Humanitext Reader

亚里士多德 · 动物志 §3.12-3.15

羽毛与体毛变色以及膜、大网与膀胱

第 45 段,共 189 段 · 希腊语

内容简介

本章论述了鸟类羽毛及动物毛发颜色因年龄、季节或当地水源而改变的现象,随后解释了有血动物中膜、大网和膀胱的解剖学特征及性质。

§3.12Περὶ δὲ τὰ πτερωτὰ τῶν ζῴων, οἷον τοὺς ὄρνιθας, κατὰ μὲν τὰς ἡλικίας οὐδὲν μεταβάλλει, πλὴν γέρανος· αὕτη δ’ οὖσα τεφρὰ μελάντερα γηράσκουσα τὰ πτερὰ ἴσχει·
关于有羽翼的动物,例如鸟类,它们绝不因年龄而改变,但起重机(鹤)除外;它虽是灰色的,但随着变老而长出更黑的羽毛。
διὰ δὲ τὰ πάθη τὰ γιγνόμενα κατὰ τὰς ὥρας, οἷον ὅταν ψύχη γίγνηται μᾶλλον, ἐνίοτε γίνεται τῶν μονοχρόων ἐκ μελάνων τε καὶ μελαντέρων λευκά, οἷον κόραξ τε καὶ στρουθὸς καὶ χελιδόνες· ἐκ δὲ τῶν λευκῶν γενῶν οὐκ ὦπται εἰς μέλαν μεταβάλλον.
而由于季节产生的变化,例如在天气变得更冷时,有时在单色的鸟类中,会从黑色或较黑的颜色变成白色,例如渡鸦、麻雀和燕子;但从未见过白色的种类变成黑色。
Καὶ κατὰ τὰς ὥρας δὲ οἱ πολλοὶ τῶν ὀρνίθων μεταβάλλουσι τὰς χρόας, ὥστε λαθεῖν ἂν τὸν μὴ συνήθη.
根据季节,大多数鸟类都会改变其颜色,以至于不熟悉的人不会注意到。
Μεταβάλλουσι δ’ ἔνια τῶν ζῴων τὰς χρόας τῶν τριχῶν κατὰ τὰς τῶν ὑδάτων μεταβολάς· ἔνθα μὲν γὰρ λευκὰ γίγνονται, ἔνθα δὲ μέλανα ταὐτά.
此外,一些动物会根据水的变化而改变其毛发的颜色;因为在某些地方,相同的动物会变白,而在另一些地方则变黑。
Καὶ περὶ τὰς ὀχείας δ’ ἐστὶν ὕδατα πολλαχοῦ τοιαῦτα, ἃ πιόντα καὶ ὀχεύσαντα μετὰ τὴν πόσιν τὰ πρόβατα μέλανας γεννῶσι τοὺς ἄρνας, οἷον καὶ ἐν τῇ Χαλκιδικῇ τῇ ἐπὶ τῆς Θρᾴκης ἐν τῇ Ἀσσυρίτιδι ἐποίει ὁ καλούμενος ποταμὸς Ψυχρός.
关于交配,在许多地方也有这样的水源,绵羊在饮用后并进行交配,就会生出黑色的羔羊,正如在色雷斯的卡尔基迪克、阿淑里蒂斯地区,所谓的“寒冷河”过去所起的作用那样。
Καὶ ἐν τῇ Ἀντανδρίᾳ δὲ δύο ποταμοί εἰσιν, ὧν ὁ μὲν λευκὰ ὁ δὲ μέλανα ποιεῖ τὰ πρόβατα.
在安坦德罗斯也有两条河流,其中一条使绵羊变白,另一条使绵羊变黑。
Δοκεῖ δὲ καὶ ὁ Σκάμανδρος ποταμὸς ξανθὰ τὰ πρόβατα ποιεῖν· διὸ καὶ τὸν Ὅμηρόν φασιν ἀντὶ Σκαμάνδρου Ξάνθον προσαγορεύειν αὐτόν.
斯卡曼德罗斯河似乎也使绵羊变黄;因此人们说,荷马也用克桑托斯来称呼它,而不是斯卡曼德罗斯。
Τὰ μὲν οὖν ἄλλα ζῷα οὔτ’ ἐντὸς ἔχει τρίχας, τῶν τ’ ἀκρωτηρίων ἐν τοῖς πρανέσιν ἀλλ’ οὐκ ἐν τοῖς ὑπτίοις· ὁ δὲ δασύπους μόνος καὶ ἐντὸς ἔχει τῶν γνάθων τρίχας καὶ ὑπὸ τοῖς ποσίν.
因此,其他动物内部没有毛发,其末端肢体也是在外侧有毛而内侧没有;但唯独野兔在下颌内部和脚底下都有毛发。
Ἔτι δὲ καὶ ὁ μῦς τὸ κῆτος ὀδόντας μὲν ἐν τῷ στόματι οὐκ ἔχει, τρίχας δὲ ὁμοίας ὑείαις.
此外,被称为“姆斯”的鲸口中没有牙齿,却有类似于猪毛的毛。
Αἱ μὲν οὖν τρίχες αὐξάνονται ἀποτμηθεῖσαι κάτωθεν, ἄνωθεν δ’ οὔ· τὰ δὲ πτερὰ οὔτ’ ἄνωθεν οὔτε κάτωθεν, ἀλλ’ ἐκπίπτει.
剪断的毛发从下方生长,而不会从上方生长;但羽毛既不从上方也不从下方生长,而是会脱落。
Οὐκ ἀναφύεται δὲ ἐκτιλθὲν οὔτε τῶν μελιττῶν τὸ πτερὸν οὔθ’ ὅσα ἄλλα ἔχει ἄσχιστον τὸ πτερόν· οὐδὲ τὸ κέντρον, ὅταν ἀποβάλλῃ ἡ μέλιττα, ἀλλὰ θνήσκει.
