§2.11Ὁ δὲ χαμαιλέων ὅλον μὲν τοῦ σώματος ἔχει τὸ σχῆμα σαυροειδές, τὰ δὲ πλευρὰ κάτω καθήκει συνάπτοντα πρὸς τὸ ὑπογάστριον, καθάπερ τοῖς ἰχθύσι, καὶ ἡ ῥάχις ἐπανέστηκεν ὁμοίως τῇ τῶν ἰχθύων.
避役的整个身体形状像蜥蜴,但其肋骨向下延伸并与下腹部连接,就像鱼类一样,其脊椎也像鱼类那样凸起。
Τὸ δὲ πρόσωπον ὁμοιότατον τῷ τοῦ χοιροπιθήκου.
其面部最相似于狒狒。
Κέρκον δ’ ἔχει μακρὰν σφόδρα, εἰς λεπτὸν καθήκουσαν καὶ συνελιττομένην ἐπὶ πολύ, καθάπερ ἱμάντα.
它有一条极长的尾巴,末端变细且卷曲得很厉害,就像皮带一样。
Μετεωρότερος δ’ ἐστὶ τῇ ἀπὸ τῆς γῆς ἀποστάσει τῶν σαύρων, τὰς δὲ καμπὰς τῶν σκελῶν καθάπερ οἱ σαῦροι ἔχει.
它在离地高度上比蜥蜴更高,但其腿部的弯曲方式就像蜥蜴一样。
Τῶν δὲ ποδῶν ἕκαστος αὐτοῦ διχῇ διῄρηται εἰς μέρη θέσιν ὁμοίαν πρὸς αὑτὰ ἔχοντα οἵανπερ ὁ μέγας ἡμῶν δάκτυλος πρὸς τὸ λοιπὸν τῆς χειρὸς ἀντίθεσιν ἔχει.
它的每只脚都分成两部分,这两部分相互之间的位置关系就像我们的拇指与手的其余部分相对立一样。
Ἐπὶ βραχὺ δὲ καὶ τούτων τῶν μερῶν ἕκαστον διῄρηται εἴς τινας δακτύλους, τῶν μὲν ἔμπροσθεν ποδῶν τὰ μὲν πρὸς αὐτὸν τρίχα, τὰ δ’ ἐκτὸς δίχα, τῶν δ’ ὀπισθίων τὰ μὲν πρὸς αὐτὸν δίχα, τὰ δ’ ἐκτὸς τρίχα.
这些部分的每一部分又在极短的距离内分出若干趾;在自前足的部分中,朝向身体内部的部分分为三趾,而外部的部分分为两趾;在后足中,朝向内部的部分分为两趾,而外部的部分分为三趾。
Ἔχει δὲ καὶ ὀνύχια ἐπὶ τούτων ὅμοια τοῖς τῶν γαμψωνύχων.
在这些趾上,它还拥有类似于猛禽的爪子的小爪。
Τραχὺ δ’ ἔχει ὅλον τὸ σῶμα, καθάπερ ὁ κροκόδειλος.
它的整个身体都是粗糙的,就像鳄鱼一样。
Ὀφθαλμοὺς δ’ ἔχει ἐν κοίλῳ τε κειμένους καὶ μεγάλους σφόδρα καὶ στρογγύλους καὶ δέρματι ὁμοίῳ τῷ λοιπῷ σώματι περιεχομένους.
它的眼睛位于凹陷处,非常大且圆,并覆有与身体其余部分相似的皮肤。
Κατὰ μέσους δ’ αὐτοὺς διαλέλειπται μικρὰ τῇ ὄψει χώρα, δι’ ἧς ὁρᾷ· οὐδέποτε δὲ τῷ δέρματι ἐπικαλύπτει τοῦτο.
在眼睛的中央留有一个用于视觉的微小区域,它通过该区域观看;它从不用皮肤覆盖这一区域。
Στρέφει δὲ τὸν ὀφθαλμὸν κύκλῳ καὶ τὴν ὄψιν ἐπὶ πάντας τοὺς τόπους μεταβάλλει, καὶ οὕτως ὁρᾷ ὃ βούλεται.
它环转眼睛,并将视线转向所有方向,从而看到它想看的东西。
Τῆς δὲ χροιᾶς ἡ μεταβολὴ ἐμφυσωμένῳ αὐτῷ γίγνεται· ἔχει δὲ καὶ μέλαιναν ταύτην, οὐ πόρρω τῆς τῶν κροκοδείλων, καὶ ὠχρὰν καθάπερ οἱ σαῦροι, μέλανι ὥσπερ τὰ παρδάλια διαπεποικιλμένην.
