§3.20Περὶ δὲ μυελοῦ· καὶ γὰρ τοῦτο ἓν τῶν ὑγρῶν ἐνίοις τῶν ἐναίμων ὑπάρχει ζῴων.
关于骨髓:因为这也是存在于某些有血动物中的流体之一。
Πάντα δὲ ὅσα φύσει ὑπάρχει ὑγρὰ ἐν τῷ σώματι, ἐν ἀγγείοις ὑπάρχει, ὥσπερ καὶ αἷμα ἐν φλεψὶ καὶ μυελὸς ἐν ὀστοῖς, τὰ δὲ ἐν ὑμενώδεσι, καὶ δέρμασι καὶ κοιλίαις.
而所有在体内自然存在的流体都存在于容器中,正如血液在血管中,骨髓在骨骼中,而其他流体则在膜状组织、皮肤和腔室中。
Γίνεται δὲ ἐν μὲν τοῖς νέοις αἱματώδης πάμπαν ὁ μυελός, πρεσβυτέρων δὲ γενομένων ἐν μὲν τοῖς πιμελώδεσι πιμελώδης, ἐν δὲ τοῖς στεατώδεσι στεατώδης.
在年幼的动物中,骨髓完全呈血状,但随着年龄增长,在多脂(软脂)的动物中它变得像软脂,而在多硬脂的动物中它变得像硬脂。
Οὐ πάντα δ’ ἔχει τὰ ὀστᾶ μυελόν, ἀλλὰ τὰ κοῖλα, καὶ τούτων ἐνίοις οὐκ ἔνεστιν· τὰ γὰρ τοῦ λέοντος ὀστᾶ τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἔχει πάμπαν μικρόν, διόπερ ἔνιοι οὔ φασιν ὅλως ἔχειν μυελὸν τοὺς λέοντας, ὥσπερ εἴρηται πρότερον.
并非所有的骨骼都含有骨髓,而是中空的骨骼含有,且在这些骨骼中有些也并不含有;因为狮子的骨骼中,有些不含骨髓,有些则只含有极少,因此正如前文所述,有人说狮子根本没有骨髓。
Καὶ ἐν τοῖς ὑείοις δ’ ὀστοῖς ἐλάττων ἐστίν, ἐνίοις δ’ αὐτῶν πάμπαν οὐκ ἔνεστιν.
在猪的骨骼中,骨髓也较少,其中有些骨骼中完全没有。
Ταῦτα μὲν οὖν τὰ ὑγρὰ σχεδὸν ἀεὶ σύμφυτά ἐστι τοῖς ζῴοις, ὑστερογενῆ δὲ γάλα τε καὶ γονή.
这些流体几乎总是动物与生俱来的,而乳汁和精液则是后生的。
Τούτων δὲ τὸ μὲν ἀποκεκριμένον ἅπασιν, ὅταν ἐνῇ, ἔνεστι, τὸ γάλα· ἡ δὲ γονὴ οὐ πᾶσιν ἀλλ’ ἐνίοις οἱ καλούμενοι θοροὶ τοῖς ἰχθύσιν.
在这些物质中,乳汁在存在时,对所有动物而言都是(分泌而)分离的;但精液并非存在于所有动物中,而是仅存在于某些动物中,比如鱼类中所谓的白子。
Ἔχει δέ, ὅσα ἔχει τὸ γάλα, ἐν τοῖς μαστοῖς.
而所有拥有乳汁的动物,都将其存在于乳房中。
Μαστοὺς δ’ ἔχει ὅσα ζῳοτοκεῖ καὶ ἐν αὑτοῖς καὶ ἔξω, οἷον ὅσα τε τρίχας ἔχει, ὥσπερ ἄνθρωπος καὶ ἵππος, καὶ τὰ κήτη, οἷον δελφὶς καὶ φώκη καὶ φάλαινα· καὶ γὰρ ταῦτα μαστοὺς ἔχει καὶ γάλα.
拥有乳房的是那些在体内和体外都是胎生的动物,例如像人类和马这样有毛的动物,以及鲸类,如海豚、海豹和鲸鱼;因为这些动物也拥有乳房和乳汁。
Ὅσα δ’ ἔξω ζῳοτοκεῖ μόνον ἢ ᾠοτοκεῖ, οὐκ ἔχει οὔτε μαστοὺς οὔτε γάλα, οἷον ἰχθὺς καὶ ὄρνις.
但那些仅在体外胎生或卵生的动物,如鱼和鸟,则既没有乳房也没有乳汁。
Πᾶν δὲ γάλα ἔχει ἰχῶρα ὑδατώδη, ὃ καλεῖται ὀρρός, καὶ σωματῶδες, ὃ καλεῖται τυρός· ἔχει δὲ πλείω τυρὸν τὸ παχύτερον τῶν γαλάκτων.
