Humanitext Reader

亚里士多德 · 动物志 §3.19

血液的性质、凝固及其因健康与年龄的差异

第 47 段,共 189 段 · 希腊语

内容简介

详细论述了血液的基本性质和生理特征。文中解释了血液没有感觉的特性、凝固规律、因健康状况、性别和年龄导致的密度和数量差异、因血液发生病变而引起的各种疾病,以及浆液与血液的关系。

§3.19Περὶ δὲ αἵματος ὧδε ἔχει· τοῦτο γὰρ πᾶσιν ἀναγκαιότατον καὶ κοινότατον τοῖς ἐναίμοις, καὶ οὐκ ἐπίκτητον, ἀλλ’ ὑπάρχει πᾶσι τοῖς μὴ φθειρομένοις.
关于血液,情况如下:因为这在所有有血动物中是最必需且最共同的,并非后天获得,而是存在于所有未走向死亡的动物中。
Πᾶν δ’ αἷμά ἐστιν ἐν ἀγγείῳ, ἐν ταῖς καλουμέναις φλεψίν, ἐν ἄλλῳ δὲ οὐδενὶ πλὴν ἐν τῇ καρδίᾳ μόνον.
所有的血液都存在于容器中,即所谓的血管中,除了仅在心脏中之外,不存在于其他任何地方。
Οὐκ ἔχει δὲ αἴσθησιν τὸ αἷμα ἁπτομένων ἐν οὐδενὶ τῶν ζῴων, ὥσπερ οὐδ’ ἡ περίττωσις ἡ ἐν τῇ κοιλίᾳ· οὐδὲ δὴ ὁ ἐγκέφαλος οὐδ’ ὁ μυελὸς οὐκ ἔχει αἴσθησιν ἁπτομένων.
在任何动物中,血液在被触摸时都没有感觉,正如胃里的排泄物没有感觉一样;而且脑和骨髓在被触摸时也确实没有感觉。
Ὅπου δ’ ἄν τις διέλῃ τὴν σάρκα, γίνεται αἷμα ἐν ζῶντι, ἐὰν μὴ ᾖ διεφθαρμένη ἡ σάρξ.
在活体中,只要肌肉没有坏死,无论切开肌肉的哪个部位,都会有血液产生。
Ἔστι δὲ τὴν φύσιν τὸ αἷμα τόν τε χυμὸν ἔχον γλυκύν, ἐάν περ ὑγιὲς ᾖ, καὶ τὸ χρῶμα ἐρυθρόν· τὸ δὲ χεῖρον ἢ φύσει ἢ νόσῳ μελάντερον.
血液在天性上,如果是健康的,则具有甜味,颜色呈红色;而因天性或疾病而较差的血液则较黑。
Καὶ οὔτε λίαν παχὺ οὔτε λίαν λεπτὸν τὸ βέλτιστον, ἐὰν μὴ χεῖρον ᾖ διὰ φύσιν ἢ διὰ νόσον.
如果没有因天性或疾病而变差,最优质的血液既不过于浓稠,也不过于稀薄。
Καὶ ἐν μὲν τῷ ζῴῳ ὑγρὸν καὶ θερμὸν ἀεί, ἐξιὸν δὲ ἔξω πήγνυται πάντων πλὴν ἐλάφου καὶ προκὸς καὶ εἴ τι ἄλλο τοιαύτην ἔχει τὴν φύσιν· τὸ δ’ ἄλλο αἷμα πήγνυται, ἐὰν μὴ ἐξαιρεθῶσιν αἱ ἶνες.
在动物体内时它总是呈液态且温热,但流出体外时,除了鹿、狍子以及其他具有类似天性的动物外,所有动物的血液都会凝固;而其他血液,除非纤维被去除,否则都会凝固。
Τάχιστα δὲ πήγνυται τὸ τοῦ ταύρου αἷμα πάντων.
在所有动物中,雄牛的血液凝固得最快。
Ἔστι δὲ τῶν ἐναίμων ταῦτα πολυαιμότερα τὰ καὶ ἐν αὑτοῖς καὶ ἔξω ζῳοτόκα [καὶ] τῶν ἐναίμων μὲν ᾠοτοκούντων δέ.
在有血动物中,那些在体内和体外都属胎生的动物,比那些有血但属卵生的动物拥有更多的血液。
Τὰ δὲ εὖ ἔχοντα ἢ φύσει ἢ τῷ ὑγιαίνειν οὔτε πολὺ λίαν ἔχει, ὥσπερ τὰ πεπωκότα πόμα πρόσφατον, οὔτ’ ὀλίγον, ὥσπερ τὰ πίονα λίαν· τὰ γὰρ πίονα καθαρὸν μὲν ἔχει ὀλίγον δὲ τὸ αἷμα, καὶ γίνεται πιότερα γινόμενα ἀναιμότερα· ἄναιμον γὰρ τὸ πῖον.
而由于天性或健康状况而处于良好状态的动物,其血液既不像刚喝过水的动物那样过多,也不像极度肥胖的动物那样过少;因为肥胖的动物拥有的纯净血液较少,而且随着它们变得越没有血气,它们就变得越肥胖;因为脂肪是无血的。
Καὶ τὸ μὲν πῖον ἄσηπτον, τὸ δ’ αἷμα καὶ τὰ ἔναιμα τάχιστα σήπεται, καὶ τούτων τὰ περὶ τὰ ὀστᾶ.
脂肪不易腐烂,而血液和含有血液的部分则极易腐烂,其中尤以骨骼周围的部分为最快。
Ἔχει δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον ἄνθρωπος, παχύτατον δὲ καὶ μελάντατον τῶν ζῳοτόκων ταῦρος καὶ ὄνος.
人类拥有最稀薄且最纯净的血液,而在胎生动物中,雄牛和驴则拥有最浓稠且最黑的血液。
Καὶ ἐν τοῖς κάτω δὲ μορίοις ἢ ἐν τοῖς ἄνω παχύτερον τὸ αἷμα γίνεται καὶ μελάντερον.
而且在身体的下部,血液比在上部变得更浓稠、更黑。
