§2.17#3Καρχαρόδοντες δὲ πάντες εἰσίν.
[蛇类]皆具锯齿。
Πλευρὰς δ’ ἔχουσιν ἴσας ταῖς ἐν τῷ μηνὶ ἡμέραις· τριάκοντα γὰρ ἔχουσιν.
其肋骨之数与一月之日数相等,即有三十条。
Λέγουσι δέ τινες συμβαίνειν περὶ τοὺς ὄφεις τὸ αὐτὸ ὅπερ καὶ περὶ τοὺς νεοττοὺς τοὺς τῶν χελιδόνων· ἐὰν γάρ τις ἐκκεντήσῃ τὰ ὄμματα τῶν ὄφεων, φασὶ φύεσθαι πάλιν.
有人说,发生在蛇身上的情况与发生在燕雏身上的完全相同:即若有人刺瞎蛇眼,他们声称眼会重新长出。
Καὶ αἱ κέρκοι δὲ ἀποτεμνόμεναι τῶν τε σαύρων καὶ τῶν ὄφεων φύονται.
蜥蜴和蛇的尾部被切断后,亦会重新长出。
Ὡσαύτως δὲ καὶ τοῖς ἰχθύσιν ἔχει τὰ περὶ τὰ ἔντερα καὶ τὴν κοιλίαν· μίαν γὰρ καὶ ἁπλῆν ἔχουσι, διαφέρουσαν τοῖς σχήμασιν.
同样地,鱼类的肠胃情况也是如此:因为它们具有单一且简单的胃,仅在形状上有所不同。
Ἔνιοι γὰρ πάμπαν ἐντεροειδῆ ἔχουσιν, οἷον ὃν καλοῦσι σκάρον, ὃς δὴ καὶ δοκεῖ μόνος ἰχθὺς μηρυκάζειν.
有些鱼的胃完全像肠子一样,例如被称为鹦嘴鱼的鱼,这确实是被认为唯一能反刍的鱼。
Καὶ τὸ τοῦ ἐντέρου δὲ μέγεθος ἁπλοῦν, καὶ ἀναδίπλωσιν ἔχει, ὃ ἀναλύεται εἰς ἕν.
其肠的大小也是简单的,虽然有弯折,但能解开成一条。
Ἴδιον δὲ τῶν ἰχθύων ἐστὶ καὶ τῶν ὀρνίθων τῶν πλείστων τὸ ἔχειν ἀποφυάδας· ἀλλ’ οἱ μὲν ὄρνιθες κάτωθεν καὶ ὀλίγας, οἱ δ’ ἰχθύες ἄνωθεν περὶ τὴν κοιλίαν, καὶ ἔνιοι πολλάς, οἷον κωβιός, γαλεός, πέρκη, σκορπίος, κίθαρος, τρίγλη, σπάρος· ὁ δὲ κεστρεὺς ἐπὶ μὲν θάτερα τῆς κοιλίας πολλάς, ἐπὶ δὲ θάτερα μίαν.
鱼类和大多数鸟类特有的特征是具有盲囊;但鸟类的盲囊在下方且数量较少,而鱼类的则在上方、胃的周围,有些鱼有很多,例如鰕虎鱼、鲨鱼、鲈鱼、蝎鱼、希萨罗斯鱼、绯鲵鲣、斯帕罗斯鱼;而鲻鱼在胃的一侧有很多,在另一侧只有一个。
Ἔνιοι δ’ ἔχουσι μὲν ὀλίγας δέ, οἷον ἥπατος, γλαῦκος· ἔχει δὲ καὶ ὁ χρύσοφρυς ὀλίγας.
有些鱼虽然有,但很少,例如肝鱼、格劳科斯鱼;金头鲷也有很少。
Διαφέρουσι δὲ καὶ αὐτοὶ αὑτῶν, οἷον χρύσοφρυς ὁ μὲν πλείους ἔχει ὁ δ’ ἐλάττους.
它们同种之间也有所不同,例如金头鲷,有的个体较多,有的个体较少。
Εἰσὶ δὲ καὶ οἳ ὅλως οὐκ ἔχουσιν, οἷον οἱ πλεῖστοι τῶν σελαχωδῶν· τῶν δ’ ἄλλων οἱ μὲν ὀλίγας, οἱ δὲ καὶ πάνυ πολλάς.
也有完全没有的,例如大多数软骨鱼类;而其他鱼类中,有的较少,有的则极多。
Πάντες δὲ παρ’ αὐτὴν ἔχουσι τὴν κοιλίαν τὰς ἀποφυάδας οἱ ἰχθύες.
所有鱼类的盲囊都紧挨着胃。
Οἱ δ’ ὄρνιθες ἔχουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τἆλλα ζῷα περὶ τὰ ἐντὸς μέρη διαφοράν.
而鸟类在内脏部分上,彼此之间以及与其他动物之间都存在差异。
Οἱ μὲν γὰρ ἔχουσι πρὸ τῆς κοιλίας πρόλοβον, οἷον ἀλεκτρυών, φάττα, περιστερά, πέρδιξ· ἔστι δ’ ὁ πρόλοβος δέρμα κοῖλον καὶ μέγα, ἐν ᾧ ἡ τροφὴ πρώτη εἰσιοῦσα ἄπεπτός ἐστιν.
因为有些鸟在胃之前有嗉囊,例如公鸡、林鸽、鸽子、石鸡;嗉囊是一个中空的巨大皮囊,食物最初进入其中时是未消化的。
Ἔστι δ’ αὐτόθι μὲν ἀπὸ τοῦ στομάχου στενώτερος, ἔπειτα εὐρύτερος, ᾗ δὲ καθήκει πάλιν πρὸς τὴν κοιλίαν, λεπτότερος.
