Humanitext Reader

亚里士多德 · 动物志 §2.8-2.10

猿猴的身体构造与卵生四足动物及鳄鱼特征

第 21 段,共 189 段 · 希腊语

内容简介

作者详细比较并解释了介于人类和四足动物之间的各类猿猴的身体构造,随后阐述了卵生有血四足动物(特别是埃及鳄鱼)独特的内外器官特征。

§2.8Ἔνια δὲ τῶν ζῴων ἐπαμφοτερίζει τὴν φύσιν τῷ τ’ ἀνθρώπῳ καὶ τοῖς τετράποσιν, οἷον πίθηκοι καὶ κῆβοι καὶ κυνοκέφαλοι.
有些动物具有双重本性,介于人类和四肢动物之间,例如猿、尾猴和狗头狒狒。
Ἔστι δ’ ὁ μὲν κῆβος πίθηκος ἔχων οὐράν.
尾猴是长着尾巴的猿。
Καὶ οἱ κυνοκέφαλοι δὲ τὴν αὐτὴν ἔχουσι μορφὴν τοῖς πιθήκοις, πλὴν μείζονές τ’ εἰσὶ καὶ ἰσχυρότεροι καὶ τὰ πρόσωπα ἔχοντες κυνοειδέστερα, ἔτι δ’ ἀγριώτερά τε τὰ ἤθη καὶ τοὺς ὀδόντας ἔχουσι κυνοειδεστέρους καὶ ἰσχυροτέρους.
狗头狒狒也具有与猿相同的形态,只是它们体型更大、更强壮,面部更像狗,而且性情更凶猛,牙齿更像狗且更强壮。
Οἱ δὲ πίθηκοι δασεῖς μέν εἰσι τὰ πρανῆ ὡς ὄντες τετράποδες, καὶ τὰ ὕπτια δὲ ὡσαύτως ὡς ὄντες ἀνθρωποειδεῖς (τοῦτο γὰρ ἐπὶ τῶν ἀνθρώπων ἐναντίως ἔχει καὶ ἐπὶ τῶν τετραπόδων, καθάπερ ἐλέχθη πρότερον)· πλὴν ἥ τε θρὶξ παχεῖα, καὶ δασεῖς ἐπ’ ἀμφότερα σφόδρα εἰσὶν οἱ πίθηκοι.
猿的背侧毛发浓密,因为它们是四肢动物;而腹侧同样如此,因为它们具有人形(因为正如前面所说,人类和四肢动物在这点上是相反的);不过它们的毛发很粗,且猿在背腹两面都非常多毛。
Τὸ δὲ πρόσωπον ἔχει πολλὰς ὁμοιότητας τῷ τοῦ ἀνθρώπου· καὶ γὰρ μυκτῆρας καὶ ὧτα παραπλήσια ἔχει, καὶ ὀδόντας ὥσπερ ὁ ἄνθρωπος, καὶ τοὺς προσθίους καὶ τοὺς γομφίους.
它的面部与人类有许多相似之处:因为它有相似的鼻孔和耳朵,以及像人一样的牙齿,包括前齿和臼齿。
Ἔτι δὲ βλεφαρίδας τῶν ἄλλων τετραπόδων ἐπὶ θάτερα οὐκ ἐχόντων οὗτος ἔχει μὲν λεπτὰς δὲ σφόδρα, καὶ μᾶλλον τὰς κάτω, καὶ μικρὰς πάμπαν· τὰ γὰρ ἄλλα τετράποδα ταύτας οὐκ ἔχει.
此外,其他四肢动物在另一侧(下眼睑)没有睫毛,而它却有,只是非常细弱,尤其是下睫毛,而且极其短小;因为其他四肢动物没有这些。
Ἔχει δ’ ἐν τῷ στήθει δύο θηλὰς μαστῶν μικρῶν.
它在胸部有两个小乳房的乳头。
Ἔχει δὲ καὶ βραχίονας ὥσπερ ἄνθρωπος, πλὴν δασεῖς· καὶ κάμπτει καὶ τούτους καὶ τὰ σκέλη ὥσπερ ἄνθρωπος, τὰς περιφερείας πρὸς ἀλλήλας ἀμφοτέρων τῶν κώλων.
它还拥有像人一样的双臂,只是多毛;它像人一样弯曲双臂和双腿,使两肢的弯曲方向相互对应。
Πρὸς δὲ τούτοις χεῖρας καὶ δακτύλους καὶ ὄνυχας ὁμοίους ἀνθρώπῳ, πλὴν πάντα ταῦτα ἐπὶ τὸ θηριωδέστερον.
此外,它拥有与人相似的手、手指和指甲,只是所有这些都更具兽性。
Ἰδίους δὲ τοὺς πόδας· εἰσὶ γὰρ οἷον χεῖρες μεγάλαι, καὶ οἱ δάκτυλοι ὥσπερ οἱ τῶν χειρῶν, ὁ μέσος μακρότατος, καὶ τὸ κάτω τοῦ ποδὸς χειρὶ ὅμοιον, πλὴν ἐπὶ τὸ μῆκος τὸ τῆς χειρὸς ἐπὶ τὰ ἔσχατα τεῖνον, καθάπερ θέναρ· τοῦτο δὲ ἐπ’ ἄκρου σκληρότερον, κακῶς καὶ ἀμυδρῶς μιμούμενον πτέρνην.
它的脚很特殊:因为它们就像大臂手,脚趾就像手指,中趾最长,脚底与手相似,只是它的长度一直延伸到末端,如同手掌;而在末端较硬,不完美且模糊地模仿着脚后跟。
Κέχρηται δὲ τοῖς ποσὶν ἐπ’ ἄμφω, καὶ ὡς χερσὶ καὶ ὡς ποσί, καὶ συγκάμπτει ὥσπερ χεῖρας.
它将双脚用于两种用途,既作手用也作脚用,并像手一样抓握。
Ἔχει δὲ τὸν ἀγκῶνα καὶ τὸν μηρὸν βραχεῖς ὡς πρὸς τὸν βραχίονα καὶ τὴν κνήμην.
它的肘部和大腿相对于前臂和胫骨而言较短。
Ὀμφαλὸν δ’ ἐξέχοντα μὲν οὐκ ἔχει, σκληρὸν δὲ τὸ κατὰ τὸν τόπον τοῦ ὀμφαλοῦ.
它没有突出的肚脐,但肚脐部位是坚硬的。
Τὰ δ’ ἄνω τοῦ κάτω πολὺ μείζονα ἔχει, ὥσπερ τὰ τετράποδα· σχεδὸν γὰρ ὡς πέντε πρὸς τρία ἐστί.
