Humanitext Reader

亚里士多德 · 动物志 §2.1#4

排尿习性与身体比例变化及牙齿构造

第 19 段,共 189 段 · 希腊语

内容简介

本段论述了大象等动物生殖器的形态与材质、向后排尿的习性,以及伴随成长身体上下比例发生的变化。此外,还对比了不同动物牙齿的结构及换牙特征,并引用了克特西亚斯关于传说生物“玛蒂科拉”的描述。

§2.1#4Ἔχει δὲ καὶ ὁ ἐλέφας τὸ αἰδοῖον ὅμοιον μὲν ἵππῳ, μικρὸν δὲ καὶ οὐ κατὰ λόγον τοῦ σώματος, τοὺς δ’ ὄρχεις οὐκ ἔξω φανερούς, ἀλλ’ ἐντὸς περὶ τοὺς νεφρούς· διὸ καὶ ἐν τῇ ὀχείᾳ ἀπαλλάττεται ταχέως.
大象也拥有类似于马的生殖器,但很小且与身体不成比例,睾丸在外部并不可见,而是在体内肾脏附近;因此在交尾时也能迅速结束。
Ἡ δὲ θήλεια τὸ αἰδοῖον ἔχει ἐν ᾧ τόπῳ τὰ οὔθατα τῶν προβάτων ἐστίν.
而雌性大象的生殖器所长的地方,正是绵羊长乳房的地方。
ὅταν δ’ ὀργᾷ ὀχεύεσθαι, ἀνασπᾷ ἄνω καὶ ἐκτρέπει πρὸς τὸν ἔξω τόπον, ὥστε ῥᾳδίαν εἶναι τῷ ἄρρενι τὴν ὀχείαν· ἀνέρρωγε δὲ ἐπιεικῶς ἐπὶ πολὺ τὸ αἰδοῖον.
当它发情想要交尾时,会将其向上提起并转向外侧,从而使雄象的交尾变得容易;其生殖器裂开得相当大。
Τοῖς μὲν οὖν πλείστοις αὐτῶν τὰ αἰδοῖα τοῦτον ἔχει τὸν τρόπον· ἔνια δ’ ὀπισθουρητικά ἐστιν, οἷον λὺγξ καὶ λέων καὶ κάμηλος καὶ δασύπους.
因而,在它们中的大多数动物中,生殖器就是这样的;但有些是向后排尿的,例如猞猁、狮子、骆驼和野兔。
Τὰ μὲν οὖν ἄρρενα ὑπεναντίως ἔχει ἀλλήλοις, καθάπερ εἴρηται, τὰ δὲ θήλεα πάντα ὀπισθουρητικά ἐστιν· καὶ γὰρ ὁ θῆλυς ἐλέφας ἔχει τὰ αἰδοῖα ὑπὸ τοῖς μηροῖς, καθάπερ καὶ τἆλλα.
因此,雄性之间如前所述情况各异,而雌性则全部都是向后排尿的;因为即使是雌象,其生殖器也长在股间,正如其他雌性动物一样。
Τῶν δ’ αἰδοίων διαφορὰ πολλή ἐστιν.
生殖器也有很多差异。
Τὰ μὲν γὰρ ἔχει χονδρῶδες τὸ αἰδοῖον καὶ σαρκῶδες, ὥσπερ ἄνθρωπος· τὸ μὲν οὖν σαρκῶδες οὐκ ἐμφυσᾶται, τὸ δὲ χονδρῶδες ἔχει αὔξησιν.
有些动物拥有像人一样呈软骨质和肉质的生殖器;肉质部分不会膨胀,而软骨质部分则会增大。
Τὰ δὲ νευρώδη, οἷον καμήλου καὶ ἐλάφου, τὰ δ’ ὀστώδη, ὥσπερ ἀλώπεκος καὶ λύκου καὶ ἰκτίδος καὶ γαλῆς· καὶ γὰρ ἡ γαλῆ ὀστοῦν ἔχει τὸ αἰδοῖον.
其他有些则是腱质的,例如骆驼和鹿;有些则是骨质的,例如狐狸、狼、貂和鼬;因为鼬的生殖器里确实有骨头。
Πρὸς δὲ τούτοις ὁ μὲν ἄνθρωπος τελεωθεὶς τὰ ἄνω ἔχει ἐλάττω τῶν κάτωθεν, τὰ δ’ ἄλλα ζῷα, ὅσα ἔναιμα, τοὐναντίον.
此外,人类在成年后,上部比下部要小,而其他有血动物则相反。
Λέγομεν δὲ ἄνω τὸ ἀπὸ κεφαλῆς μέχρι τοῦ μορίου ᾗ ἡ τοῦ περιττώματός ἐστιν ἔξοδος, κάτω δὲ τὸ ἀπὸ τούτου λοιπόν.
我们所说的“上”是指从头部到排泄物出口所在部位,而“下”则是指从此往后的其余部分。