在它源自食道的地方较窄,然后较宽,但在它再次向下通往胃的地方则较薄。
Τὴν δὲ κοιλίαν σαρκώδη καὶ στιφρὰν οἱ πλεῖστοι ἔχουσι, καὶ ἔσωθεν δέρμα ἰσχυρὸν ἀφαιρούμενον ἀπὸ τοῦ σαρκώδους.
大多数鸟具有肉质且坚实的胃,内部有一层强韧的、可与肉质部剥离的皮膜。
Οἱ δὲ πρόλοβον μὲν οὐκ ἔχουσιν, ἀλλ’ ἀντὶ τούτου τὸν στόμαχον εὐρὺν καὶ πλατύν, ἢ δι’ ὅλου ἢ τὸ πρὸς τὴν κοιλίαν τεῖνον, οἷον κολοιὸς. καὶ κόραξ καὶ κορώνη.
另一些鸟没有嗉囊,但作为替代,它们具有宽大的食道,或贯穿整体,或延伸至胃的部分,例如寒鸦、渡鸦和乌鸦。
Ἔχει δὲ καὶ ὁ ὄρτυξ τοῦ στομάχου τὸ πλατὺ κάτω, καὶ ὁ αἰγοκέφαλος μικρὸν εὐρύτερον τὸ κάτω καὶ ἡ γλαύξ.
鹌鹑食道的宽大部分也在下方,羊头翁和鸮的下方也稍宽一些。
Νῆττα δὲ καὶ χὴν καὶ λάρος καὶ καταρράκτης καὶ ὠτὶς τὸν στόμαχον εὐρὺν καὶ πλατὺν ὅλον, καὶ ἄλλοι δὲ πολλοὶ τῶν ὀρνίθων ὁμοίως.
鸭、鹅、鸥、潜鸟和鸨的整个食道都宽大,其他许多鸟类也是如此。
Ἔνιοι δὲ τῆς κοιλίας αὐτῆς τι ἔχουσιν ὅμοιον προλόβῳ, οἷον ἡ κεγχρηΐς.
有些鸟在胃本身的一部分上具有类似于嗉囊的结构,例如红隼。
Ἔστι δὲ ἃ οὐκ ἔχει οὔτε τὸν στόμαχον οὔτε τὸν πρόλοβον εὐρύν, ἀλλὰ τὴν κοιλίαν μακράν, ὅσα μικρὰ τῶν ὀρνίθων, οἷον χελιδὼν καὶ στρουθός.
还有一些鸟既没有宽大的食道也没有宽大的嗉囊,而是具有较长的胃,所有小型鸟类都是如此,例如燕子和麻雀。
Ὀλίγοι δ’ οὔτε τὸν πρόλοβον ἔχουσιν οὔτε τὸν στόμαχον εὐρύν, ἀλλὰ σφόδρα μακρόν, ὅσοι τὸν αὐχένα μακρὸν ἔχουσιν, οἷον πορφυρίων· σχεδὸν δ’ οὗτοι καὶ τὸ περίττωμα ὑγρότερον τῶν ἄλλων προΐενται πάντες.
极少数鸟既没有嗉囊也没有宽大的食道,而是具有极长的食道,所有颈部较长的鸟类都是如此,例如紫水鸡;这些鸟几乎都排出比其他鸟类更稀的粪便。
Ὁ δ’ ὄρτυξ ἰδίως ἔχει ταῦτα πρὸς τοὺς ἄλλους· ἔχει γὰρ καὶ πρόλοβον καὶ πρὸ τῆς γαστρὸς τὸν στόμαχον εὐρὺν καὶ πλάτος ἔχοντα· διέχει δ’ ὁ πρόλοβος τοῦ πρὸ τῆς γαστρὸς στομάχου συχνὸν ὡς κατὰ μέγεθος.
鹌鹑在这些方面与其他鸟类相比具有独特的情况:因为它既有嗉囊,又在胃前有宽大的食道;且就其体型而言,其嗉囊与胃前的食道相隔相当远的距离。
Ἔχουσι δὲ καὶ λεπτὸν τὸ ἔντερον οἱ πλεῖστοι καὶ ἁπλοῦν ἀναλυόμενον.
大多数鸟具有细小的肠,解开时呈单一一条。
Τὰς δ’ ἀποφυάδας ἔχουσιν οἱ ὄρνιθες, καθάπερ εἴρηται, ὀλίγας, καὶ οὐκ ἄνωθεν ὥσπερ οἱ ἰχθύες, ἀλλὰ κάτωθεν κατὰ τὴν τοῦ ἐντέρου τελευτήν.
鸟类的盲囊正如前文所说较少,且不像鱼类那样在上方,而是在下方、接近肠的末端处。
Ἔχουσι δ’ οὐ πάντες ἀλλ’ οἱ πλεῖστοι, οἷον ἀλεκτρυών, πέρδιξ, νῆττα, νυκτικόραξ, λόκαλος, ἀσκάλαφος, χήν, κύκνος, ὠτίς, γλαύξ.
并非所有鸟都有,但大多数都有,例如公鸡、石鸡、鸭、夜鹭、洛卡罗斯、阿斯卡拉波斯、鹅、天鹅、鸨、鸮。
Ἔχουσι δὲ καὶ τῶν μικρῶν τινές, ἀλλὰ μικρὰ πάμπαν, οἷον στρουθός.
有些小型鸟类也有,但极小,例如麻雀。