§2.1#2Αἱ δὲ κινήσεις τῶν ζῴων τῶν μὲν τετραπόδων καὶ πολυπόδων κατὰ διάμετρόν εἰσι, καὶ ἑστᾶσιν οὕτως· ἡ δ’ ἀρχὴ ἀπὸ τῶν δεξιῶν πᾶσιν.
另一方面,动物的运动,包括四足动物和多足动物,都是对角线方向进行的,它们的站立姿势也是如此;并且所有动物运动的起点都是从右侧开始。
Κατὰ σκέλος δὲ βαδίζουσιν ὅ τε λέων καὶ αἱ κάμηλοι ἀμφότεραι, αἵ τε Βακτριαναὶ καὶ αἱ Ἀράβιαι.
然而,狮子和两种骆驼(双峰驼和单峰驼)都是以同侧步态行走的。
Τὸ δὲ κατὰ σκέλος ἐστὶν ὅτε οὐ προβαίνει τῷ ἀριστερῷ τὸ δεξιόν, ἀλλ’ ἐπακολουθεῖ.
所谓同侧步态,是指右侧肢体不超越左侧,而是紧随其后。
Ἔχουσι δὲ τὰ τετράποδα ζῷα, ὅσα μὲν ὁ ἄνθρωπος μόρια ἔχει ἐν τῷ πρόσθεν, κάτω ἐν τοῖς ὑπτίοις, τὰ δὲ ὀπίσθια ἐν τοῖς πρανέσιν.
四足动物将人类长在身体前部的器官,长在它们呈仰卧状的下部,而将那些后部的器官长在它们呈俯卧状的背部。
Ἔτι δὲ τὰ πλεῖστα κέρκον ἔχει· καὶ γὰρ ἡ φώκη μικρὰν ἔχει, ὁμοίαν τῇ τοῦ ἐλάφου.
此外,大多数四足动物都有尾巴;因为连海豹也有一条小尾巴,与鹿的尾巴相似。
Περὶ δὲ τῶν πιθηκοειδῶν ζῴων ὕστερον διορισθήσεται.
关于类人猿动物,稍后将予以界定。
Πάντα δ’ ὅσα τετράποδα καὶ ζῳοτόκα, δασέα ὡς εἰπεῖν ἐστί, καὶ οὐχ ὥσπερ ὁ ἄνθρωπος ὀλιγότριχον καὶ μικρότριχον πλὴν τῆς κεφαλῆς, τὴν δὲ κεφαλὴν δασύτατον τῶν ζῴων.
凡是胎生的四足动物,可以说都是毛发浓密的,而不像人类那样,除了头部以外毛发稀疏且短,而人类的头部则是所有动物中毛发最浓密的。
Ἔτι δὲ τῶν μὲν ἄλλων ζῴων τῶν ἐχόντων τρίχας τὰ πρανῆ δασύτερα, τὰ δ’ ὕπτια ἢ λεῖα πάμπαν ἢ ἧττον δασέα· ὁ δ’ ἄνθρωπος τοὐναντίον.
此外,在其他有毛的动物中,背部的毛发较浓密,而腹部则完全光滑或毛发较稀疏;人类则相反。
Καὶ βλεφαρίδας ὁ μὲν ἄνθρωπος ἐπ’ ἄμφω ἔχει, καὶ ἐν μασχάλαις ἔχει τρίχας καὶ ἐπὶ τῆς ἥβης· τῶν δ’ ἄλλων οὐθὲν οὔτε τούτων οὐδέτερον οὔτε τὴν κάτω βλεφαρίδα, ἀλλὰ κάτωθεν τοῦ βλεφάρου ἐνίοις μαναὶ τρίχες πεφύκασιν.