它上半身比下半身大得多,就像四肢动物一样;比例大约是五比三。
Καὶ διά τε ταῦτα καὶ διὰ τὸ τοὺς πόδας ἔχειν ὁμοίους χερσὶ καὶ ὡσπερανεὶ συγκειμένους ἐκ χειρὸς καὶ ποδός, ἐκ μὲν ποδὸς κατὰ τὸ τῆς πτέρνης ἔσχατον, ἐκ δὲ χειρὸς τἆλλα μέρη· καὶ γὰρ οἱ δάκτυλοι ἔχουσι τὸ καλούμενον θέναρ.
这既是因为这些原因,也是因为它的双脚像手,并且仿佛是由手和脚组合而成——在脚后跟的末端属于脚,在其他部分则属于手;因为实际上它的脚趾拥有所谓的“掌”。
Διατελεῖ δὲ τὸν πλείω χρόνον τετράπουν ὂν μᾶλλον ἢ ὀρθόν· καὶ οὔτ’ ἰσχία ἔχει ὡς τετράπουν ὂν οὔτε κέρκον ὡς δίπουν, πλὴν μικρὰν τὸ ὅλον, ὅσον σημείου χάριν.
它大部分时间都保持四足站立,而不是直立;它既没有由于是四足动物而拥有的臀部,也没有由于是两足动物而拥有的尾巴,除了一根极其微小的尾巴,仅具象征意义。
Ἔχει δὲ καὶ τὸ αἰδοῖον ἡ θήλεια ὅμοιον γυναικί, ὁ δ’ ἄρρην κυνωδέστερον ἢ ἄνθρωπος.
雌性的生殖器与女人相似,而雄性的则比人类更像狗。
§2.9Οἱ δὲ κῆβοι, καθάπερ εἴρηται πρότερον, ἔχουσι κέρκον.
如前所述,尾猴拥有尾巴。
Τὰ δ’ ἐντὸς διαιρεθέντα ὅμοια ἔχουσιν ἀνθρώπῳ πάντα τὰ τοιαῦτα.
剖开它们的内容物,这类动物的所有内脏都与人类相似。
Τὰ μὲν οὖν τῶν εἰς τὸ ἐκτὸς ζῳοτοκούντων μόρια τοῦτον ἔχει τὸν τρόπον.
那么,胎生动物的外部器官情况就是这样。
§2.10Τὰ δὲ τετράποδα μὲν ᾠοτόκα δὲ καὶ ἔναιμα (οὐδὲν δὲ ᾠοτοκεῖ χερσαῖον καὶ ἔναιμον μὴ τετράπουν ὂν ἢ ἄπουν) κεφαλὴν μὲν ἔχει καὶ αὐχένα καὶ νῶτον καὶ τὰ πρανῆ καὶ τὰ ὕπτια τοῦ σώματος, ἔτι δὲ σκέλη πρόσθια καὶ ὀπίσθια καὶ τὸ ἀνάλογον τῷ στήθει, ὥσπερ τὰ ζῳοτόκα τῶν τετραπόδων, καὶ κέρκον τὰ μὲν πλεῖστα μείζω, ὀλίγα δ’ ἐλάττω.
另一方面,有血且卵生的四肢动物(除了四足或无足的动物之外,没有任何陆生有血动物是卵生的)拥有头部、颈部、背部、身体的背侧和腹侧,此外还有前肢和后肢,以及相当于胸部的部分,就像胎生的四肢动物一样,它们大多数尾巴较长,少数较短。
Πάντα δὲ πολυδάκτυλα καὶ πολυσχιδῆ ἐστὶ τὰ τοιαῦτα.
所有这些动物都是多趾且趾间深裂的。
Πρὸς δὲ τούτοις τὰ αἰσθητήρια καὶ γλῶτταν πάντα, πλὴν ὁ ἐν Αἰγύπτῳ κροκόδειλος.
此外,它们都拥有感觉器官和舌头,只有埃及的鳄鱼例外。
Οὗτος δὲ παραπλησίως τῶν ἰχθύων τισίν· ὅλως μὲν γὰρ οἱ ἰχθύες ἀκανθώδη καὶ οὐκ ἀπολελυμένην ἔχουσι τὴν γλῶτταν, ἔνιοι δὲ πάμπαν λεῖον καὶ ἀδιάρθρωτον τὸν τόπον μὴ ἐγκλίναντι σφόδρα τὸ χεῖλος.
鳄鱼在这一点上与某些鱼类相似:因为一般而言,鱼类的舌头是多刺且不自由的,而在某些鱼类中,除非将唇部大大向下翻,否则该部位完全光滑且无法区分。
Ὦτα δ’ οὐκ ἔχουσιν ἀλλὰ τὸν πόρον τῆς ἀκοῆς μόνον πάντα τὰ τοιαῦτα· οὐδὲ μαστούς, οὐδ’ αἰδοῖον, οὐδ’ ὄρχεις ἔξω φανεροὺς ἀλλ’ ἐντός, οὐδὲ τρίχας, ἀλλὰ πάντ’ ἐστὶ φολιδωτά.
所有这些动物都没有外耳,而只有听觉通道;它们也没有乳房,没有外露的生殖器,也没有在外部可见而在内部的睾丸,没有毛发,而是全都覆有鳞片。
Ἔτι δὲ καρχαρόδοντα πάντα.
此外,它们全都是锯齿状牙齿。
Οἱ δὲ κροκόδειλοι οἱ ποτάμιοι ἔχουσιν ὀφθαλμοὺς μὲν ὑός, ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας καὶ ὄνυχας ἰσχυροὺς καὶ δέρμα ἄρρηκτον φολιδωτόν· βλέπουσι δ’ ἐν μὲν τῷ ὕδατι φαύλως, ἔξω δ’ ὀξύτατον.
河鳄拥有像猪一样的眼睛、巨大的牙齿和獠牙、强壮的爪子,以及不可破损的鳞状皮肤;它们在水中视力较差,但在陆地上极度敏锐。
Τὴν μὲν οὖν ἡμέραν ἐν τῇ γῇ τὸ πλεῖστον διατρίβει, τὴν δὲ νύκτα ἐν τῷ ὕδατι· ἀλεεινότερον γάρ ἐστι τῆς αἰθρίας.
因此,白天它们大部分时间在陆地上度过,而夜间则在水中;因为水里比寒冷的天空(外气)更温暖。

