§2.12Ὁμοίως δ’ ἔνια μόρια καὶ οἱ ὄρνιθες τοῖς εἰρημένοις ἔχουσι ζῴοις· καὶ γὰρ κεφαλὴν καὶ αὐχένα πάντ’ ἔχει καὶ νῶτον καὶ τὰ ὕπτια τοῦ σώματος καὶ τὸ ἀνάλογον τῷ στήθει·
同样,鸟类也与上述动物有一些共同的部位;因为所有的鸟都具有头部、颈部、背部、身体的腹面以及相当于胸部的部分。
σκέλη δὲ δύο καθάπερ ἄνθρωπος μάλιστα τῶν ζῴων· πλὴν κάμπτει εἰς τοὔπισθεν ὁμοίως τοῖς τετράποσιν, ὥσπερ εἴρηται πρότερον.
它们有两条腿,在动物中这一点最像人类;不同之处在于,正如前面所说,它们像四足动物一样向后弯曲。
Χεῖρας δ’ οὐδὲ πόδας προσθίους ἔχει, ἀλλὰ πτέρυγας ἴδιον πρὸς τὰ ἄλλα ζῷα.
它们既没有手也没有前足,而是具有翅膀,这是它们相对于其他动物所特有的。
Ἔτι δὲ τὸ ἰσχίον ὅμοιον μηρῷ μακρὸν καὶ προσπεφυκὸς μέχρι ὑπὸ μέσην τὴν γαστέρα, ὥστε δοκεῖν διαιρούμενον μηρὸν εἶναι, τὸν δὲ μηρὸν μεταξὺ τῆς κνήμης, ἕτερόν τι μέρος.
此外,其股骨(坐骨)很长,类似于大腿,并一直附着到腹部中部的下方,因此在解剖时它看起来就像是大腿,而位于该骨与胫骨之间的真正大腿则看起来像是其他某个部位。
Μεγίστους δὲ τοὺς μηροὺς ἔχει τὰ γαμψώνυχα τῶν ὀρνίθων, καὶ τὸ στῆθος ἰσχυρότερον τῶν ἄλλων.
在鸟类中,猛禽的大腿最大,胸部也比其他鸟类更强壮。
Πολυώνυχοι δ’ εἰσὶ πάντες οἱ ὄρνιθες, ἔτι δὲ πολυσχιδεῖς τρόπον τινὰ πάντες· τῶν μὲν γὰρ πλείστων διῄρηνται οἱ δάκτυλοι, τὰ δὲ πλωτὰ στεγανόποδά ἐστι, διηρθρωμένους δ’ ἔχει καὶ χωριστοὺς δακτύλους.
所有的鸟都具有许多爪子,而且在某种意义上所有鸟的趾都分得很深;因为在大多数鸟中趾是分开的,而游禽则是蹼足,但它们仍然具有关节清晰且相互分离的趾。
Εἰσὶ δ’ ὅσοι αὐτῶν μετεωρίζονται πάντες τετραδάκτυλοι· τρεῖς μὲν γὰρ εἰς τὸ ἔμπροσθεν ἕνα δ’ εἰς τὸ ὄπισθεν κείμενον ἔχουσιν οἱ πλεῖστοι ἀντὶ πτέρνης· ὀλίγοι δέ τινες δύο μὲν ἔμπροσθεν δύο δ’ ὄπισθεν, οἷον ἡ καλουμένη ἴυγξ.
在它们之中,所有飞得高的鸟都是四趾的;因为大多数鸟有三趾在前面,一趾在后面作为脚后跟的替代;但极少数鸟具有前两趾和后两趾,例如被称为蚁䴕的鸟。
Αὕτη δ’ ἐστὶ μικρῷ μὲν μείζων σπίζης, τὸ δ’ εἶδος ποικίλον, ἴδια δ’ ἔχει τά τε περὶ τοὺς δακτύλους καὶ τὴν γλῶτταν ὁμοίαν τοῖς ὄφεσιν· ἔχει γὰρ ἐπὶ μῆκος ἔκτασιν καὶ ἐπὶ τέτταρας δακτύλους, καὶ πάλιν συστέλλεται εἰς ἑαυτήν.
这种鸟比苍头燕雀稍大,外表斑驳,且其趾部具有独特性,舌头也类似于蛇;因为它的舌头可以向外延伸达四指宽的长度,然后又缩回自身内部。
Ἔτι δὲ περιστρέφει τὸν τράχηλον εἰς τοὐπίσω τοῦ λοιποῦ σώματος ἠρεμοῦντος, καθάπερ οἱ ὄφεις.
此外,当身体其余部分保持不动时,它可以像蛇一样将颈部向后转动。
Ὄνυχας δ’ ἔχει μεγάλους μὲν ὁμοίως μέντοι πεφυκότας τοῖς τῶν κολοιῶν· τῇ δὲ φωνῇ τρίζει.
它的爪子很大,但其生长方式与寒鸦相同;至于声音,它会发出尖叫。
Στόμα δ’ οἱ ὄρνιθες ἔχουσι μὲν ἴδιον δέ· οὔτε γὰρ χείλη οὔτ’ ὀδόντας ἔχουσιν, ἀλλὰ ῥύγχος, οὔτ’ ὦτα οὔτε μυκτῆρας, ἀλλὰ τοὺς πόρους τούτων τῶν αἰσθήσεων, τῶν μὲν μυκτήρων ἐν τῷ ῥύγχει, τῆς δ’ ἀκοῆς ἐν τῇ κεφαλῇ.