Σφύζει δὲ τὸ αἷμα ἐν ταῖς φλεψὶν ἐν ἅπασι πάντῃ ἅμα τοῖς ζῴοις, καὶ ἔστι τῶν ὑγρῶν μόνον καθ’ ἅπαν τε τὸ σῶμα τοῖς ζῴοις καὶ ἀεί, ἕως ἂν ζῇ, τὸ αἷμα μόνον.
血液在所有动物体内、所有部位的血管中同时搏动,且血液是唯一在动物整个生命期间、贯穿全身且始终存在的流体。
Πρῶτον δὲ γίνεται τὸ αἷμα ἐν τῇ καρδίᾳ τοῖς ζῴοις, καὶ πρὶν ὅλον διηρθρῶσθαι τὸ σῶμα.
在动物中,血液最先产生于心脏,甚至在整个身体完全成形之前。
Στερισκομένου δ’ αὐτοῦ καὶ ἀφιεμένου ἔξω πλείονος μὲν ἐκθνήσκουσι, πολλοῦ δ’ ἄγαν ἀποθνήσκουσιν.
当血液流失且排出较多时,动物会昏厥,而当排出过多时,它们就会死亡。
Ἐξυγραινομένου δὲ λίαν νοσοῦσιν· γίνεται γὰρ ἰχωροειδές, καὶ διορροῦται οὕτως ὥστε ἤδη τινὲς ἴδισαν αἱματώδη ἱδρῶτα.
当血液变得过于稀薄时,它们就会生病;因为血液会变得像浆液一样,并且稀薄如水,以至于有人甚至曾流出带血的汗。
Καὶ ἐξιὸν ἐνίοις οὐ πήγνυται παντελῶς ἢ διωρισμένως καὶ χωρίς.
在某些个体中,流出体外的血液完全不凝固,或者分离开来、不完全地凝固。
Τοῖς δὲ καθεύδουσιν ἐν τοῖς ἐκτὸς μέρεσιν ἔλαττον γίνεται τὸ αἷμα, ὥστε καὶ κεντουμένων μὴ ῥεῖν ὁμοίως.
而在睡眠中的人身上,外部部位的血液会变少,以至于即使被刺,血液也不会像平时那样流出。
Γίνεται δὲ πεττόμενον ἐξ ἰχῶρος μὲν αἷμα, ἐξ αἵματος δὲ πιμελή·
经过熟化作用,浆液转化为血液,而血液则转化为软脂。
νενοσηκότος δ’ αἵματος αἱμορροῒς ἥ τ’ ἐν ταῖς ῥισὶ καὶ ἡ περὶ τὴν ἕδραν, καὶ ἰξία.
但当血液发生病变时,就会在鼻腔和肛门周围产生痔疮,以及静脉曲张。
Σηπόμενον δὲ γίνεται τὸ αἷμα ἐν τῷ σώματι πύον, ἐκ δὲ τοῦ πύου πῶρος.
血液在体内腐烂后会变成脓,而从脓中会产生结石。
Τὸ δὲ τῶν θηλειῶν πρὸς τὸ τῶν ἀρρένων διαφέρει· παχύτερόν τε γὰρ καὶ μελάντερόν ἐστιν ὁμοίως ἐχόντων πρὸς ὑγίειαν καὶ ἡλικίαν ἐν τοῖς θήλεσιν, καὶ ἐπιπολῆς μὲν ἔλαττον ἐν τοῖς θήλεσιν, ἐντὸς δὲ πολυαιμότερον.
雌性的血液与雄性不同:因为在健康状况和年龄相同的情况下,雌性的血液更为浓稠且较黑;虽然雌性身体表面的血液较少,但其内部血液却更为充足。
Μάλιστα δὲ καὶ τῶν θηλέων ζῴων γυνὴ πολύαιμον, καὶ τὰ καλούμενα καταμήνια γίνεται πλεῖστα τῶν ζῴων ἐν ταῖς γυναιξίν.
在所有雌性动物中,女人尤其多血,而在所有动物中,所谓的月经在女人身上发生得最为频繁。
Νενοσηκὸς δὲ τοῦτο τὸ αἷμα καλεῖται ῥοῦς.
当这种血液发生病变时,就被称为带下。
Τῶν δ’ ἄλλων τῶν νοσηματικῶν ἧττον μετέχουσιν αἱ γυναῖκες.
而女人较少罹患其他类似的病理状态。
Ὀλίγαις δὲ γίνεται ἰξία καὶ αἱμορροῒς καὶ ἐκ ῥινῶν ῥύσις· ἐὰν δέ τι συμβαίνῃ τούτων, τὰ καταμήνια χείρω γίνεται.
只有少数女人会发生静脉曲张、痔疮或鼻出血;如果发生了这些情况,月经就会变得更糟。
Διαφέρει δὲ καὶ κατὰ τὰς ἡλικίας πλήθει καὶ εἴδει τὸ αἷμα· ἐν μὲν γὰρ τοῖς πάμπαν νέοις ἰχωροειδές ἐστι καὶ πλεῖον, ἐν δὲ τοῖς γέρουσι παχὺ καὶ μέλαν καὶ ὀλίγον, ἐν ἀκμάζουσι δὲ μέσως·
血液在数量和性质上也因年龄而异:因为在极年轻的个体中,血液像浆液一样且较多,而在老人中,血液则浓稠、发黑且较少,在壮年人中则处于中间状态。
καὶ πήγνυται ταχὺ τὸ τῶν γερόντων, κἂν ἐν τῷ σώματι ᾖ ἐπιπολῆς· τοῖς δὲ νέοις οὐ γίνεται τοῦτο.
老人的血液凝固得很快,即使是在体表也是如此;但在年轻人身上则不会发生这种情况。
Ἰχὼρ δ’ ἐστὶν ἄπεπτον αἷμα, ἢ τῷ μήπω πεπέφθαι ἢ τῷ διωρρῶσθαι.
浆液是未熟化的血液,这或是由于它尚未被熟化,或是由于它已变得像水一样稀薄。