Τοῖς μὲν οὖν ἔχουσι πόδας τὸ ὀπίσθιόν ἐστι σκέλος τὸ κάτωθεν μέρος πρὸς τὸ μέγεθος, τοῖς δὲ μὴ ἔχουσιν οὐραὶ καὶ κέρκοι καὶ τὰ τοιαῦτα.
因此,对于有足动物,后肢在大小上相当于其下部;而对于无足动物,则是尾和尾部等类似部位。
Τελεούμενα μὲν οὖν τοιαῦτ’ ἐστίν, ἐν δὲ τῇ αὐξήσει διαφέρει· ὁ μὲν γὰρ ἄνθρωπος μείζω τὰ ἄνω ἔχει νέος ὢν ἢ τὰ κάτω, αὐξανόμενος δὲ μεταβάλλει τοὐναντίον (διὸ καὶ μόνον οὐ τὴν αὐτὴν ποιεῖται κίνησιν τῆς πορείας νέος ὢν καὶ τελεωθείς, ἀλλὰ τὸ πρῶτον παιδίον ὂν ἕρπει τετραποδίζον), τὰ δ’ ἀνάλογον ἀποδίδωσι τὴν αὔξησιν, οἷον κύων.
在成年时它们是这样的,但在生长过程中却有差异;因为人类在幼年时上部比下部大,但在成长中会向相反方向变化(因此他也是几乎唯一在幼年和成年时步行动作不相同的动物,最初作为婴儿时,他是四肢着地爬行的),而有些动物则按比例进行生长,例如狗。
Ἔνια δὲ τὸ πρῶτον ἐλάττω τὰ ἄνω, τὰ δὲ κάτω μείζω ἔχει, αὐξανόμενα δὲ τὰ ἄνω γίνεται μείζω, ὥσπερ τὰ λοφοῦρα· τούτων γὰρ οὐδὲν γίνεται μεῖζον ὕστερον τὸ ἀπὸ τῆς ὁπλῆς μέχρι τοῦ ἰσχίου.
还有些动物起初上部较小而下部较大,但在成长中上部会变大,正如长有长尾毛的动物;因为在这些动物中,从蹄到臀部的部分以后不会再变大。
Ἔστι δὲ καὶ περὶ τοὺς ὀδόντας πολλὴ διαφορὰ τοῖς ἄλλοις ζῴοις καὶ πρὸς αὑτὰ καὶ πρὸς τὸν ἄνθρωπον.
在其他动物中,无论是它们彼此之间还是与人类相比,关于牙齿也有很大的差异。
Ἔχει μὲν γὰρ πάντα ὀδόντας ὅσα τετράποδα καὶ ἔναιμα καὶ ζῳοτόκα, ἀλλὰ πρῶτον τὰ μέν ἐστιν ἀμφώδοντα τὰ δ’ οὔ.
因为凡是四足、有血且胎生的动物都有牙齿,但首先,有些是上下颌均长牙的,有些则不然。
Ὅσα μὲν γάρ ἐστι κερατοφόρα, οὐκ ἀμφώδοντά ἐστιν· οὐ γὰρ ἔχει τοὺς προσθίους ὀδόντας ἐπὶ τῆς ἄνω σιαγόνος.
因为凡是有角的动物都不是上下颌均长牙的;因为它们在上颌没有前牙。
Ἔστι δ’ ἔναι οὐκ ἀμφώδοντα καὶ ἀκέρατα, οἷον κάμηλος.
但也有一些动物既非上下颌均长牙,又无角,例如骆驼。
Καὶ τὰ μὲν χαυλιόδοντας ἔχει, ὥσπερ οἱ ἄρρενες ὕες, τὰ δ’ οὐκ ἔχει.
有些动物长有獠牙,例如雄猪,有些则没有。
Ἔτι δὲ τὰ μέν ἐστι καρχαρόδοντα αὐτῶν, οἷον λέων καὶ πάρδαλις καὶ κύων, τὰ δὲ ἀνεπάλλακτα, οἷον ἵππος καὶ βοῦς· καρχαρόδοντα γάρ ἐστιν ὅσα ἐπαλλάττει τοὺς ὀδόντας τοὺς ὀξεῖς.
此外,它们中有些是锯齿状牙齿的,例如狮子、豹和狗,有些则是非交错排列的,例如马和牛;因为凡是尖齿交错排列的,就是锯齿状牙齿。
Ἄμα δὲ χαυλιόδοντα καὶ κέρας οὐδὲν ἔχει ζῷον, οὐδὲ καρχαρόδουν καὶ τούτων θάτερον.
没有任何动物同时拥有獠牙和角,也没有任何动物同时拥有锯齿状牙齿和这两者中的任意一种。