鸟类确实有口,但很独特;因为它们既没有唇也没有齿,而是具有喙,既没有外耳也没有鼻孔,而是具有这些感觉器官的通道,鼻孔的通道在喙中,听觉的通道在头部。
Ὀφθαλμοὺς δὲ πάντες καθάπερ καὶ τἆλλα ζῷα δύο, ἄνευ βλεφαρίδων.
所有的鸟都像其他动物一样有两个眼睛,但没有睫毛。
Μύουσι δ’ οἱ βαρεῖς τῷ κάτω βλεφάρῳ, σκαρδαμύττουσι δ’ ἐκ τοῦ κανθοῦ δέρματι ἐπιόντι πάντες, οἱ δὲ γλαυκώδεις τῶν ὀρνίθων καὶ τῷ ἄνω βλεφάρῳ.
体重的鸟用下眼睑闭眼,所有的鸟都通过从眼角处覆过来的皮肤(瞬膜)进行眨眼,而猫头鹰类的鸟也用上眼睑闭眼。
Τὸ δ’ αὐτὸ τοῦτο ποιοῦσι καὶ τὰ φολιδωτά, οἷον οἱ σαῦροι καὶ τἆλλα τὰ ὁμοιογενῆ τούτοις τῶν ζῴων· μύουσι γὰρ τῇ κάτω βλεφαρίδι πάντες, οὐ μέντοι σκαρδαμύττουσί γε ὥσπερ οἱ ὄρνιθες.
有鳞动物,如蜥蜴以及与此类同的其他动物,也做同样的事情;因为它们都用下眼睑闭眼,但它们并不像鸟类那样眨眼。
Ἔτι δ’ οὔτε φολίδας οὔτε τρίχας ἔχουσιν, ἀλλὰ πτερά· τὰ δὲ πτερὰ ἔχει καυλὸν ἅπαντα.
此外,它们既没有鳞片也没有毛,而是具有羽毛;所有的羽毛都具有羽轴。
Καὶ οὐρὰν μὲν οὐκ ἔχουσιν, ὀρροπύγιον δέ, οἱ μὲν μακροσκελεῖς καὶ στεγανόποδες βραχύ, οἱ δ’ ἐναντίοι μέγα.
它们没有尾巴,而是具有尾羽部,长腿和蹼足的鸟其尾羽部较短,相反的鸟则较长。
Καὶ οὗτοι μὲν πρὸς τῇ γαστρὶ τοὺς πόδας ἔχοντες πέτονται, οἱ δὲ μικρορροπύγιοι ἐκτεταμένους.
后者在飞行时将脚贴在腹部,而具有小尾羽部的鸟在飞行时则将脚向后伸展。
Καὶ γλῶτταν ἅπαντες, ταύτην δ’ ἀνομοίαν· οἱ μὲν γὰρ μακρὰν οἱ δὲ πλατεῖαν.
所有的鸟也都具有舌头,但这并不相同;因为有些鸟的舌头长,有些鸟的舌头宽。
Μάλιστα δὲ τῶν ζῴων μετὰ τὸν ἄνθρωπον γράμματα φθέγγεται ἔνια τῶν ὀρνίθων γένη· τοιαῦτα δ’ ἐστὶ τὰ πλατύγλωττα αὐτῶν μάλιστα.
在人类之后的动物中,某些种类的鸟最能发出清晰的声音;其中舌头宽的鸟尤其如此。
Τὴν δ’ ἐπιγλωττίδα ἐπὶ τῆς ἀρτηρίας οὐθὲν τῶν ᾠοτοκούντων ἔχει, ἀλλὰ συνάγει καὶ διοίγει τὸν πόρον ὥστε μηθὲν καθεῖναι τῶν ἐχόντων βάρος ἐπὶ τὸν πλεύμονα.
任何卵生动物在气管上方都没有会厌,而是通过收缩和张开通道,使有重量的东西不至于掉入肺部。
Γένη δ’ ἔνια τῶν ὀρνίθων ἔχει καὶ πλῆκτρα· γαμψώνυχον δ’ ἅμα καὶ πλῆκτρον ἔχον οὐθέν.
某些种类的鸟还具有距;但没有任何鸟同时具有钩爪和距。
Ἔστι δὲ τὰ μὲν γαμψώνυχα τῶν πτητικῶν, τὰ δὲ πληκτροφόρα τῶν βαρέων. Ἔτι δ’ ἔνια τῶν ὀρνέων λόφον ἔχουσι, τὰ μὲν αὐτῶν τῶν πτερῶν ἐπανεστηκότα, ὁ δ’ ἀλεκτρυὼν μόνος ἴδιον· οὔτε γὰρ σάρξ ἐστιν οὔτε πόρρω σαρκὸς τὴν φύσιν.
此外,某些鸟具有冠羽,其中有些鸟的冠羽是由直立的羽毛构成的,而唯独公鸡具有独特的肉冠;因为这既不是肉,但在性质上也不远离肉。