§3.1#3Τῶν δ’ ᾠοτοκούντων εἰς τοὐμφανὲς οὐχ ὁμοίως ἁπάντων ἔχουσιν, ἀλλ’ αἱ μὲν τῶν ὀρνίθων πρὸς τῷ ὑποζώματι, αἱ δὲ τῶν ἰχθύων κάτω, καθάπερ αἱ τῶν ζῳοτοκούντων διπόδων καὶ τετραπόδων, πλὴν λεπταὶ καὶ ὑμενώδεις καὶ μακραί, ὥστ’ ἐν τοῖς σφόδρα μικροῖς τῶν ἰχθύων δοκεῖν ἑκατέραν ᾠὸν εἶναι ἕν, ὡς δύο ἐχόντων ᾠὰ τῶν ἰχθύων τούτων, ὅσων λέγεται τὸ ᾠὸν εἶναι ψαθυρόν· ἔστι γὰρ οὐχ ἓν ἀλλὰ πολλά, διόπερ διαχεῖται εἰς πολλά.
但在向外部产卵的卵生动物中,子宫的情况并非在所有动物中都相同;相反,鸟类的子宫靠近横膈膜,而鱼类的子宫则在下方,就像双足和四足的胎生动物一样,只不过它们又薄、又呈膜状且很长,因此在极小的鱼中,每个分支看起来就像是一个单独的卵,仿佛这些鱼只有两个卵一样(这些鱼是指那些其卵被称为是易碎、松散的鱼;因为那实际上不是一个而是许多个,所以会分散成许多个)。
Ἡ δὲ τῶν ὀρνίθων ὑστέρα κάτωθεν μὲν ἔχει τὸν καυλὸν σαρκώδη καὶ στιφρόν, τὸ δὲ πρὸς τῷ ὑποζώματι ὑμενῶδες καὶ λεπτὸν πάμπαν, ὥστε δόξαι ἂν ἔξω τῆς ὑστέρας εἶναι τὰ ᾠά.
鸟类的子宫在下方有一个多肉且坚实的轴管,但靠近横膈膜的部分则完全是膜状且极薄的,以至于卵看起来像是位于子宫之外。
Ἐν μὲν οὖν τοῖς μείζοσι τῶν ὀρνίθων δῆλος ὁ ὑμήν ἐστι μᾶλλον, καὶ φυσώμενος διὰ τοῦ καυλοῦ αἴρεται καὶ κολποῦται· ἐν δὲ τοῖς μικροῖς ἀδηλότερα πάντα ταῦτα.
在体型较大的鸟类中,这层膜更为明显,从轴管吹气时它会膨胀并呈袋状;但在体型较小的鸟类中,所有这些都比较模糊。
Τὸν αὐτὸν δὲ τρόπον ἔχει ἡ ὑστέρα καὶ ἐν τοῖς τετράποσι μὲν τῶν ζῴων ὠοτόκοις δέ, οἷον χελώνῃ καὶ σαύρᾳ καὶ βατράχοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· ὁ μὲν γὰρ καυλὸς κάτωθεν εἷς καὶ σαρκωδέστερος, ἡ δὲ σχίσις καὶ τὰ ᾠὰ ἄνω πρὸς τῷ ὑποζώματι.
在四足且卵生的动物中,如乌龟、蜥蜴、青蛙和其他此类动物中,子宫也处于相同的状态;因为下方的轴管是单一且较多肉的,而分叉和卵则在靠近横膈膜的上方。
Ὅσα δὲ τῶν ἀπόδων εἰς τὸ φανερὸν μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ’ ᾠοτοκεῖ, οἷον οἵ τε γαλεοὶ καὶ τἆλλα τὰ καλούμενα σελάχη (καλεῖται δὲ σέλαχος ὃ ἂν ἄπουν ὂν καὶ βράγχια ἔχον ζῳοτόκον ᾖ), τούτων δὴ δικρόα μὲν ἡ ὑστέρα, ὁμοίως δὲ καὶ πρὸς τὸ ὑπόζωμα τείνει, καθάπερ καὶ τῶν ὀρνίθων.
至于无足动物中那些向外部产出活体、但在其内部产卵的动物,例如鲨鱼和其他所谓的软骨鱼类(凡是无足、有鳃且胎生的动物都被称为软骨鱼类),它们的子宫确实是分叉的,并且同样向横膈膜延伸,就像鸟类一样。
Ἔτι δὲ διὰ μέσου τῶν δικρόων κάτωθεν ἀρξαμένη μέχρι πρὸς τὸ ὑπόζωμα τείνει, καὶ τὰ ᾠὰ ἐνταῦθα γίνεται καὶ ἄνω ἐπ’ ἀρχῇ τοῦ ὑποζώματος· εἶτα προελθόντα εἰς τὴν εὐρυχωρίαν ζῷα γίνεται ἐκ τῶν ᾠῶν.