所有乳汁都含有水状的浆液(称为乳清)和固体物质(称为干酪);乳汁越浓稠,含有的干酪就越多。
Τὸ μὲν οὖν τῶν μὴ ἀμφωδόντων γάλα πήγνυται (διὸ καὶ τυρεύεται τῶν ἡμέρων), τῶν δ’ ἀμφωδόντων οὐ πήγνυται, ὥσπερ οὐδ’ ἡ πιμελή, καὶ ἔστι λεπτὸν καὶ γλυκύ.
两排不都有牙齿(缺少前牙)的动物的乳汁会凝固(因此驯养动物的乳汁被制成干酪),但两排都有牙齿(有前牙)的动物的乳汁则不凝固,正如它们的脂肪一样,且稀薄而甜。
Ἔστι δὲ λεπτότατον μὲν γάλα καμήλου, δεύτερον δ’ ἵππου, τρίτον δὲ ὄνου· παχύτατον δὲ τὸ βόειον.
乳汁中最稀薄的是骆驼乳,其次是马乳,第三是驴乳;最浓稠的是牛乳。
Ὑπὸ μὲν οὖν τοῦ ψυχροῦ οὐ πήγνυται τὸ γάλα, ἀλλὰ διορροῦται μᾶλλον· ὑπὸ δὲ τοῦ πυρὸς πήγνυται καὶ παχύνεται.
乳汁在寒冷时不会凝固,而是更易分离出乳清;但在火(热)的作用下会凝固变稠。
Οὐ γίνεται δὲ γάλα, πρὶν ἢ ἔγκυον γένηται, οὐδενὶ τῶν ζῴων ὡς ἐπὶ τὸ πολύ.
在大多数情况下,任何动物在怀孕前都不会产生乳汁。
Ὅταν δ’ ἔγκυον ᾖ, γίνεται μέν, ἄχρηστον δὲ τὸ πρῶτον καὶ ὕστερον.
怀孕时虽会产生,但最初和最后的乳汁是无用的。
Μὴ ἐγκύοις δ’ οὔσαις ὀλίγον μὲν ἀπ’ ἐδεσμάτων τινῶν, οὐ μὴν ἀλλὰ καὶ βδαλλομέναις ἤδη πρεσβυτέραις προῆλθε, καὶ τοσοῦτον ἤδη τισὶν ὥστ’ ἐκτιτθεῦσαι παιδίον.
在未怀孕的雌性中,由于某些食物也会产生少量的乳汁,不仅如此,有些被持续挤乳的老年雌性也曾流出乳汁,甚至有人流出的乳汁多到可以哺乳婴儿。
Καὶ οἱ περὶ τὴν Οἴτην δέ, ὅσαι ἂν μὴ ὑπομένωσι τὴν ὀχείαν τῶν αἰγῶν, λαμβάνοντες κνίδην τρίβουσι τὰ οὔθατα βίᾳ διὰ τὸ ἀλγεινὸν εἶναι· τὸ μὲν οὖν πρῶτον αἱματῶδες ἀμέλγονται, εἶθ’ ὑπόπυον, τὸ δὲ τελευταῖον γάλα ἤδη οὐδὲν ἔλαττον τῶν ὀχευομένων.
在俄伊塔山附近,如果有山羊不接受交配,人们会用荨麻强行摩擦乳房,使其感到疼痛;起初挤出的是带血的液体,然后是脓状的,但最后流出的乳汁与交配过的山羊无异。
Τῶν δ’ ἀρρένων ἔν τε τοῖς ἄλλοις ζῴοις καὶ ἐν ἀνθρώπῳ ἐν οὐδενὶ μὲν ὡς ἐπὶ τὸ πολὺ γίνεται γάλα, ὅμως δὲ γίνεται ἔν τισιν, ἐπεὶ καὶ ἐν Λήμνῳ αἲξ ἐκ τῶν μαστῶν, οὓς ἔχει δύο ὁ ἄρρην παρὰ τὸ αἰδοῖον, γάλα ἠμέλγετο τοσοῦτον ὥστε γίνεσθαι τροφαλίδα, καὶ πάλιν ὀχεύσαντος τῷ ἐκ τούτου γενομένῳ συνέβαινε ταὐτόν.