Τὰ δὲ πλεῖστα τοὺς προσθίους ἔχει ὀξεῖς, τοὺς δ’ ἐντὸς πλατεῖς.
大多数动物的前牙是尖锐的,而里面的牙齿是扁平的。
Ἡ δὲ φώκη καρχαρόδουν ἐστὶ πᾶσι τοῖς ὀδοῦσιν, ὡς ἐπαλλάττουσα τῷ γένει τῶν ἰχθύων· οἱ γὰρ ἰχθύες πάντες σχεδὸν καρχαρόδοντές εἰσιν.
海豹的所有牙齿都是锯齿状的,仿佛与鱼类这一属相过渡重合;因为几乎所有的鱼类都是锯齿状牙齿的。
Διστοίχους δὲ ὀδόντας οὐδὲν ἔχει τούτων τῶν γενῶν.
在这些大类中,没有任何动物长有双排牙齿。
Ἔστι δέ τι, εἰ δεῖ πιστεῦσαι Κτησίᾳ· ἐκεῖνος γὰρ τὸ ἐν Ἰνδοῖς θηρίον, ᾧ ὄνομα εἶναι μαρτιχόραν, τοῦτ’ ἔχειν ἐπ’ ἀμφότερά φησι τριστοίχους τοὺς ὀδόντας· εἶναι δὲ μέγεθος μὲν ἡλίκον λέοντα καὶ δασὺ ὁμοίως, καὶ πόδας ἔχειν ὁμοίους, πρόσωπον δὲ καὶ ὦτα ἀνθρωποειδές, τὸ δ’ ὄμμα γλαυκόν, τὸ δὲ χρῶμα κινναβάρινον, τὴν δὲ κέρκον ὁμοίαν τῇ τοῦ σκορπίου τοῦ χερσαίου, ἐν ᾗ κέντρον ἔχειν καὶ τὰς ἀποφυάδας ἀπακοντίζειν, φθέγγεσθαι δ’ ὅμοιον φωνῇ ἅμα σύριγγος καὶ σάλπιγγος, ταχὺ δὲ θεῖν οὐχ ἧττον τῶν ἐλάφων, καὶ εἶναι ἄγριον καὶ ἀνθρωποφάγον.
但有一例,如果克特西亚斯值得相信的话;因为他说,在印度有一种野兽,名字叫作“玛蒂科拉”,它的上下颌均长有三排牙齿;据说它体型如狮子般大小,同样多毛,并长有相似的足,但面部和耳朵像人,眼睛呈青灰色,颜色呈朱砂红,尾巴类似于陆生蝎子,尾端有毒刺并能发射棘刺;它发出的声音如同排箫与小号合奏,奔跑速度不亚于鹿,并且极其凶猛且食人。
Ἄνθρωπος μὲν οὖν βάλλει τοὺς ὀδόντας, βάλλει δὲ καὶ ἄλλα τῶν ζῴων, οἷον ἵππος καὶ ὀρεὺς καὶ ὄνος.
人类会换牙,其他一些动物也会换牙,例如马、骡和驴。
Βάλλει δ’ ἄνθρωπος τοὺς προσθίους, τοὺς δὲ γομφίους οὐθὲν βάλλει τῶν ζῴων.
人类脱落的是前牙,而没有任何动物会脱落臼齿。
Ὗς δ’ ὅλως οὐθένα βάλλει τῶν ὀδόντων.
猪则根本不脱落任何牙齿。

词汇与语法注释

  1. p.36ἀπαλλάττεται — 该动词为中动或被动语态,在此处意为“(达到目的后)离去、退避”,在交配的语境中表示“迅速结束、收场”。
  2. p.36ἐν ᾧ τόπῳ — 关系代词 ᾧ 的先行词被同化到关系从句中作为名词 τόπῳ 的结构。等同于 ἐν τῷ τόπῳ ἐν ᾧ(“在……的相同地方”)。
  3. p.38ἐπαλλάττουσα — 现在分词阴性单数主格。源于动词 ἐπαλλάττω,原意为“重叠、交错”,在此处指海豹在特征上介于陆生哺乳类与鱼类之间,“过渡”或“与鱼类具有重合边界”的状态。
  4. p.38εἰ δεῖ πιστεῦσαι — 由无人称动词 δεῖ 后接不定式 πιστεῦσαι(支配与格 Κτησίᾳ)构成的条件或插入句。这是作者对传闻或间接信息持保留态度时的典型表达方式。

引用这一段

亚里士多德, 动物志 §2.1#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.1%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。