此外,它从下方开始,穿过分叉部分的正中间,一直延伸到横膈膜,卵就在这里以及横膈膜起点的上方形成;然后,进入宽阔的空间后,从卵中变成活体幼体。
Αὐτῶν δὲ τούτων πρὸς ἄλληλά τε καὶ πρὸς τοὺς ἄλλους ἰχθῦς ἡ διαφορὰ τῶν ὑστερῶν ἀκριβέστερον ἂν θεωρηθείη τοῖς σχήμασιν ἐκ τῶν ἀνατομῶν.
这些动物自身之间以及与其他鱼类之间的子宫差异,通过解剖图的形状可以更精确地观察到。
Ἔχει δὲ καὶ τὸ τῶν ὄφεων γένος πρός τε ταῦτα καὶ πρὸς ἄλληλα διαφοράν.
蛇类对于这些动物以及它们相互之间也存在差异。
Τὰ μὲν γὰρ ἄλλα γένη τῶν ὄφεων ᾠοτοκεῖ, ἔχις δὲ ζῳοτοκεῖ μόνον, ᾠοτοκήσας ἐν αὑτῷ πρῶτον· διὸ παραπλησίως ἔχει τὰ περὶ τὴν ὑστέραν τοῖς σελάχεσιν.
因为其他种类的蛇都是卵生的,唯独蝰蛇是胎生的(在自身内部先产卵);因此其子宫的情况与软骨鱼类非常相似。
Ἡ δὲ τῶν ὄφεων ὑστέρα μακρά, καθάπερ τὸ σῶμα, τείνει κάτωθεν ἀρξαμένη ἀφ’ ἑνὸς πόρου συνεχής, ἔνθεν καὶ ἔνθεν τῆς ἀκάνθης, οἷον πόρος ἑκάτερος ὤν, μέχρι πρὸς τὸ ὑπόζωμα, ἐν ᾗ τὰ ᾠὰ κατὰ στοῖχον ἐγγίνεται, καὶ ἐκτίκτει οὐ καθ’ ἓν ἀλλὰ συνεχές.
蛇的子宫很长,就像身体一样,从下方的一个管道开始连续延伸,在脊椎的两侧各有一条管道,一直延伸到横膈膜,卵在其中排成一列产生,并且不是一个一个地产出,而是连续产出。
Ἔχει δὲ τὴν ὑστέραν, ὅσα μὲν ζῳοτοκεῖ καὶ ἐν αὑτοῖς καὶ εἰς τοὐμφανές, ἄνωθεν τῆς κοιλίας, ὅσα δ’ ᾠοτοκεῖ, πάντα κάτωθεν πρὸς τῇ ὀσφύϊ.
凡是在自身内部和外部都是胎生的动物,其子宫都位于腹部上方;而所有卵生的动物,其子宫都位于下方的腰部附近。
Ὅσα δ’ εἰς τὸ φανερὸν μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ’ ᾠοτοκεῖ, ἐπαμφοτερίζει· τὸ μὲν γὰρ κάτωθεν πρὸς τὴν ὀσφὺν αὐτῆς μέρος ἐστίν, ἐν ᾧ τὰ ᾠά, τὸ δὲ περὶ τὴν ἔξοδον ἐπάνω τῶν ἐντέρων.
至于那些在外部产出活体、但在内部产卵的动物,则介于两者之间;因为其靠近下方腰部的部分是卵所在的地方,而靠近出口的部分则在肠的上方。
Ἔτι δὲ διαφορὰ καὶ ἥδε πρὸς ἀλλήλας ἐστὶ τῶν ὑστερῶν.
此外,子宫之间还有如下的差异。
Τὰ μὲν γὰρ κερατοφόρα καὶ μὴ ἀμφώδοντα ἔχει κοτυληδόνας ἐν τῇ ὑστέρᾳ, ὅταν ἔχῃ τὸ ἔμβρυον, καὶ τῶν ἀμφωδόντων οἷον δασύπους καὶ μῦς καὶ νυκτερίς· τὰ δ’ ἄλλα τὰ ἀμφώδοντα καὶ ζῳοτόκα καὶ ὑπόποδα πάντα λείαν ἔχει τὴν ὑστέραν, καὶ ἡ τῶν ἐμβρύων ἐξάρτησις ἐξ αὐτῆς ἐστὶ τῆς ὑστέρας, ἀλλ’ οὐκ ἐκ κοτυληδόνος.
即有角且上下颚齿不全(非双排牙)的动物在怀有胚胎时子宫内有子宫杯(cotyledons),而在双排牙的动物中,例如野兔、老鼠和蝙蝠也是如此;但所有其他双排牙、胎生且有足的动物,其子宫都是平滑的,胚胎的附着是直接来自子宫本身,而不是来自子宫杯。
Τὰ μὲν οὖν ἀνομοιομερῆ ἐν τοῖς ζῴοις μέρη τοῦτον ἔχει τὸν τρόπον, καὶ τὰ ἐκτὸς καὶ τὰ ἐντός.
因此,动物中的不均等部分(异质器官),无论是外部的还是内部的,情况就是这样。