Humanitext Reader

亚里士多德 · 动物志 §3.11#1

皮肤的性质与毛发硬度及变白现象

第 43 段,共 189 段 · 希腊语

内容简介

说明了毛发的硬度变异及皮肤的明胶成分等生理特征,并探讨了毛发变白的过程,以及人类特有的先天和后天毛发产生部位与脱落规律。

§3.11#1Ἡ δὲ φύσις τῆς τριχός ἐστι σχιστή.
毛发的性质是易分裂的。
Τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρουσι πρὸς ἀλλήλας.
而它们因程度的不同而互相差异。
Ἔνιαι δὲ τῇ σκληρότητι μεταβαίνουσαι κατὰ μικρὸν οὐκέτι θριξὶν ἐοίκασιν ἀλλ’ ἀκάνθαις, οἷον αἱ τῶν ἐχίνων τῶν χερσαίων, παραπλησίως τοῖς ὄνυξιν· καὶ γὰρ τὸ τῶν ὀνύχων γένος ἐν ἐνίοις τῶν ζῴων οὐδὲν διαφέρει διὰ τὴν σκληρότητα τῶν ὀστῶν.
有些在硬度上逐渐过渡,不再像毛发,而是像刺,例如陆生刺猬的毛,这与爪非常相似;因为在某些动物中,爪的类别由于其硬度而与骨骼毫无区别。
Δέρμα δὲ πάντων λεπτότατον ἄνθρωπος ἔχει κατὰ λόγον τοῦ μεγέθους.
人类按其体型比例拥有所有动物中最薄的皮肤。
Ἔνεστι δ’ ἐν τοῖς δέρμασι πᾶσι γλισχρότης μυξώδης, ἐν μὲν τοῖς ἐλάττων ἐν δὲ τοῖς πλείων, οἷον ἐν τοῖς τῶν βοῶν, ἐξ ἦς ποιοῦσι τὴν κόλλαν· ἐνιαχοῦ δὲ καὶ ἐξ ἰχθύων ποιοῦσι κόλλαν.
在所有的皮肤中都存在着一种粘液状的粘性物质,有些较少,有些较多,例如在牛的皮肤中,人们用它来制作胶水;在某些地方,他们也用鱼制作胶水。
Ἀναίσθητον δὲ τὸ δέρμα τεμνόμενόν ἐστι καθ’ αὑτό· μάλιστα δὲ τοιοῦτον τὸ ἐν τῇ κεφαλῇ, διὰ τὸ τὸ μεταξὺ ἀσαρκότατον εἶναι πρὸς τὸ ὀστοῦν.
皮肤本身在被切割时是没有感觉的;尤其是头部皮肤,因为皮肤与骨骼之间的部分最没有肉。
Ὅπου δ’ ἂν ᾖ καθ’ αὑτὸ δέρμα, ἂν διακοπῇ, οὐ συμφύεται, οἷον γνάθου τὸ λεπτὸν καὶ ἀκροποσθία καὶ βλεφαρίς.
在凡是只有皮肤单独存在的地方,如果被切开,就不会重新愈合,例如下颌的薄处、包皮和眼睑。
Τῶν συνεχῶν δὲ τὸ δέρμα ἐν ἅπασι τοῖς ζῴοις, καὶ ταύτῃ διαλείπει ᾗ καὶ οἱ κατὰ φύσιν πόροι ἐξικμάζονται, καὶ κατὰ τὸ στόμα καὶ ὄνυχας.
在所有动物中,皮肤属于连续的结构,但在自然通道排出分泌物的地方,以及在口和爪处,皮肤会中断。
Δέρμα μὲν οὖν πάντ’ ἔχει τὰ ἔναιμα ζῷα, τρίχας δ’ οὐ πάντα, ἀλλ’ ὥσπερ εἴρηται πρότερον.
因此,所有有血动物都有皮肤,但并非所有都有毛发,而是如前所述。
Μεταβάλλουσι δὲ τὰς χρόας γηρασκόντων καὶ λευκαίνονται ἐν ἀνθρώπῳ· τοῖς δ’ ἄλλοις γίνεται μέν, οὐκ ἐπιδήλως δὲ σφόδρα, πλὴν ἐν ἵππῳ.
而且随着变老,它们会改变颜色,在人类中会变白;而在其他动物中,虽然也会发生,但除了马之外,并不十分明显。
Λευκαίνεται δὲ καὶ ἀπ’ ἄκρας ἡ θρίξ.
毛发也从末端开始变白。
Αἱ δὲ πλεῖσται εὐθὺς φύονται λευκαὶ τῶν πολιῶν.
然而,在灰发中,大多数是一长出来就是白的。
Ἧι καὶ δῆλον ὅτι οὐχ αὑότης ἐστὶν ἡ πολιότης, ὥσπερ τινές φασιν· οὐδὲν γὰρ φύεται εὐθὺς αὗον.
由此也清楚表明,白发 w 并不是像某些人所说的那样是枯干;因为没有任何东西一长出来就是枯干的。
Ἐν δὲ τῷ ἐξανθήματι ὃ καλεῖται λεύκη, πᾶσαι πολιαὶ γίγνονται· ἤδη δέ τισι κάμνουσι μὲν πολιαὶ ἐγένοντο, ὑγιασθεῖσι δὲ ἀπορρυεισῶν μέλαιναι ἀνεφύησαν.
在被称为“白斑”的皮疹中,所有的毛发都会变白;甚至已有一些人在生病时头发变白,但在康复后,在白发脱落之后,又长出了黑发。
Γίνονταί τε μᾶλλον πολιαὶ σκεπαζομένων τῶν τριχῶν ἢ διαπνεομένων.
而且毛发在被覆盖时比在通风时更容易变白。
Πρῶτον δὲ πολιοῦνται οἱ κρόταφοι τῶν ἀνθρώπων, καὶ τὰ πρόσθια πρότερα τῶν ὀπισθίων· τελευταῖον δ’ ἡ ἥβη.
在人类中,首先是太阳穴变白,且前部比后部更早;最后是阴部。
Εἰσὶ δὲ τῶν τριχῶν αἱ μὲν συγγενεῖς, αἱ δ’ ὕστερον κατὰ τὰς ἡλικίας γινόμεναι ἐν ἀνθρώπῳ μόνῳ τῶν ζῴων, συγγενεῖς μὲν αἱ ἐν τῇ κεφαλῇ καὶ ταῖς βλεφαρίσι καὶ ταῖς ὀφρύσιν, ὑστερογενεῖς δὲ αἱ ἐπὶ τῆς ἥβης πρῶτον, ἔπειτα αἱ ἐπὶ τῆς μασχάλης, τρίται δ’ αἱ ἐπὶ τοῦ γενείου· ἴσοι γὰρ οἱ τόποι εἰσὶν ἐν οἷς αἱ τρίχες ἐγγίνονται αἵ τε συγγενεῖς καὶ αἱ ὑστερογενεῖς.
在毛发中,有些是先天的,有些则是随着年龄增长在后天产生的,这在动物中仅见于人类;先天的是头上的、睫毛和眉毛,后天诞生的是首先在阴部,其次在腋窝,第三是在下巴;因为先天毛发和后天毛发所产生的地方是相对应的。
Λείπουσι δὲ καὶ ῥέουσι κατὰ τὴν ἡλικίαν αἱ ἐκ τῆς κεφαλῆς καὶ μάλιστα καὶ πρῶται.
随着年龄增长,头部的毛发会减少并脱落,而且最严重也最先发生。
Τούτων δὲ αἱ ἔμπροσθεν μόναι· τὰ γὰρ ὄπισθεν οὐδεὶς γίνεται φαλακρός.
而且在这些中,仅限于前部;因为没有人会在后脑勺变秃。