人类的上下眼睑都有睫毛,腋窝和阴部也有毛发;而其他动物既没有这两处的毛发,也没有下睫毛,只是有些动物在下眼睑下方长有稀疏的毛发。
Αὐτῶν δὲ τῶν τετραπόδων καὶ τρίχας ἐχόντων τῶν μὲν ἅπαν τὸ σῶμα δασύ, καθάπερ ὑὸς καὶ ἄρκτου καὶ κυνός· τὰ δὲ δασύτερα τὸν αὐχένα ὁμοίως πάντῃ, οἷον ὅσα χαίτην ἔχει, ὥσπερ λέων· τὰ δ’ ἐπὶ τῷ πρανεῖ τοῦ αὐχένος ἀπὸ τῆς κεφαλῆς μέχρι τῆς ἀκρωμίας, οἷον ὅσα λοφιὰν ἔχει, ὥσπερ ἵππος καὶ ὀρεὺς καὶ τῶν ἀγρίων καὶ κερατοφόρων βόνασος.
在有毛的四足动物中,有些动物全身毛发浓密,如猪、熊和狗;有些则是颈部周围整体毛发较浓密,例如有鬃毛的动物,如狮子;有些则是从头部到肩峰的颈部背侧毛发浓密,例如有脊鬃的动物,如马、骡以及野生带角的波纳索斯野牛。
Ἔχει δὲ καὶ ὁ ἱππέλαφος καλούμενος ἐπὶ τῇ ἀκρωμίᾳ χαίτην καὶ τὸ θηρίον τὸ πάρδιον ὀνομαζόμενον· ἀπὸ δὲ τῆς κεφαλῆς ἐπὶ τὴν ἀκρωμίαν λεπτὴν ἑκάτερον· ἰδίᾳ δὲ ὁ ἱππέλαφος πώγωνα ἔχει κατὰ τὸν λάρυγγα.
被称为马鹿的动物在肩峰上也有鬃毛,被称为豹的野兽也是如此;但从头部到肩峰,两者的鬃毛都很稀薄;特别的是,马鹿在喉部有胡须。
Ἔστι δ’ ἀμφότερα κερατοφόρα καὶ διχαλά· ἡ δὲ θήλεια ἱππέλαφος οὐκ ἔχει κέρατα.
这两种动物都带角且蹄分两瓣;但雌性马鹿没有角。
Τὸ δὲ μέγεθός ἐστι τούτου τοῦ ζῴου ἐλάφῳ προσεμφερές.
这种动物的体型与鹿非常接近。
Γίνονται δ’ οἱ ἱππέλαφοι ἐν Ἀραχώταις, οὗπερ καὶ οἱ βόες οἱ ἄγριοι.
马鹿产于阿拉霍西亚,那里也有野牛。
Διαφέρουσι δ’ οἱ ἄγριοι τῶν ἡμέρων ὅσον περ οἱ ὕες οἱ ἄγριοι πρὸς τοὺς ἡμέρους· μέλανές τε γάρ εἰσι καὶ ἰσχυροὶ τῷ εἴδει καὶ ἐπίγρυποι, τὰ δὲ κέρατα ἐξυπτιάζοντα ἔχουσι μᾶλλον· τὰ δὲ τῶν ἱππελάφων κέρατα παραπλήσια τοῖς τῆς δορκάδος ἐστίν.
野牛与家牛的区别,就像野猪与家猪的区别一样;因为它们是黑色的,且外形强壮、呈鹰钩鼻,它们的角更向后反弯;而马鹿的角与瞪羚的角非常相似。
Ὁ δ’ ἐλέφας ἥκιστα δασύς ἐστι τῶν τετραπόδων.
大象是四足动物中毛发最稀疏的。
Ἀκολουθοῦσι δὲ κατὰ τὸ σῶμα καὶ αἱ κέρκοι δασύτητι καὶ ψιλότητι, ὅσων αἱ κέρκοι μέγεθος ἔχουσιν· ἔνια γὰρ μικρὰν ἔχει πάμπαν.
对于那些尾巴具有一定大小的动物,其尾巴在多毛或无毛方面也与身体相一致;因为有些动物的尾巴非常小。
Αἱ δὲ κάμηλοι ἴδιον ἔχουσι παρὰ τἆλλα τετράποδα τὸν καλούμενον ὕβον ἐπὶ τῷ νώτῳ.
骆驼具有与其他四足动物不同的特征,即背部有被称为驼峰的结构。
Διαφέρουσι δ’ αἱ Βάκτριαι τῶν Ἀραβίων· αἱ μὲν γὰρ δύο ἔχουσιν ὕβους, αἱ δ’ ἕνα μόνον, ἄλλον δ’ ἔχουσιν ὕβον τοιοῦτον οἷον ἄνω ἐν τοῖς κάτω, ἐφ’ οὗ, ὅταν κατακλιθῇ εἰς γόνατα, ἐστήρικται τὸ ἄλλο σῶμα.
