§2.13Τῶν δ’ ἐνύδρων ζῴων τὸ τῶν ἰχθύων γένος ἓν ἀπὸ τῶν ἄλλων ἀφώρισται, πολλὰς περιέχον ἰδέας.
在水生动物中,鱼类这一属与其他动物明显区分开来,并包含许多形态。
Κεφαλὴν μὲν γὰρ ἔχει καὶ τὰ πρανῆ καὶ τὰ ὕπτια, ἐν ᾧ τόπῳ ἡ γαστὴρ καὶ τὰ σπλάγχνα· καὶ ὀπίσθιον οὐραῖον συνεχὲς ἔχει καὶ ἄσχιστον·
因为鱼类具有头部、背侧和腹侧,在腹侧的部位有胃和内脏;并且它们在后部具有连续且不分叉的尾部,但这在所有鱼中并不相同。
τοῦτο δ’ οὐ πᾶσιν ὅμοιον. Αὐχένα δ’ οὐδεὶς ἔχει ἰχθύς, οὐδὲ κῶλον οὐθέν, οὐδ’ ὄρχεις ὅλως, οὔτ’ ἐντὸς οὔτ’ ἐκτός, οὐδὲ μαστούς.
然而,没有任何鱼具有颈部,也没有任何肢体,更完全没有睾丸,无论是在内部还是在外部,也没有乳房。
Τοῦτο μὲν οὖν ὅλως οὐδ’ ἄλλο οὐθὲν τῶν μὴ ζῳοτοκούντων, οὐδὲ τὰ ζῳοτοκοῦντα πάντα, ἀλλ’ ὅσα εὐθὺς ἐν αὑτοῖς ζῳοτοκεῖ καὶ μὴ ᾠοτοκεῖ πρῶτον.
因此,这最后一特征不仅在非胎生动物中完全没有,甚至并非所有的胎生动物都具有,而仅存在于那些在自身内部直接胎生且不首先产卵的动物中。
Καὶ γὰρ ὁ δελφὶς ζῳοτοκεῖ, διὸ ἔχει μαστοὺς δύο, οὐκ ἄνω δ’ ἀλλὰ πλησίον τῶν ἄρθρων.
因为海豚确实是胎生的,所以它有两个乳房,不长在上方,而是长在关节附近。
Ἔχει δ’ οὐχ ὥσπερ τὰ τετράποδα ἐπιφανεῖς θηλάς, ἀλλ’ οἷον ῥύακας δύο, ἑκατέρωθεν ἐκ τῶν πλαγίων ἕνα, ἐξ ὧν τὸ γάλα ῥεῖ· καὶ θηλάζεται ὑπὸ τῶν τέκνων παρακολουθούντων· καὶ τοῦτο ὦπται ἤδη ὑπό τινων φανερῶς.
它并不像四足动物那样具有显眼的乳头,而是像两个流道,左右两侧各有一个,乳汁从中流出;幼崽在跟随它们时进行哺乳;这已经被一些人清楚地观察到了。
Οἱ δ’ ἰχθύες, ὥσπερ εἴρηται, οὔτε μαστοὺς ἔχουσιν οὔτε αἰδοίων πόρον ἐκτὸς οὐθένα φανερόν.
而鱼类,正如所说,既没有乳房,也没有任何明显的外在生殖通道。
Ἴδιον δ’ ἔχουσι τό τε τῶν βραγχίων, ᾗ τὸ ὕδωρ ἀφιᾶσι δεξάμενοι κατὰ τὸ στόμα, καὶ τὰ πτερύγια, οἱ μὲν πλεῖστοι τέτταρα, οἱ δὲ προμήκεις δύο, οἷον ἐγχέλυς, ὄντα πρὸς τὰ βράγχια.
它们具有独特的器官,即鳃,用于排出从口中吸入的水,以及鳍,大多数鱼有四个鳍,而细长型的鱼有两个鳍,如鳗鱼,位于鳃的附近。
Ὁμοίως δὲ καὶ κεστρεῖς, οἷον ἐν Σιφαῖς οἱ ἐν τῇ λίμνῃ, δύο, καὶ ἡ καλουμένη ταινία ὡσαύτως.