词汇与语法注释

  1. 3.11#1διὰ τὸ τὸ μεταξὺ ἀσαρκότατον εἶναι πρὸς τὸ ὀστοῦν — 介词 διά 后面跟着“冠词 τό + 不定词 εἶναι”的宾格不定词短语。不定词的逻辑主语是中性冠词短语 τό μεταξύ(中间,即皮肤与骨骼之间),而 ἀσαρκότατον 是其表语形容词。
  2. 3.11#1Τῶν συνεχῶν — 名词化的中性复数属格,起表语性部分属格(partitive genitive)的作用,表示“属于连续结构(组织)之一”。
  3. 3.11#1ἀπορρυεισῶν — 动词 ἀπορρέω 的不定过去时被动分词(阴性复数属格)。在语法上,它与省略的阴性主语 τριχῶν(毛发)构成属格绝对独立结构(genitive absolute)。
  4. 3.11#1ἴσοι γὰρ οἱ τόποι εἰσὶν — 此处的 1ἴσοι 意为“同等的”或“(结构上)相对应的”。这反映了亚里士多德的胚胎学观点,即人体中先天毛发生长部位(头部、眉毛、睫毛)与后天毛发生长部位(阴部、腋窝、下巴)在几何学或结构上具有对称和对应关系。

引用这一段

亚里士多德, 动物志 §3.11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。