双峰驼与单峰驼不同;因为前者有两个驼峰,而后者只有一个,但在其身体下部有另一个类似于背部驼峰的结构,当它跪下时,身体的其他部分就由它支撑。
Θηλὰς δ’ ἔχει τέτταρας ἡ κάμηλος ὥσπερ βοῦς, καὶ κέρκον ὁμοίαν ὄνῳ, καὶ τὸ αἰδοῖον ὄπισθεν.
骆驼像牛一样有四个乳头,尾巴像驴,生殖器朝后。
Καὶ γόνυ δ’ ἔχει ἐν ἑκάστῳ τῷ σκέλει ἕν, καὶ τὰς καμπὰς οὐ πλείους, ὥσπερ λέγουσί τινες, ἀλλὰ φαίνεται διὰ τὴν ὑπόστασιν τῆς κοιλίας.
它的每条腿上只有一个膝关节,并没有像某些人所说的那样有更多的关节,只是由于腹部低垂,看起来才像是有多个关节。
Καὶ ἀστράγαλον ὅμοιον μὲν βοΐ, ἰσχνὸν δὲ καὶ μικρὸν ὡς κατὰ τὸ μέγεθος.
它的距骨与牛相似,但相对于其体型而言显得细小。
Ἔστι δὲ διχαλὸν καὶ οὐκ ἄμφωδον, διχαλὸν δὲ ὧδε.
它是偶蹄且并非双排牙齿,其偶蹄的构造如下。
Ἐκ μὲν τοῦ ὄπισθεν μικρὸν ἔσχισται μέχρι τῆς δευτέρας καμπῆς τῶν δακτύλων· τὸ δ’ ἔμπροσθεν ἔσχισται μικρά, ὅσον ἄχρι τῆς πρώτης καμπῆς τῶν δακτύλων ἐπ’ ἄκρῳ τέτταρα· καὶ ἔστι τι καὶ διὰ μέσου τῶν σχισμάτων, ὥσπερ τοῖς χησίν.
从后部来看,微裂至指骨的第二关节;前部微裂,仅达指骨的第一关节,末端分为四处;裂缝之间还有某种膜状物,就像鹅的一样。
Ὁ δὲ πούς ἐστι κάτωθεν σαρκώδης, ὥσπερ καὶ οἱ ἄρκτων· διὸ καὶ τὰς εἰς πόλεμον ἰούσας ὑποδοῦσι καρβατίναις, ὅταν ἀλγήσωσιν.
其足底肉质丰厚,就像熊掌一样;因此,在战争中行进的骆驼足部疼痛时,人们会给它们穿上粗皮鞋。
Πάντα δὲ τὰ τετράποδα ὀστώδη τὰ σκέλη ἔχει καὶ νευρώδη καὶ ἄσαρκα· ὅλως δὲ καὶ τἆλλα ζῷα ἅπαντα, ὅσα ἔχει πόδας, ἐκτὸς ἀνθρώπου.
所有四足动物的腿部都是多骨、多筋且无肉的;总之,除人类外,所有其他有足的动物都是如此。
Ἔστι δὲ καὶ ἀνίσχια· καὶ γὰρ οἱ ὄρνιθες ἔτι μᾶλλον τοῦτο πεπόνθασιν.
而且它们没有臀部;因为鸟类在这方面甚至更为明显。
Ὁ δ’ ἄνθρωπος τοὐναντίον· σαρκώδη γὰρ ἔχει σχεδὸν μάλιστα τοῦ σώματος τὰ ἰσχία καὶ τοὺς μηροὺς καὶ τὰς κνήμας· αἱ γὰρ καλούμεναι γαστροκνημίαι ἐν ταῖς κνήμαις εἰσὶ σαρκώδεις.
然而人类相反;人类的臀部、大腿和小腿几乎是身体中肌肉最丰满的部分;因为小腿上所谓的腓腹肌是肉质丰满的。