被拔掉的蜜蜂翅膀不会重新长出,其他所有拥有未分裂翅膀的动物也是如此;当蜜蜂失去刺针时,刺针也不会重新长出,而且蜜蜂会死掉。
§3.13Εἰσὶ δὲ καὶ ὑμένες ἐν τοῖς ζῴοις ἅπασι τοῖς ἐναίμοις.
在所有有血动物中也存在着膜。
Ὅμοιος δ’ ἐστὶν ὁ ὑμὴν δέρματι πυκνῷ καὶ λεπτῷ, ἔστι δὲ τὸ γένος ἕτερον· οὔτε γάρ ἐστι σχιστὸν οὔτε τατόν.
膜类似于厚而薄的皮肤,但其种类不同;因为它既不能撕裂,也不能拉伸。
Περὶ ἕκαστον δὲ τῶν ὀστῶν καὶ περὶ ἕκαστον τῶν σπλάγχνων ὁ ὑμήν ἐστι καὶ ἐν τοῖς μείζοσι καὶ ἐν τοῖς ἐλάττοσι ζῴοις· ἀλλ’ ἄδηλοι ἐν τοῖς ἐλάττοσι διὰ τὸ πάμπαν εἶναι λεπτοὶ καὶ μικροί.
在每个骨骼周围和每个内脏周围都有膜,在较大的动物和较小的动物中都是如此;但在较小的动物中,它们因完全薄且小而难以察觉。
Μέγιστοι δὲ τῶν ὑμένων εἰσὶν οἵ τε περὶ τὸν ἐγκέφαλον δύο, ὧν ὁ περὶ τὸ ὀστοῦν ἰσχυρότερος καὶ παχύτερος τοῦ περὶ τὸν ἐγκέφαλον, ἔπειθ’ ὁ περὶ τὴν καρδίαν ὑμήν.
在膜中,最大的是脑周围的两层膜,其中包裹骨骼的那层(硬膜)比包裹脑的那层(软膜)更坚韧、更厚,其次是心脏周围的膜。
Διακοπεὶς δὲ οὐ συμφύεται ψιλὸς ὑμήν, ψιλούμενά τε τὰ ὀστᾶ τῶν ὑμένων σφακελίζει.
裸露的膜切断后不会愈合,而被剥去膜的骨骼则会坏死。
§3.14Ἔστι δὲ καὶ τὸ ἐπίπλουν ὑμήν.
大网也是一种膜。
Ἔχει δ’ ἐπίπλουν πάντα τὰ ἔναιμα· ἀλλὰ τοῖς μὲν πῖον τοῖς δ’ ἀπίμελόν ἐστιν.
所有有血动物都有大网;但有些是多脂的,有些是无脂的。
Ἔχει δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ἐξάρτησιν ἐν τοῖς ζῳοτόκοις καὶ ἀμφώδουσιν ἐκ μέσης τῆς κοιλίας, ᾗ ἐστὶν οἷον ῥαφή τις αὐτῆς· καὶ τοῖς μὴ ἀμφώδουσι δὲ ἐκ τῆς μεγάλης κοιλίας ὡσαύτως.
在胎生且双颌有齿的动物中,它起源并附着于胃的中部,即在那里有类似于其缝线的地方;在双颌无齿的动物中也是如此,同样起源于大胃。
§3.15Ἔστι δὲ καὶ ἡ κύστις ὑμενοειδὴς μέν, ἄλλο δὲ γένος ὑμένος· ἔχει δὲ κύστιν οὐ πάντα, ἀλλὰ τὰ μὲν ζῳοτόκα πάντα, τῶν δ’ ᾠοτόκων ἡ χελώνη μόνον.
膀胱也是一种膜状物,但是另一种类的膜;并非所有动物都有膀胱,但所有胎生动物都有,而卵生动物中只有龟类有。
Διακοπεῖσα δὲ οὐδ’ ἡ κύστις συμφύεται ἀλλ’ ἢ παρ’ αὐτὴν τὴν ἀρχὴν τοῦ οὐρητῆρος, εἰ μή τι πάμπαν σπάνιον· γέγονε γάρ τι ἤδη τοιοῦτον.
膀胱切断后也不会愈合,除非是在尿道的极起始部附近,除非是极其罕见的情况;因为此前确实发生过这样的事情。
Τεθνεώτων μὲν οὖν οὐδὲν διίησιν ὑγρόν, ἐν δὲ τοῖς ζῶσι καὶ ξηρὰς συστάσεις, ἐξ ὧν οἱ λίθοι γίγνονται τοῖς κάμνουσιν.
在死者中,它不通过任何液体,但在生者中,它也包含干燥的凝结物,病人的结石就是由此产生的。
Ἐνίοις δ’ ἤδη καὶ τοιαῦτα συνέστη ἐν τῇ κύστει ὥστε μηδὲν δοκεῖν διαφέρειν κογχυλίων.
在某些人中,膀胱里甚至已经凝结了这样的东西,以至于看起来与贝壳毫无二致。
Περὶ μὲν οὖν φλεβὸς καὶ νεύρου καὶ δέρματος, καὶ περὶ ἰνῶν καὶ ὑμένων, ἔτι δὲ καὶ περὶ τριχῶν καὶ ὀνύχων καὶ χηλῆς καὶ ὁπλῆς καὶ κεράτων καὶ ὀδόντων καὶ ῥύγχους καὶ χόνδρου καὶ ὀστῶν καὶ τῶν ἀνάλογον τούτοις τοῦτον ἔχει τὸν τρόπον.
关于血管、腱和皮肤,关于纤维和膜,再关于毛发、指甲、割蹄、蹄、角、牙齿、喙、软骨、骨骼以及与此相对应的器官,情况就是这样。

