Humanitext Reader

亚里士多德 · 动物志 §2.14

蛇类与海蜈蚣的特征及有血动物外部结构总结

第 25 段,共 189 段 · 希腊语

内容简介

介绍了有血动物中蛇、海蛇以及海蜈蚣的特征与栖息地,提及了关于吸盘鱼(䲟鱼)的俗信,并总结了有血动物外在器官的论述。

§2.14Λοιπὸν δὲ τῶν ἐναίμων ζῴων τὸ τῶν ὄφεων γένος.
在有血动物中,剩下的是蛇这一属。
Ἔστι δὲ κοινὸν ἀμφοῖν· τὸ μὲν γὰρ πλεῖστον αὐτῶν χερσαῖόν ἐστιν, ὀλίγον δὲ τὸ τῶν ἐνύδρων ἐν τοῖς ποτίμοις ὕδασι διατελεῖ.
它通用于这两种[环境]:因为它们中的绝大多数是陆生的,而少数的水生者则在淡水中生活。
Εἰσὶ δὲ καὶ θαλάττιοι ὄφεις, παραπλήσιοι τὴν μορφὴν τοῖς χερσαίοις τἆλλα· πλὴν τὴν κεφαλὴν ἔχουσι γογγροειδεστέραν.
也存在海蛇,在其他方面它们的形状与陆生蛇非常相似,只是它们的头部更像康吉鳗。
Γένη δὲ πολλὰ τῶν θαλαττίων ὄφεών ἐστι, καὶ χρόαν ἔχουσι παντοδαπήν· οὐ γίγνονται δ’ οὗτοι ἐν τοῖς σφόδρα βαθέσιν.
海蛇有很多属,并且具有各种各样的颜色;但它们不会出现在极深的地方。
Ἄποδες δ’ εἰσὶν οἱ ὄφεις ὥσπερ τὸ τῶν ἰχθύων γένος.
蛇是没有脚的,就像鱼类那一属一样。
Εἰσὶ δὲ καὶ σκολόπενδραι θαλάττιαι, παραπλήσιαι τὸ εἶδος ταῖς χερσαίαις, τὸ δὲ μέγεθος μικρῷ ἐλάττους· γίγνονται δὲ περὶ τοὺς πετρὤδεις τόπους.
还存在海蜈蚣,它们的外形与陆生蜈蚣相似,但体型稍小一些;它们生活在多岩石的地方周围。
Τὴν δὲ χροιάν εἰσιν ἐρυθρότεραι καὶ πολύποδες μᾶλλον καὶ λεπτοσκελέστεραι τῶν χερσαίων.
与陆生蜈蚣相比,它们的颜色更红,脚更多,且脚更细。
Οὐ γίγνονται δ’ οὐδ’ αὐταί, ὥσπερ οὐδ’ οἱ ὄφεις, ἐν τοῖς βαθέσι σφόδρα.
它们自己也和蛇一样,不会出现在极深的地方。
Ἔστι δ’ ἰχθύδιόν τι τῶν πετραίων, ὃ καλοῦσί τινες ἐχενηΐδα, καὶ χρῶνταί τινες αὐτῷ πρὸς δίκας καὶ φίλτρα· ἔστι δὲ ἄβρωτον·
此外,在岩礁鱼类中有一种小鱼,有些人称之为“吸盘鱼”,有人将其用于诉讼和媚药;它是不可食用的。
τοῦτο δ’ ἔνιοί φασιν ἔχειν πόδας οὐκ ἔχον, ἀλλὰ φαίνεται διὰ τὸ τὰς πτέρυγας ὁμοίας ἔχειν ποσίν.
有些人说这种鱼有脚,虽然它实际上没有,但因为它的鳍像脚,所以看起来是那样的。
Τὰ μὲν οὖν ἔξω μόρια, καὶ πόσα καὶ ποῖα τῶν ἐναίμων ζῴων, καὶ τίνας ἔχει πρὸς ἄλληλα διαφοράς, εἴρηται.
因此,有血动物的外在部分,其数量有多少、具有什么性质,以及它们彼此之间有什么差异,都已经论述过了。

词汇与语法注释

  1. §2.14ἀμφοῖν — 受形容词 `κοινόν`(共同的)支配的双数形(属格或与格)。在上下文中,它指的是陆生(`χερσαῖον`)和水生(`ἔνυδρον`)“两者”。
  2. §2.14τὴν μορφὴν — 关系宾格(表示方面的宾格),意为“在形状方面”,修饰形容词 `παραπλήσιοι`(相似)。
  3. §2.14διὰ τὸ τὰς πτέρυγας ὁμοίας ἔχειν ποσίν — 由介词 `διά` 与带冠词不定式 `τό ... ἔχειν` 构成的表示原因的副词短语。`τὰς πτέρυγας` 是不定式 `ἔχειν` 的直接宾语,`ὁμοίας` 作为宾语补足语与其一致。`ποσίν` 是受形容词 `ὁμοίας` 支配的与格(“与脚相似”)。

引用这一段

亚里士多德, 动物志 §2.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。