其体色的变化发生在其充气膨胀时;它的这种颜色既有不亚于鳄鱼的黑色,也有像蜥蜴一样的黄褐色,并像豹子一样点缀着黑斑。
Γίνεται δὲ καθ’ ἅπαν τὸ σῶμα αὐτοῦ ἡ τοιαύτη μεταβολή· καὶ γὰρ οἱ ὀφθαλμοὶ συμμεταβάλλουσιν ὁμοίως τῷ λοιπῷ σώματι καὶ ἡ κέρκος.
这种变化发生在它的整个身体上;因为实际上眼睛和尾巴也像身体的其余部分一样一起变化。
Ἡ δὲ κίνησἲς αὐτοῦ νωθὴς ἰσχυρῶς ἐστί, καθάπερ ἡ τῶν χελωνῶν.
它的运动极其缓慢,就像乌龟一样。
Καὶ ἀποθνήσκων τε ὠχρὸς γίνεται, καὶ τελευτήσαντος αὐτοῦ ἡ χροιὰ τοιαύτη ἐστίν.
当它濒死时,它会变成黄褐色,而在它死后,其体色也是如此。
Τὰ δὲ περὶ τὸν στόμαχον καὶ τὴν ἀρτηρίαν ὁμοίως ἔχει τοῖς σαύροις κείμενα.
其食道和气管周围的构造与蜥蜴的配置相同。
Σάρκα δ’ οὐδαμοῦ ἔχει πλὴν πρὸς τῇ κεφαλῇ καὶ ταῖς σιαγόσιν ὀλίγα σαρκία, καὶ περὶ ἄκραν τὴν τῆς κέρκου πρόσφυσιν.
它任何地方都没有肉,除了头部和颌部有少许肉,以及在尾部附着处的末端周围。
Καὶ αἷμα δ’ ἔχει περί τε τὴν καρδίαν μόνον καὶ τὰ ὄμματα καὶ τὸν ἄνω τῆς καρδίας τόπον, καὶ ὅσα ἀπὸ τούτων φλέβια ἀποτείνει· ἔστι δὲ καὶ ἐν τούτοις βραχὺ παντελῶς.
它也仅在心脏周围、眼睛、心脏上方区域以及从这些区域延伸出的微细血管中拥有血液;而且即使在这些地方,其血量也极其微少。
Κεῖται δὲ καὶ ὁ ἐγκέφαλος ἀνώτερον μὲν ὀλίγῳ τῶν ὀφθαλμῶν, συνεχὴς δὲ τούτοις.
它的脑也位于眼睛稍微偏上方,但与眼睛相连。
Περιαιρεθέντος δὲ τοῦ ἔξωθεν δέρματος τῶν ὀφθαλμῶν περιέχει τι διαλάμπον διὰ τούτων, οἷον κρίκος χαλκοῦς λεπτός.
剥去眼睛的外层皮肤后,通过这些眼睛会显露出包围着的某种发光的东西,就像细青铜环一样。
Καθ’ ἅπαν δὲ αὐτοῦ τὸ σῶμα σχεδὸν διατείνουσιν ὑμένες πολλοὶ καὶ ἰσχυροὶ καὶ πολὺ ὑπερβάλλοντες τῶν περὶ τὰ λοιπὰ ὑπαρχόντων.
许多强韧的膜几乎延伸到它的整个身体,远远超过其他动物身上所具有的膜。
Ἐνεργεῖ δὲ καὶ τῷ πνεύματι ἀνατετμημένος ὅλος ἐπὶ πολὺν χρόνον, βραχείας ἰσχυρῶς ἔτι κινήσεως ἐν αὐτῷ περὶ τὴν καρδίαν οὔσης, καὶ συνάγει διαφερόντως μὲν τὰ περὶ τὰ πλευρά, οὐ μὴν ἀλλὰ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος.
即使它被全部切开,它仍能在很长时间内凭着呼吸活动,因为其心脏周围仍有极微弱的运动;它特别收缩肋骨周围的部分,但也收缩身体的其余部分。
Σπλῆνα δ’ οὐδαμοῦ ἔχει φανερόν.
它在任何地方都没有明显的脾脏。
Φωλεύει δὲ καθάπερ οἱ σαῦροι.
它就像蜥蜴一样冬眠。