Humanitext Reader

亚里士多德 · 动物志 §2.1#1

胎生四足动物特征与肢体弯曲的差异

第 16 段,共 189 段 · 希腊语

内容简介

本章探讨了动物器官之间的共性与异性,重点论述了胎生四足动物(如狮子和大象)的身体特征,以及脊椎动物、鸟类和海豹等四肢弯曲方向的差异。

§2.1#1## Β. Τῶν δ’ ἄλλων ζῴων τὰ μόρια τὰ μὲν κοινὰ πάντων ἐστίν, ὥσπερ εἴρηται πρότερον, τὰ δὲ γενῶν τινῶν.
第二卷而在其他动物中,正如前面所说,有些器官是所有动物共同拥有的,有些则是某些类群所特有的。
Ταὐτὰ δὲ καὶ ἕτερά ἐστιν ἀλλήλων τὸν ἤδη πολλάκις εἰρημένον τρόπον.
而这些部分彼此相同或相异的方式,正如已经多次提到的那样。
Σχεδὸν γὰρ ὅσα γ’ ἐστὶ γένει ἕτερα τῶν ζῴων, καὶ τὰ πλεῖστα τῶν μερῶν ἔχει ἕτερα τῷ εἴδει, καὶ τὰ μὲν κατ’ ἀναλογίαν ἀδιάφορα μόνον, τῷ γένει δ’ ἕτερα, τὰ δὲ τῷ γένει μὲν ταὐτὰ τῷ εἴδει δ’ ἕτερα· πολλὰ δὲ τοῖς μὲν ὑπάρχει, τοῖς δ’ οὐχ ὑπάρχει.
因为几乎凡是在属(类)上不同的动物,其大部分器官在种上也是不同的:有些器官在属上不同,仅在类比上无差别;有些器官在属上相同,但在种上不同;还有许多器官存在于某些动物中,而在另一些动物中则不存在。
Τὰ μὲν οὖν τετράποδα καὶ ζῳοτόκα κεφαλὴν μὲν ἔχει καὶ αὐχένα καὶ τὰ ἐν τῇ κεφαλῇ μόρια ἅπαντα, διαφέρει δὲ τὰς μορφὰς τῶν μορίων ἕκαστον.
凡是胎生的四足动物,都具有头部、颈部以及头部内的所有器官,但这些器官中每一个的形状各不相同。
Καὶ ὅ γε λέων τὸ τοῦ αὐχένος ἔχει ἓν ὀστοῦν, σφονδύλους δ’ οὐκ ἔχει· τὰ δὲ ἐντὸς ἀνοιχθεὶς ὅμοια πάντ’ ἔχει κυνί.
例如狮子的颈部只有一块骨头,而没有颈椎;但剖开其内部,其内脏则全部与狗相似。
Ἔχει δὲ τὰ τετράποδα ζῷα καὶ ζῳοτόκα ἀντὶ τῶν βραχιόνων σκέλη πρόσθια, πάντα μὲν τὰ τετράποδα, μάλιστα δὲ ἀνάλογον ταῖς χερσὶ τὰ πολυσχιδῆ αὐτῶν· χρῆται γὰρ πρὸς πολλὰ ὡς χερσίν.
胎生的四足动物具有前肢以代替手臂,所有的四足动物都是如此,而其中多趾动物的前肢最与手类似;因为它们在许多事情上把前肢当作手来使用。
Καὶ τὰ ἀριστερὰ δ’ ἧττον ἔχει ἀπολελυμένα τῶν ἀνθρώπων, πλὴν ἐλέφαντος· οὗτος δὲ τά τε περὶ τοὺς δακτύλους ἀδιαρθρωτότερα ἔχει τῶν ποδῶν, καὶ τὰ πρόσθια σκέλη πολλῷ μείζω.
而且,除了大象之外,这些动物左肢的活动也不如人类那样自由;而大象足部脚趾周围的部分关节较不分明,且前肢要大得多。
Ἔστι δὲ πενταδάκτυλον, καὶ πρὸς τοῖς ὀπισθίοις σκέλεσι σφυρὰ ἔχει βραχέα.
它是五趾的,并且在后肢上有短小的踝骨。
Ἔχει δὲ μυκτῆρα τοιοῦτον καὶ τηλικοῦτον ὥστε ἀντὶ χειρῶν ἔχειν αὐτόν· πίνει γὰρ καὶ ἐσθίει ὀρέγων τούτῳ εἰς τὸ στόμα, καὶ τῷ ἐλεφαντιστῇ ἀνορέγει ἄνω.
它还具有一个具有如此特征和大小的鼻子,以至于可以替代双手;因为它通过将这只鼻子延伸到口中来进行饮水和进食,并且还会向上递给驭象人。
Τούτῳ καὶ δένδρα ἀνασπᾷ, καὶ διὰ τοῦ ὕδατος βαδίζων τούτῳ ἀναφυσᾷ.
它还用它来拔起树木,当它在水中行走时,利用它在水面上呼吸。
Τῷ δ’ ἄκρῳ ἐγκλίνει, οὐ κάμπτεται δέ· χονδρῶδες γὰρ ἔχει.
其尖端可以微弯,但不能折叠,因为它是软骨质的。
Μόνον δὲ καὶ ἀμφιδέξιον γίνεται τῶν ἄλλων ζῴων ἄνθρωπος.
在所有其他动物中,只有人类能成为两手并用的。
Τῷ δὲ στήθει τῷ τοῦ ἀνθρώπου πάντα τὰ ζῷα ἀνάλογον ἔχει τοῦτο τὸ μόριον, ἀλλ’ οὐχ ὅμοιον· ὁ μὲν γὰρ πλατὺ τὸ στῆθος, τὰ δ’ ἄλλα στενόν.