在雄性中,无论是其他动物还是人类,一般而言都不会产生乳汁,但有些个例中确实会产生;因为在雷姆诺斯岛上,一只公山羊从其生殖器旁的两个乳房中,被挤出很多乳汁,以至于可以制成干酪,而且在它交配后,其后代也发生了同样的情况。
Ἀλλὰ τὰ μὲν τοιαῦτα ὡς σημεῖα ὑπολαμβάνουσιν, ἐπεὶ καὶ τῷ ἐν Λήμνῳ ἀνεῖλεν ὁ θεὸς μαντευσαμένῳ ἐπίκτησιν ἔσεσθαι χρημάτων.
但人们将此类事情视为兆头(奇兆),因为在雷姆诺斯岛发生这件事时,神明对求问神谕者说,这将会有财富的获得。
Ἐν δὲ τοῖς ἀνδράσι μεθ’ ἥβην ἐνίοις ἐκθλίβεται ὀλίγον· βδαλλομένοις δὲ καὶ πολὺ ἤδη τισὶ προῆλθεν.
在男子中,青春期后有些人能挤出少量的乳汁;而在那些被持续吸吮(挤乳)的人中,甚至有些人流出了大量的乳汁。
Ὑπάρχει δ’ ἐν τῷ γάλακτι λιπαρότης, ἣ καὶ ἐν τοῖς πεπηγόσι γίνεται ἐλαιώδης.
乳汁中存在着脂肪,在凝固的乳汁中也会变成油状。
Εἰς δὲ τὸ προβάτειον ἐν Σικελίᾳ, καὶ ὅπου πλεῖον, αἴγειον μιγνύουσιν.
在西西里以及其他产量更多的地方,人们将山羊乳掺入绵羊乳中。
Πήγνυται δὲ μάλιστα οὐ μόνον τὸ τυρὸν ἔχον πλεῖστον, ἀλλὰ καὶ τὸ αὐχμηρότερον ἔχον.
最容易凝固的不仅是干酪成分含量最多的乳汁,还有含有更干燥(水分少)成分的乳汁。
Τὰ μὲν οὖν πλέον ἔχει γάλα ἢ ὅσον εἰς τὴν ἐκτροφὴν τῶν τέκνων, καὶ χρήσιμον εἰς τύρευσιν καὶ ἀπόθεσιν, μάλιστα μὲν τὸ προβάτειον καὶ τὸ αἴγειον, ἔπειτα τὸ βόειον· τὸ δ’ ἵππειον καὶ τὸ ὄνειον μίγνυται εἰς τὸν Φρύγιον τυρόν.
拥有超过抚育幼仔所需乳汁、且适用于制酪和保存的,主要是绵羊乳和山羊乳,其次是牛乳;马乳和驴乳则被掺入弗里吉亚干酪中。
Ἔνεστι δὲ τυρὸς πλείων ἐν τῷ βοείῳ ἢ ἐν τῷ αἰγείῳ· γίνεσθαι γάρ φασιν οἱ νομεῖς ἐκ μὲν ἀμφορέως αἰγείου γάλακτος τροφαλίδας ὀβολιαίας μιᾶς δεούσης εἴκοσιν, ἐκ δὲ βοείου τριάκοντα.
牛乳中的干酪含量多于山羊乳;因为牧人说,一阿姆波拉的山羊乳可以制成十九个(少于二十个一个的)一奥博尔大小的干酪,而牛乳则可以制成三十个。
Τὰ δ’ ὅσον τοῖς τέκνοις ἱκανόν, πλῆθος δ’ οὐδὲν οὔτε χρήσιμον εἰς τύρευσιν, οἷον πάντα τὰ πλείους ἔχοντα μαστοὺς δυοῖν· οὐδενὸς γὰρ τούτων οὔτε πλῆθός ἐστι γάλακτος οὔτε τυρεύεται τὸ γάλα.
至于那些仅够抚育幼仔、且完全没有足够数量用于制酪的,是所有拥有两个以上乳房的动物;因为这些动物中没有一个拥有大量的乳汁,其乳汁也不能制成干酪。
Πήγνυσι δὲ τὸ γάλα ὀπός τε συκῆς καὶ πυετία.
乳汁是由无花果汁和凝乳酶凝固的。
Ὁ μὲν οὖν ὀπὸς εἰς ἔριον ἐξοπισθείς, ὅταν ἐκπλυθῇ πάλιν τὸ ἔριον εἰς γάλα ὀλίγον· τοῦτο γὰρ κεραννύμενον πήγνυσιν.
无花果汁被挤到羊毛上,当羊毛再次在少量乳汁中洗净时;因为这被混合后就会使其凝固。
Ἡ δὲ πυετία γάλα ἐστίν· τῶν γὰρ ἔτι θηλαζόντων ἐστὶν ἐν τῇ κοιλίᾳ.
而凝乳酶则是乳汁;因为它是那些仍在哺乳的幼仔胃中的乳汁。