词汇与语法注释

  1. 3.12τῶν μονοχρόων — 部分宾格,意为“在单色的(鸟类)中”,表示在季节性变化下变为白色的鸟类(如渡鸦)所出自的总体范围。
  2. 3.12ὥστε λαθεῖν ἂν τὸν μὴ συνήθη — 结果的 ὥστε 从句结合了表示潜在可能性的 ἄν 和不定式 λαθεῖν。由于 λανθάνω 支配宾格(τὸν μὴ συνήθη,“不熟悉的人”)表示“瞒过某人/使某人未察觉”,整句意为“以至于不熟悉的人绝不会注意到”。
  3. 3.13ὧν ὁ περὶ τὸ ὀστοῦν ἰσχυρότερος καὶ παχύτερος τοῦ περὶ τὸν ἐγκέφαλον — 关系代词属格 ὧν 的先行词是前文的“脑周围的两层膜”,其中冠词 ὁ(省略了 ὑμήν)指代其中一层(硬脑膜),并将其与由比较属格指代的另一层(τοῦ περὶ τὸν ἐγκέφαλον [ὑμένος],即软脑膜)进行对比。
  4. 3.15εἰ μή τι πάμπαν σπάνιον — 条件句中动词的省略。字面意思是“除非发生极其罕见的事情”,是一种惯用语,意为“除极罕见的例外情况外”。

引用这一段

亚里士多德, 动物志 §3.12-3.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.12-3.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。