Humanitext Reader

亚里士多德 · 动物志 §2.17#1

鱼类与反刍动物等的内脏布置及胃部构造

第 28 段,共 189 段 · 希腊语

内容简介

说明动物的心脏、肝脏、脾脏和胃等内脏的布置,并详细描述鱼类以及反刍动物的独特结构。

§2.17#1Τῇ δὲ θέσει, ὅσα ἔχει ταῦτα τὰ μόρια, ὁμοίως κείμενα ἔχει, τήν τε καρδίαν περὶ τὸ μέσον, πλὴν ἐν ἀνθρώπῳ· οὗτος δ’ ἐν τῷ ἀριστερῷ μᾶλλον μέρει, καθάπερ ἐλέχθη πρότερον.
关于它们的位置,凡具有这些器官的动物,其布置都相似:心脏位于中部附近,但人类除外;正如前面所说,人类的心脏偏向左侧。
Ἔχει δὲ καὶ τὸ ὀξὺ ἡ καρδία πάντων εἰς τὸ πρόσθεν· πλὴν ἐπὶ τῶν ἰχθύων οὐκ ἂν δόξειεν· οὐ γὰρ πρὸς τὸ στῆθος ἔχει τὸ ὀξύ, ἀλλὰ πρὸς τὴν κεφαλὴν καὶ τὸ στόμα.
此外,所有动物心脏的尖端都朝向前方;但在鱼类中,情况似乎并非如此,因为其尖端不是朝向胸部,而是朝向头部和口部。
Ἀνήρτηται δ’ αὐτῶν τὸ ἄκρον ᾗ συνάπτει τὰ βράγχια ἀλλήλοις τὰ δεξιὰ καὶ τὰ ἀριστερά.
它们心脏的顶端悬挂在左右两腮相互连接的地方。
Εἰσὶ δὲ καὶ ἄλλοι πόροι τεταμένοι ἐξ αὐτῆς εἰς ἕκαστον τῶν βραγχίων, μείζους μὲν τοῖς μείζοσιν, ἐλάττους δὲ τοῖς ἐλάττοσιν· ὁ δ’ ἐπ’ ἄκρας τῆς καρδίας τοῖς μεγάλοις αὐτῶν σφόδρα παχὺς αὐλός ἐστι καὶ λευκός.
此外,还有其他管道从心脏延伸到每一个鳃,大鱼的管道较大,小鱼的管道较小;在它们之中较大的鱼里,位于心脏顶端的管道是一个非常粗且白色的管子。
Στόμαχον δ’ ὀλίγοι ἔχουσι τῶν ἰχθύων, οἷον γόγγρος καὶ ἐγχέλυς, καὶ οὗτοι μικρόν.
鱼类中很少有具有食道的,例如康吉鳗和鳗鱼,而且它们的食道也很短。
Καὶ τὸ ἧπαρ τοῖς ἔχουσι τοῖς μὲν ἀσχιδὲς ἔχουσιν ἐν τοῖς δεξιοῖς ἐστὶν ὅλον, τοῖς δὲ ἐσχισμένον ἀπ’ ἀρχῆς τὸ μεῖζον ἐν τοῖς δεξιοῖς.
至于肝脏,在具有肝脏的动物中,对于那些肝脏无分裂的,它完全位于右侧;而对于那些从基部分裂的,较大的部分位于右侧。
Ἐνίοις γὰρ ἑκάτερον τὸ μόριον ἀπήρτηται καὶ οὐ συμπέφυκεν ἡ ἀρχή, οἷον τῶν τε ἰχθύων τοῖς γαλεώδεσι, καὶ δασυπόδων τι γένος ἐστὶ καὶ ἄλλοθι καὶ περὶ τὴν λίμνην τὴν Βόλβην ἐν τῇ καλουμένῃ Συκίνῃ, οὓς ἄν τις δόξειε δύο ἥπατα ἔχειν διὰ τὸ πόρρω τοὺς πόρους συνάπτειν, ὥσπερ καὶ ἐπὶ τοῦ τῶν ὀρνίθων πλεύμονος.
因为在某些动物中,其两部分是各自独立悬挂的,而基部并没有融合在一起,例如鱼类中的鲨鱼类,以及在其他地方和在被称为西基内(Sicyne)的玻尔比(Bolbe)湖附近发现的某种野兔,人们可能会认为它们有两个肝脏,因为它们的管道在很远的地方才连接在一起,就像鸟类的肺部一样。
Καὶ ὁ σπλὴν δ’ ἐστὶ πᾶσιν ἐν τοῖς ἀριστεροῖς κατὰ φύσιν, καὶ οἱ νεφροὶ τοῖς ἔχουσι κείμενοι τὸν αὐτὸν τρόπον·
按照自然规律,脾脏在所有动物中都位于左侧,而肾脏在具有它们的动物中也以同样的方式配置。
ἤδη δὲ διανοιχθέν τι τῶν τετραπόδων ὤφθη ἔχον τὸν σπλῆνα μὲν ἐν τοῖς δεξιοῖς, τὸ δ’ ἧπαρ ἐν τοῖς ἀριστεροῖς· ἀλλὰ τὰ τοιαῦτα ὡς τέρατα κρίνεται.
但曾经有人看到被解剖的某种四足动物,其脾脏位于右侧,而肝脏位于左侧;但这类情况被判定为畸形。
Τείνει δ’ ἡ μὲν ἀρτηρία πᾶσιν εἰς τὸν πλεύμονα (ὃν δὲ τρόπον, ὕστερον ἐροῦμεν), ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν διὰ τοῦ διαζώματος, ὅσα ἔχει στόμαχον·