词汇与语法注释

  1. ¦p.41¦δασεῖς μέν εἰσι τὰ πρανῆ ὡς ὄντες τετράποδες — 宾格 τὰ πρανῆ(背侧)用作关系宾格(限定宾格),限定了猿毛发浓密的部位。结构 ὡς ὄντες 伴随分词 ὄντες,表示原因(因为它们是四肢动物)。
  2. §2.8τῶν ἄλλων τετραπόδων ἐπὶ θάτερα οὐκ ἐχόντων — 属格独立结构,对比说明其他四肢动物在另一侧(即下眼睑)通常没有睫毛的情况。ἐπὶ θάτερα 意为“在另一侧(下侧)”。
  3. §2.8τὰς περιφερείας πρὸς ἀλλήλας ἀμφοτέρων τῶν κώλων — 作为 κάμπτει(弯曲)的动作结果或样态的宾格名词短语。表明双肢弯曲的方向“相互对应”(如人类一样向内弯曲)。
  4. ¦p.42¦ἐκ μὲν ποδὸς κατὰ τὸ τῆς πτέρνης ἔσχατον — 修饰分词 συγκειμένους(组合而成)的介词短语,具体说明了猿脚的哪些部分源自“脚(πούς)”,哪些部分源自“手(χείρ)”。
  5. §2.10μὴ ἐγκλίναντι σφόδρα τὸ χεῖλος — 与格分词构成的条件结构。这里的单数与格指代一般的观察者(“除非人们将其唇部大大向下翻”),而非特定个人。

引用这一段

亚里士多德, 动物志 §2.8-2.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.8-2.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。