同样,鲻鱼,例如西法伊湖中的那些,有两个鳍,被称为带鱼的也是如此。
Ἔνια δὲ τῶν προμήκων οὐδὲ πτερύγια ἔχει, οἷον σμύραινα, οὐδὲ τὰ βράγχια διηρθρωμένα ὁμοίως τοῖς ἄλλοις ἰχθύσιν.
某些细长型的鱼甚至没有鳍,如鯙,其鳃也不像其他鱼那样关节清晰。
Αὐτῶν δὲ τῶν ἐχόντων βράγχια τὰ μὲν ἔχει ἐπικαλύμματα τοῖς βραγχίοις, τὰ δὲ σελάχη πάντα ἀκάλυπτα.
在具有鳃的鱼中,有些在鳃上具有盖,而所有的软骨鱼类都是无盖的。
Καὶ τὰ μὲν ἔχοντα καλύμματα πάντα ἐκ πλαγίου ἔχει τὰ βράγχια, τῶν δὲ σελαχῶν τὰ μὲν πλατέα κάτω ἐν τοῖς ὑπτίοις, οἷον νάρκη καὶ βάτος, τὰ δὲ προμήκη ἐν τοῖς πλαγίοις, οἷον πάντα τὰ γαλεώδη.
具有鳃盖的鱼其鳃全部位于侧面,而在软骨鱼类中,扁平的鱼其鳃位于下方的腹面,如电鳐和鳐鱼,而细长的鱼其鳃位于侧面,如所有的鲨鱼类。
Ὁ δὲ βάτραχος ἐκ πλαγίου μὲν ἔχει, καλυπτόμενα δ’ οὐκ ἀκανθώδει καλύμματι ὥσπερ οἱ μὴ σελαχώδεις, ἀλλὰ δερματώδει.
琵琶鱼的鳃位于侧面,但并不是被非软骨鱼类那样多刺的鳃盖所覆盖,而是被皮质的盖所覆盖。
Ἔτι δὲ τῶν ἐχόντων βράγχια τῶν μὲν ἁπλᾶ ἐστὶ τὰ βράγχια, τῶν δὲ διπλᾶ· τὸ δ’ ἔσχατον πρὸς τὸ σῶμα πάντων ἁπλοῦν.
此外,在具有鳃的鱼中,有些其鳃是单片的,有些是双片的;但最靠近身体的那一片在所有鱼中都是单片的。
Καὶ πάλιν τὰ μὲν ὀλίγα βράγχια ἔχει, τὰ δὲ πλῆθος βραγχίων· ἴσα δ’ ἐφ’ ἑκάτερα πάντες.
再者,有些鱼的鳃较少,有些鱼的鳃较多;但在所有鱼中左右两侧的鳃数都是相等的。
Ἔχει δ’ ὁ ἐλάχιστα ἔχων ἓν ἐφ’ ἑκάτερα βράγχιον, διπλοῦν δὲ τοῦτο, οἷον κάπρος· οἱ δὲ δύο ἐφ’ ἑκάτερα, τὸ μὲν ἁπλοῦν τὸ δὲ διπλοῦν, οἷον γόγγρος καὶ σκάρος· οἱ δὲ τέτταρα ἐφ’ ἑκάτερα ἁπλᾶ, οἷον ἔλλοψ, συναγρίς, σμύραινα, ἐγχέλυς· οἱ δὲ τέτταρα μὲν δίστοιχα δὲ πλὴν τοῦ ἐσχάτου, οἷον κίχλη καὶ πέρκη καὶ γλάνις καὶ κυπρῖνος.
鳃最少的鱼左右两侧各有一个鳃,且这是双片的,如野猪鱼;有些鱼左右两侧各有两片,一片是单片的,一片是双片的,如康吉鳗和鹦嘴鱼;有些鱼左右两侧各有四片单片的鳃,如大眼海鲢、牙鲷、鯙和鳗鱼;有些鱼各有四片,但除最后一片外都是双列的,如绿锦鱼、河鲈、鲶鱼和鲤鱼。
Ἔχουσι δὲ καὶ οἱ γαλεώδεις διπλᾶ πάντες, καὶ πέντ’ ἐφ’ ἑκάτερα· ὁ δὲ ξιφίας ὀκτὼ διπλᾶ.
