Humanitext Reader

亚里士多德 · 动物志 §2.1#3

蹄与角及距骨与生殖器官的多样性

第 18 段,共 189 段 · 希腊语

内容简介

讨论了四足动物的足部裂隙(多趾、偶蹄、单蹄)与角的特征,详述了距骨的独特解剖结构与排列,并阐述了不同动物在乳房数量、位置以及雄性生殖器构造上的形态差异。

§2.1#3Τῶν δὲ τετραπόδων καὶ ἐναίμων καὶ ζῳοτόκων τὰ μέν ἐστι πολυσχιδῆ, ὥσπερ αἱ τοῦ ἀνθρώπου χεῖρες καὶ οἱ πόδες (πολυδάκτυλα γὰρ ἔνιά ἐστιν, οἷον κύων, λέων, πάρδαλις), τὰ δὲ δισχιδῆ, καὶ ἀντὶ τῶν ὀνύχων χηλὰς ἔχει, ὥσ περ πρόβατον καὶ αἲξ καὶ ἔλαφος καὶ ἵππος ὁ ποτάμιος· τὰ δ’ ἀσχιδῆ, οἷον τὰ μώνυχα, ὥσπερ ἵππος καὶ ὀρεύς.
在有血且胎生的四足动物中,有些是多趾的,就像人类的手和足一样(因为有些动物是多趾的,例如狗、狮子、豹),而有些是双分的,并用蹄代替爪,例如绵羊、山羊、鹿和河马;有些则是未分裂的,如单蹄类,例如马和骡。
Τὸ δὲ τῶν ὑῶν γένος ἐπαμφοτερίζει· εἰσὶ γὰρ καὶ ἐν Ἰλλυριοῖς καὶ ἐν Παιονίᾳ καὶ ἄλλοθι μώνυχες ὕες.
猪的种类则介于两者之间;因为在伊利里亚、派奥尼亚以及其他地方,也有单蹄的猪。
Τὰ μὲν οὖν διχαλὰ δύο ἔχει σχίσεις ὄπισθεν· τοῖς δὲ μώνυξι τοῦτ’ ἐστὶ συνεχές.
因此,偶蹄动物的蹄后部有两个裂口;而在单蹄动物中,这一部分是连续不分流的。
Ἔστι δὲ καὶ τὰ μὲν κερατοφόρα τῶν ζῴων τὰ δ’ ἄκερα.
动物中有些是有角的,有些是无角的。
Τὰ μὲν οὖν πλεῖστα τῶν ἐχόντων κέρατα διχαλὰ κατὰ φύσιν ἐστίν, οἷον βοῦς καὶ ἔλαφος καὶ αἴξ· μώνυχον δὲ καὶ δίκερων οὐθὲν ἡμῖν ὦπται.
大多数有角的动物在自然本性上都是偶蹄的,例如牛、鹿和山羊;但我们尚未观察到既是单蹄又是双角的动物。
Μονοκέρατα δὲ καὶ μώνυχα ὀλίγα, οἷον ὁ Ἰνδικὸς ὄνος.
单角且单蹄的动物很少,例如印度驴。
Μονόκερων δὲ καὶ διχαλὸν ὄρυξ.
而独角羚则是单角且偶蹄的。
Καὶ ἀστράγαλον δ’ ὁ Ἰνδικὸς ὄνος ἔχει τῶν μωνύχων μόνον· ἡ γὰρ ὗς, ὥσπερ ἐλέχθη πρότερον, ἐπαμφοτερίζει, διὸ καὶ οὐ καλλιαστράγαλόν ἐστιν.
在单蹄动物中,只有印度驴拥有距骨;因为猪正如前文所说,具有两面性,因此没有形状良好的距骨。
Τῶν δὲ διχαλῶν πολλὰ ἔχει ἀστράγαλον.
许多偶蹄动物都拥有距骨。
Πολυσχιδὲς δὲ οὐθὲν ὦπται τοιοῦτον ἔχον ἀστράγαλον, ὥσπερ οὐδ’ ἄνθρωπος, ἀλλ’ ἡ μὲν λὺγξ ὅμοιον ἡμιαστραγαλίῳ, ὁ δὲ λέων, οἷόν περ πλάττουσι, λαβυρινθώδη.
但我们尚未观察到任何多趾动物拥有这样的距骨,正如人类也没有一样,不过猞猁拥有类似于半距骨的结构,而狮子则拥有像人们所塑形那样的迷宫状结构。
Πάντα δὲ τὰ ἔχοντα ἀστράγαλον ἐν τοῖς ὄπισθεν ἔχει σκέλεσιν.
凡是有距骨的动物,其距骨都长在后腿。
Ἔχει δ’ ὀρθὸν τὸν ἀστράγαλον ἐν τῇ καμπῇ, τὸ μὲν πρανὲς ἔξω, τὸ δ’ ὕπτιον εἴσω, καὶ τὰ μὲν κῷα ἐντὸς ἐστραμμένα πρὸς ἄλληλα, τὰ δὲ χῖα καλούμενα ἔξω, καὶ τὰς κεραίας ἄνω.
它们在关节中直立地拥有距骨,其凸面朝外,凹面朝内,所谓“科亚”面在内侧相互对立,被称为“希亚”的部分朝外,突起部朝上。
Ἡ μὲν οὖν θέσις τῶν ἀστραγάλων τοῖς ἔχουσι πᾶσι τοῦτον ἔχει τὸν τρόπον.
因此,在所有拥有距骨的动物中,距骨的位置都是这样的。
Διχαλὰ δ’ ἅμα καὶ χαίτην ἔχοντα καὶ κέρατα δύο κεκαμμένα εἰς αὑτά ἐστιν ἔνια τῶν ζῴων, οἷον ὁ βόνασος, ὃς γίνεται περὶ τὴν Παιονίαν καὶ τὴν Μαιδικήν.
有些动物既是偶蹄,同时又长有鬃毛和两只弯向自身的角,例如产于派奥尼亚和麦迪卡周围的波纳索斯野牛。
Πάντα δὲ ὅσα κερατοφόρα, τετράποδά ἐστιν, εἰ μή τι κατὰ μεταφορὰν λέγεται ἔχειν κέρας καὶ λόγου χάριν, ὥσπερ τοὺς περὶ Θήβας ὄφεις οἱ Αἰγύπτιοί φασιν, ἔχοντας ἐπανάστασιν ὅσον προφάσεως χάριν.
凡是有角的都是四足动物,除非是隐喻或言语上说它有角,正如埃及人所说底比斯周围的蛇,它们仅有一个象征性的突起而已。