气管在所有动物中都延伸到肺部(至于其方式,我们稍后会说明),而食道则穿过横隔膜延伸到胃部,在所有具有食道的动物中都是如此。
οἱ γὰρ ἰχθύες, ὥσπερ εἴρηται πρότερον, οἱ πλεῖστοι οὐκ ἔχουσιν, ἀλλ’ εὐθὺς πρὸς τὸ στόμα συνάπτει ἡ κοιλία, διὸ πολλάκις ἐνίοις τῶν μεγάλων διώκουσι τοὺς ἐλάττους προπίπτει ἡ κοιλία εἰς τὸ στόμα.
因为正如前面所说,大多数鱼类没有食道,而是胃部直接连接到口部;因此,在一些大鱼追逐小鱼时,胃部常常会向前滑入嘴里。
Ἔχει δὲ κοιλίαν πάντα τὰ εἰρημένα, καὶ κειμένην ὁμοίως (κεῖται γὰρ ὑπὸ τὸ διάζωμα εὐθύς), καὶ τὸ ἔντερον ἐχόμενον καὶ τελευτῶν πρὸς τὴν ἔξοδον τῆς τροφῆς καὶ τὸν καλούμενον ἀρχόν.
所有上述动物都具有胃,且位置相似(因为胃紧贴在横隔膜下方),接着是肠,一直延伸到食物的排泄口,即所谓的直肠。
Ἀνομοίας δ’ ἔχουσι τὰς κοιλίας.
然而,它们的胃形状各异。
Πρῶτον μὲν γὰρ τῶν τετραπόδων καὶ ζῳοτόκων ὅσα μή ἐστιν ἀμφώδοντα τῶν κερατοφόρων, τέτταρας ἔχει τοὺς τοιούτους πόρους· ἃ δὴ καὶ λέγεται μηρυκάζειν.
首先,在胎生四足动物中,凡是有角且非双排齿的动物,都具有四个这样的腔室;这些动物也正是被称为反刍的动物。
Διήκει γὰρ ὁ μὲν στόμαχος ἀπὸ τοῦ στόματος ἀρξάμενος ἐπὶ τὰ κάτω παρὰ τὸν πλεύμονα, ἀπὸ τοῦ διαζώματος ἐπὶ τὴν κοιλίαν τὴν μεγάλην· αὕτη δ’ ἐστὶ τὰ ἔσω τραχεῖα καὶ διειλημμένη.
因为食道从口部开始向下延伸,经过肺部旁,再从横隔膜延伸到大胃;这个大胃内部粗糙且被分隔开。
Συνήρτηται δ’ αὐτῇ πλησίον τῆς τοῦ στομάχου προσβολῆς ὁ καλούμενος κεκρύφαλος ἀπὸ τῆς ὄψεως· ἔστι γὰρ τὰ μὲν ἔξωθεν ὅμοιος τῇ κοιλίᾳ, τὰ δ’ ἐντὸς ὅμοιος τοῖς πλεκτοῖς κεκρυφάλοις· μεγέθει δὲ πολὺ ἐλάττων ἐστὶν ὁ κεκρύφαλος τῆς κοιλίας.
与这个大胃相连的,在靠近食道插入处,是因其外观而被称为“网胃”的器官;因为从外面看它类似于胃,但内部则类似于编织的发网;在大小上,网胃比大胃小得多。
Τούτου δ’ ἔχεται ὁ ἐχῖνος, τὰ ἐντὸς ὢν τραχὺς καὶ πλακώδης, τὸ δὲ μέγεθος παραπλήσιος τῷ κεκρυφάλῳ.
紧接着这个的是“重瓣胃”,它内部粗糙且呈片状,大小与网胃差不多。
Μετὰ δὲ τοῦτον τὸ καλούμενον ἤνυστρόν ἐστι, τῷ μεγέθει τοῦ ἐχίνου μεῖζον, τὸ δὲ σχῆμα προμηκέστερον· ἔχει δ’ ἐντὸς πλάκας πολλὰς καὶ μεγάλας καὶ λείας.
在这之后是所谓的“皱胃”,它在大小上比重瓣胃大,形状更长;它内部有许多大而光滑的褶皱。
Ἀπὸ δὲ τούτου τὸ ἔντερον ἤδη.
从这里开始,便是肠子了。
Τὰ μὲν οὖν κερατοφόρα καὶ μὴ ἀμφώδοντα τοιαύτην ἔχει τὴν κοιλίαν, διαφέρει δὲ πρὸς ἄλληλα τοῖς σχήμασι καὶ τοῖς μεγέθεσι τούτων καὶ τῷ τὸν στόμαχον εἰς μέσην ἢ πλαγίαν τείνειν τὴν κοιλίαν.
因此,有角且非双排齿的动物具有这种胃,但它们在这些部分的形状和大小上,以及食道是延伸到胃的中部还是侧面这一点上,彼此各不相同。
Τὰ δ’ ἀμφώδοντα μίαν ἔχει κοιλίαν, οἷον ἄνθρωπος, ὗς, κύων, ἄρκτος, λέων, λύκος.
另一方面,双排齿的动物只有单个胃,例如人类、猪、狗、熊、狮子、狼。
Ἔχει δὲ καὶ ὁ θὼς πάντα τὰ ἐντὸς ὅμοια λύκῳ.
胡狼的所有内脏也都与狼相似。

