανῶς καταμαθεῖν, εἴ τινι περὶ τῶν τοιούτων ἐπιμελές.
正如已经说过的,这一观察是困难的,但如果有人对这类事情感兴趣,只有在被窒息死且事先消瘦的动物身上,才能得到充分的领悟。
Ἔχει δὲ τοῦτον τὸν τρόπον ἡ τῶν φλεβῶν φύσις.
血管的自然构造如下。
Δύο φλέβες εἰσὶν ἐν τῷ θώρακι κατὰ τὴν ῥάχιν ἐντός, ἔστι δὲ κειμένη αὐτῶν ἡ μὲν μείζων ἐν τοῖς ἔμπροσθεν, ἡ δ’ ἐλάττων ὄπισθεν ταύτης, καὶ ἡ μὲν μείζων ἐν τοῖς δεξιοῖς μᾶλλον, ἡ δ’ ἐλάττων ἐν τοῖς ἀριστεροῖς, ἣν καλοῦσί τινες ἀορτὴν ἐκ τοῦ τεθεᾶσθαι καὶ ἐν τοῖς τεθνεῶσι τὸ νευρῶδες αὐτῆς μόριον.
在胸腔内沿着脊椎的内侧有两条血管,其中较粗的一条位于前方,较细的一条位于其后方;较粗的一条较偏向右侧,较细的一条则较偏向左侧,这后一条有些人称之为大动脉,因为即使在死尸中,它的腱状部分也是显而易见的。
Αὗται δ’ ἔχουσι τὰς ἀρχὰς ἀπὸ τῆς καρδίας· διὰ μὲν γὰρ τῶν ἄλλων σπλάγχνων, ᾗ τυγχάνουσι τείνουσαι, ὅλαι δι’ αὐτῶν διέρχονται σωζόμεναι καὶ οὖσαι φλέβες, ἡ δὲ καρδία ὥσπερ μόριον αὐτῶν ἐστί, καὶ μᾶλλον τῆς ἐμπροσθίας καὶ μείζονος, διὰ τὸ ἄνω μὲν καὶ κάτω τὰς φλέβας εἶναι ταύτας, ἐν μέσῳ δ’ αὐτῶν τὴν καρδίαν.
这些血管的起点在心脏;因为穿过其他内脏时,无论它们延伸到哪里,它们都完整地穿过并保持为血管,而心脏则仿佛是它们的一部分,尤其是前方的、较粗的血管的一部分,因为这些血管在上下两端,而心脏处于它们中间。
Ἔχουσι δ’ αἱ καρδίαι πᾶσαι μὲν κοιλίας ἐν αὑταῖς, ἀλλ’ αἱ μὲν τῶν σφόδρα μικρῶν ζῴων μόλις φανερὰν τὴν μεγίστην ἔχουσι, τὰ δὲ μέσα τῷ μεγέθει τῶν ζῴων καὶ τὴν ἑτέραν, τὰ δὲ μέγιστα τὰς τρεῖς.
所有的心脏内部都具有腔室,但极小动物的心脏仅能勉强看出最大的那个腔室,中等体型动物的心脏还具有第二个腔室,而最大动物的心脏则有三个。
Ἔστι δὲ τῆς καρδίας τὸ ὀξὺ ἐχούσης εἰς τὸ πρόσθεν, καθάπερ εἴρηται πρότερον, ἡ μεγίστη μὲν κοιλία ἐν τοῖς δεξιοῖς καὶ ἀνωτάτω αὐτῆς, ἡ δ’ ἐλαχίστη ἐν τοῖς ἀριστεροῖς, ἡ δὲ μέση μεγέθει τούτων ἐν τῷ μέσῳ ἀμφοῖν· ἀμφότεραι δὲ πολλῷ ἐλάττους εἰσὶ τῆς μεγίστης.
正如先前所说,心脏的尖端指向前方,最大的腔室位于右侧且最靠上,最小的位于左侧,中等大小的则位于两者中间;而后两者都比最大的腔室小得多。

词汇与语法注释

  1. ¦p.67¦ἔνδοθεν παρὰ τὴν ῥάχιν ἑκάτεραι φέρουσαι — 主格复数阴性分词 `φέρουσαι` 与句首的主语 `Ἕτεραι δὲ φλέβες` 一致。该句在没有对应的主句限定动词(如 `φέρουσι`)的情况下由分词结构连接,构成了语法上的破格(anacoluthon)。
  2. §3.3#1εἰσὶ δὲ καὶ τῶν περὶ φύσιν οἳ — 部分属格 `τῶν περὶ φύσιν`(在研究自然的人之中)充当关系代词 `οἳ` 的实质先行词。这构成了一个表示存在性质的句式,意为“在自然哲学者中也有一些……的人”。
  3. §3.3#1Χαλεπῆς δ’ οὔσης ... τῆς θεωρίας — 由名词 `τῆς θεωρίας` 和现在分词 `οὔσης` 组成的属格独立结构(genitive absolute),在此处表示让步意义(“虽然观察是困难的”)。
  4. ¦p.68¦ἣν καλοῦσί τινες ἀορτὴν — 关系代词 `ἣν`(单数阴性宾格)的先行词是前句的 `ἡ δ’ ἐλάττων`(较小的血管),引出作为宾语补足语的阴性名词 `ἀορτήν`(主动脉)。

引用这一段

亚里士多德, 动物志 §3.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。