Τῶν δ’ ἐχόντων κέρας δι’ ὅλου μὲν ἔχει στερεὸν μόνον ἔλαφος, τὰ δ’ ἄλλα κοῖλα μέχρι τινός, τὸ δ’ ἔσχατον στερεόν.
在有角的动物中,只有鹿的整只角都是实心的,其他动物的角在一定程度上是空心的,仅末端是实心的。
Τὸ μὲν οὖν κοῖλον ἐκ τοῦ δέρματος πέφυκε μᾶλλον· περὶ δὲ τοῦτο περιήρμοσται τὸ στερεὸν ἐκ τῶν ὀστῶν, οἷον τὰ κέρατα τῶν βοῶν.
空心的部分更多地是由皮肤生出的;而在这周围,由骨头生出的实心部分与其相契合,例如牛角。
Ἀποβάλλει δὲ τὰ κέρατα μόνον ἔλαφος κατ’ ἔτος, ἀρξάμενος ἀπὸ διετοῦς, καὶ πάλιν φύει· τὰ δ’ ἄλλα συνεχῶς ἔχει, ἐὰν μή τι βίᾳ πηρωθῇ.
只有鹿从两岁起每年脱角,并重新长出;其他动物只要不受到暴力损伤,就会一直拥有角。
Ἔτι δὲ περί τε τοὺς μαστοὺς ὑπεναντίως ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει πρὸς αὐτά τε καὶ πρὸς τὸν ἄνθρωπον, καὶ περὶ τὰ ὄργανα τὰ χρήσιμα πρὸς τὴν ὀχείαν.
此外,关于乳房,在其他动物中,无论是它们彼此之间还是与人类相比,情况都是相反的,关于用于交配的器官也是如此。
Τὰ μὲν γὰρ ἔμπροσθεν ἔχει τοὺς μαστοὺς ἐν τῷ στήθει ἢ πρὸς τῷ στήθει, καὶ δύο μαστοὺς καὶ δύο θηλάς, ὥσπερ ἄνθρωπος καὶ ἐλέφας, καθάπερ εἴρηται πρότερον.
有些动物将乳房长在前面,即在胸部或靠近胸部,拥有两个乳房和两个乳头,正如人类和象象一样,这在前面已经提到过。
Καὶ γὰρ ὁ ἐλέφας ἔχει τοὺς μαστοὺς δύο περὶ τὰς μασχάλας· ἔχει δὲ καὶ ἡ θήλεια τοὺς μαστοὺς μικροὺς παντελῶς καὶ οὐ κατὰ λόγον τοῦ σώματος, ὥστ’ ἐκ τοῦ πλαγίου μὴ πάνυ ὁρᾶν· ἔχουσι δὲ καὶ οἱ ἄρρενες μαστούς, ὥσπερ αἱ θήλειαι, μικροὺς παντελῶς.
因为大象在腋窝附近有两个乳房;雌象的乳房完全微小,与身体不成比例,以至于从侧面看并不十分明显;而雄象也像雌象一样,拥有完全微小的乳房。
Ἡ δ’ ἄρκτος τέτταρας.
熊则有四个乳房。
Τὰ δὲ δύο μὲν μαστοὺς ἔχει, ἐν τοῖς μηροῖς δ’ ἔχει, καὶ τὰς θηλὰς δύο, ὥσπερ πρόβατον· τὰ δὲ τέτταρας θηλάς, ὥσπερ βοῦς.
有些动物有两个乳房,但长在股间,并有两个乳头,正如绵羊;有些则有四个乳头,正如牛。
Τὰ δ’ οὔτ’ ἐν τῷ στήθει ἔχει τοὺς μαστοὺς οὔτ’ ἐν τοῖς μηροῖς, ἀλλ’ ἐν τῇ γαστρί, οἷον κύων καὶ ὗς, καὶ πολλούς, οὐ πάντας δ’ ἴσους.
有些动物既不在胸部也不在股间长乳房,而是长在腹部,例如狗和猪,并且数量很多,但并非全部大小相同。
Τὰ μὲν οὖν ἄλλα πλείους ἔχει, ἡ δὲ πάρδαλις τέτταρας ἐν τῇ γαστρί, ἡ δὲ λέαινα δύο ἐν τῇ γαστρί.
其他动物拥有更多乳房,但母豹在腹部有四个,雌狮在腹部有两个。
Ἔχει δὲ καὶ ἡ κάμηλος μαστοὺς δύο καὶ θηλὰς τέτταρας, ὥσπερ ὁ βοῦς.
骆驼也像牛一样,有两个乳房和四个乳头。
Τῶν δὲ μωνύχων τὰ ἄρρενα οὐκ ἔχουσι μαστούς, πλὴν ὅσα ἐοίκασι τῇ μητρί, ὅπερ συμβαίνει ἐπὶ τῶν ἵππων.
在单蹄动物中,雄性没有乳房,除非是那些像母亲的,这在马身上会发生。
Τὰ δ’ αἰδοῖα τῶν μὲν ἀρρένων τὰ μὲν ἔξω ἔχει, οἷον ἄνθρωπος καὶ ἵππος καὶ ἄλλα πολλά, τὰ δ’ ἐντός, ὥσπερ δελφίς· καὶ τῶν ἔξω δ’ ἐχόντων τὰ μὲν εἰς τὸ πρόσθεν, ὥσπερ καὶ τὰ εἰρημένα, καὶ τούτων τὰ μὲν ἀπολελυμένα καὶ τὸ αἰδοῖον καὶ τοὺς ὄρχεις, ὥσπερ ἄνθρωπος, τὰ δὲ πρὸς τῇ γαστρὶ καὶ τοὺς ὄρχεις καὶ τὸ αἰδοῖον, καὶ τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον ἀπολελυμένα· οὐ γὰρ ὡσαύτως ἀπολέλυται κάπρῳ καὶ ἵππῳ τοῦτο τὸ μόριον.
关于雄性生殖器,有些长在体外,例如人、马和许多其他动物,有些则在体内,例如海豚;在长在体外的动物中,有些像上述动物一样朝向前方,在这些动物中,有些生殖器和睾丸都是游离的,例如人,有些则睾丸和生殖器都贴近腹部,有些游离程度较大,有些较小;因为这一器官在野猪和马身上的游离方式并不相同。