词汇与语法注释

  1. §2.17#1τοῖς ἔχουσι τοῖς μὲν ἀσχιδὲς ἔχουσιν — 这是一种表示“部分与整体”的与格结构,其中表示整体范围的与格复数 τοῖς ἔχουσι(在具有该器官的动物中)后面紧跟着进一步限定部分的同位语与格 τοῖς μὲν ἀσχιδὲς ἔχουσιν(在具有无分裂器官的动物中)。
  2. §2.17#1οὓς ἄν τις δόξειε — 在关系从句中,助词 ἄν 与希求法动词 δόξειε 结合,表示潜在或推测(“人们可能会认为”)。关系代词 οὕς 做不定式短语 δύο ἥπατα ἔχειν 的逻辑主语(宾格主语)。
  3. §2.17#1διὰ τὸ πόρρω τοὺς πόρους συνάπτειν — 前置词 διὰ 与冠词性不定式(τὸ συνάπτειν)的宾格结合,构成表示原因的状语短语。名词短语 τοὺς πόρους 做该不定式的逻辑主语(宾格主语)。
  4. §2.17#1διώκουσι — 这是一个现在分词的复数与格形式,修饰前面的 ἐνίοις τῶν μεγάλων(在一些大鱼中)。它起着伴随或时间状语的作用(“当它们在追逐时”)。
  5. §2.17#1ἃ δὴ καὶ λέγεται μηρυκάζειν — 这是一个以关系代词 ἅ 为主语的个人被动结构(λέγεται),并伴随不定式 μηρυκάζειν,意为“这些动物确实被称为进行反刍”。

引用这一段

亚里士多德, 动物志 §2.17#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.17%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。