词汇与语法注释

  1. p.87ἁπτομένων — 分词 ἁπτομένων(ἅπτομαι“触摸”的现在时属格复数)在此可以理解为省略泛指主语的属格独立结构(“当人们触摸时”),或指代触摸的行为,表示“被触摸时”的被动或客观状况。
  2. p.87τὰ καὶ ἐν αὑτοῖς καὶ ἔξω ζῳοτόκα — 指“胎生动物”(在其内部和外部都产下活子的动物,即哺乳动物)。在亚里士多德的生物分类中,哺乳动物如此表达是因为胚胎在母体内部(ἐν αὑτοῖς)发育并以活体产出到外部(ἔξω),这与在体内孵化后产出活子的卵胎生(如软骨鱼类)相区别。
  3. p.88ἰξία — 在此上下文中,ἰξία 与鼻出血和痔疮并列,因此最自然地被解释为“静脉曲张”(血管异常)。尽管在其他古典医学文本中它可能指“坐骨神经痛”或“风湿病”,但此处基于体液病理学的观点,它被视为血管系统疾病。
  4. p.89τῷ μήπω πεπέφθαι ἢ τῷ διωρρῶσθαι — 带有冠词的不定式(τῷ μήπω πεπέφθαι 和 τῷ διωρρῶσθαι)作原因或方式与格,意为“或因尚未被消化熟化,或因变得像水一样稀薄”。这根据亚里士多德的“消化/熟化(pepsis)”概念解释了浆液的生理状态。

引用这一段

亚里士多德, 动物志 §3.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。