所有的鲨鱼类也具有双片的鳃,且左右两侧各有五片;而剑鱼则具有八片双片的鳃。
Περὶ μὲν οὖν πλήθους βραγχίων ἐν τοῖς ἰχθύσι τοῦτον ἔχει τὸν τρόπον.
关于鱼类的鳃的数量,情况就是这样。
Ἔτι δὲ πρὸς τἆλλα ζῷα οἱ ἰχθύες διαφέρουσι πρὸς τῇ διαφορᾷ τῇ περὶ τὰ βράγχια· οὔτε γὰρ ὥσπερ τῶν πεζῶν ὅσα ζῳοτόκα ἔχει τρίχας, οὔθ’ ὥσπερ ἔνια τῶν ᾠοτοκούντων τετραπόδων φολίδας, οὔθ’ ὡς τὸ τῶν ὀρνέων γένος πτερωτόν, ἀλλ’ οἱ μὲν πλεῖστοι αὐτῶν λεπιδωτοί εἰσιν, ὀλίγοι δέ τινες τραχεῖς, ἐλάχιστον δ’ ἐστὶ πλῆθος αὐτῶν τὸ λεῖον.
此外,与其他动物相比,鱼类除了在鳃方面的差异外,还存在其他不同;因为它们既不像陆生动物中胎生的那样具有毛发,也不像某些卵生四肢动物那样具有甲鳞,更不像鸟类那样长有羽毛,而是它们中的大多数都具有细鳞,极少数较为粗糙,而皮肤光滑的鱼其数量最少。
Τῶν μὲν οὖν σελαχῶν τὰ μὲν τραχέα ἐστὶ τὰ δὲ λεῖα, γόγγροι δὲ καὶ ἐγχέλυες καὶ θύννοι τῶν λείων.
在软骨鱼类中,有些是粗糙的,有些是光滑的,而康吉鳗、鳗鱼和金枪鱼属于光滑的。
Καρχαρόδοντες δὲ πάντες οἱ ἰχθύες ἔξω τοῦ σκάρου· καὶ πάντες ἔχουσιν ὀξεῖς τοὺς ὀδόντας καὶ πολυστοίχους, καὶ ἔνιοι ἐν τῇ γλώττῃ.
除了鹦嘴鱼外,所有的鱼都具有锯齿状的牙齿;并且所有的鱼都在多列中具有锋利的牙齿,有些甚至在舌头上。
Καὶ γλῶτταν σκληρὰν καὶ ἀκανθώδη ἔχουσι, καὶ προσπεφυκυῖαν οὕτως ὥστ’ ἐνίοτε μὴ δοκεῖν ἔχειν.
它们还具有坚硬且多刺的舌头,由于舌头高度贴合附着,以至于有时看起来好像没有舌头。
Τὸ δὲ στόμα οἱ μὲν ἀνερρωγός, ὥσπερ ἔνια τῶν ζῳοτόκων καὶ τετραπόδων.
至于口,有些鱼的口部开裂得很深,就像某些胎生四肢动物一样。
Τῶν δ’ αἰσθητηρίων τῶν μὲν ἄλλων οὐθὲν ἔχουσι φανερὸν οὔτ’ αὐτὸ οὔτε τοὺς πόρους, οὔτ’ ἀκοῆς οὔτ’ ὀσφρήσεως· ὀφθαλμοὺς δὲ πάντες ἔχουσιν ἄνευ βλεφάρων, οὐ σκληρόφθαλμοι ὄντες.
在感觉器官中,除了眼睛外,它们没有其他明显的感官本身或其通道,既没有听觉通道也没有嗅觉通道;但所有的鱼都具有没有眼睑的眼睛,尽管它们并不是硬眼动物。
Ἔναιμον μὲν οὖν ἐστὶν ἅπαν τὸ τῶν ἰχθύων γένος, εἰσὶ δ’ αὐτῶν οἱ μὲν ᾠοτόκοι οἱ δὲ ζῳοτόκοι, οἱ μὲν λεπιδωτοὶ πάντες ᾠοτόκοι, τὰ δὲ σελάχη πάντα ζῳοτόκα πλὴν βατράχου.
因此,整个鱼类都是有红血的,它们之中有些是卵生的,有些是胎生的;所有具有细鳞的都是卵生的,而所有的软骨鱼类除了琵琶鱼外都是胎生的。