词汇与语法注释

  1. §2.1#3ἐπαμφοτερίζει — 意为“具有双重性质”或“介于两者之间”。这里指猪属动物,通常为偶蹄,但在某些地区也存在单蹄猪,因此兼具两种特征。
  2. §2.1#3ἡμῖν ὦπται — 动词 ὁράω 的动词完成时被动第三人称单数形式 ὦπται,与第一人称复数代词 ἡμῖν(作施事与格 dativus auctoris)连用,意为“未曾被我们观察到”。
  3. §2.1#3περὶ δὲ τοῦτο περιήρμοσται τὸ στερεὸν ἐκ τῶν ὀστῶν — 指示代词 τοῦτο 指代前文的“空心部分(τὸ κοῖλον)”。在语法上,该句可译为“在这(空心部分)的周围,由骨头生出的实心部分与其相契合”。但这在解剖学实际上(即角质鞘套在骨质芯外面)主客关系相反,是一个需要注意的解剖学描述与语法结构的关系点。
  4. §2.1#3πλὴν ὅσα ἐοίκασι τῇ μητρί — 关系代词 ὅσα(中性复数)在语义上指代前文的阳性复数短语 τὰ ἄρρενα(单蹄类的雄性们)。虽然中性复数主语通常要求单数动词,但此处使用了复数动词 ἐοίκασι,属于根据语义一致的用法(constructio ad sensum),侧重于每个具体的个体。

引用这一段

亚里士多德, 动物志 §2.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。