所有动物在与人类胸部相对应的位置上都具有这一器官,但并不相似;因为人类的胸部宽阔,而其他动物的胸部狭窄。
Μαστοὺς δ’ οὐκ ἔχει οὐθὲν ἐν τῷ πρόσθεν ἀλλ’ ἢ ἄνθρωπος· ὁ δ’ ἐλέφας ἔχει μὲν μαστοὺς δύο, ἀλλ’ οὐκ ἐν τῷ στήθει ἀλλὰ πρὸς τῷ στήθει.
除了人类之外,没有任何动物在身体前部有乳房;大象虽然有两个乳房,但不是在胸部,而是在靠近胸部的地方。
Τὰς δὲ κάμψεις τῶν κώλων καὶ τῶν ἔμπροσθεν καὶ τῶν ὄπισθεν ὑπεναντίας ἔχουσι καὶ ἑαυταῖς καὶ ταῖς τοῦ ἀνθρώπου καμπαῖς, πλὴν ἐλέφαντος.
而动物前肢和后肢的关节弯曲方向,无论与自身相比还是与人类的弯曲相比,都是相反的,唯独大象除外。
Τοῖς μὲν γὰρ ζῳοτόκοις τῶν τετραπόδων κάμπτεται τὰ μὲν πρόσθια εἰς τὸ πρόσθεν τὰ δ’ ὀπίσθια εἰς τοὔπισθεν, καὶ ἔχουσι τὰ κοῖλα τῆς περιφερείας πρὸς ἄλληλα ἀντεστραμμένα·
因为在胎生四足动物中,前肢向前方弯曲,后肢向后方弯曲,它们的弧形凹面彼此相反。
ὁ δ’ ἐλέφας οὐχ ὡς ἔλεγόν τινες, ἀλλὰ συγκαθίζει καὶ κάμπτει τὰ σκέλη, πλὴν οὐ δύναται διὰ τὸ βάρος ἐπ’ ἀμφότερα ἅμα, ἀλλ’ ἀνακλίνεται ἢ ἐπὶ τὰ εὐώνυμα ἢ ἐπὶ τὰ δεξιά, καὶ καθεύδει ἐν τούτῳ τῷ σχήματι, κάμπτει δὲ τὰ ὀπίσθια σκέλη ὥσπερ ἄνθρωπος.
而大象并非如某些人所说的那样,它实际上会蹲下并弯曲其腿部,只是由于体重关系,它无法同时弯曲双腿,而是倾斜向左侧或右侧,并以此姿势睡觉;而且它像人类一样向后弯曲后肢。
Τοῖς ᾠοτόκοις δέ, οἷον κροκοδείλῳ καὶ σαύρᾳ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ἅπασιν, ἀμφότερα τὰ σκέλη καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια εἰς τὸ πρόσθεν κάμπτεται, μικρὸν εἰς τὸ πλάγιον παρεγκλίνοντα.
而在卵生动物中,例如鳄鱼、蜥蜴以及所有其他此类动物,前肢和后肢都向前方弯曲,略微向侧面偏斜。
Ὁμοίως δὲ καὶ τοῖς ἄλλοις τοῖς πολύποσιν· πλὴν τὰ μεταξὺ τῶν ἐσχάτων ἀεὶ ἐπαμφοτερίζει καὶ τὴν κάμψιν ἔχει εἰς τὸ πλάγιον μᾶλλον.
在其他多足动物中也是如此;除了最两端的肢体之外,处于中间的肢体总是兼具两者的特征,并且其弯曲更偏向侧面。
Ὁ δ’ ἄνθρωπος ἄμφω τὰς καμπὰς τῶν κώλων ἐπὶ ταὐτὸ ἔχει καὶ ἐξ ἐναντίας· τοὺς μὲν γὰρ βραχίονας εἰς τοὔπισθεν κάμπτει, πλὴν μικρὸν ἐβλαίσωται ἐπὶ τὰ πλάγια τὰ ἐντός, τὰ δὲ σκέλη εἰς τοὔμπροσθεν.
而人类四肢的弯曲方向,既有相同的一面,也有相反的一面:他将手臂向后弯曲(虽然向内侧略微弯曲),而将腿部向前弯曲。
Εἰς δὲ τὸ ὄπισθεν τά τε πρόσθια καὶ τὰ ὀπίσθια οὐθὲν κάμπτει τῶν ζῴων.
没有任何动物将前肢和后肢都向后方弯曲。
Ἐναντίως δὲ τοῖς ἀγκῶσι καὶ τοῖς προσθίοις σκέλεσιν ἠ τῶν ὤμων ἔχει καμπὴ πᾶσι, καὶ τῶν ὄπισθεν γονάτων ἡ τῶν ἰσχίων, ὥστ’ ἐπεὶ ὁ ἄνθρωπος τοῖς πολλοῖς ἐναντίως κάμπτει, καὶ οἱ τὰ τοιαῦτ’ ἔχοντες ἐναντίως.
而且,在所有动物中,肩膀的弯曲与手肘及前肢相反,臀部的弯曲与后膝相反;因此,由于人类的弯曲方向与大多数动物相反,具有此类结构的其他动物也以相反的方向弯曲。
Παραπλησίους δὲ τὰς καμπὰς ἔχει καὶ ὁ ὄρνις τοῖς τετράποσι ζῴοις· δίπους γὰρ ὢν τὰ μὲν σκέλη εἰς τὸ ὄπισθεν κάμπτει, ἀντὶ δὲ βραχιόνων καὶ σκελῶν τῶν ἔμπροσθεν πτέρυγας ἔχει, ὧν ἡ κάμψις ἐστὶν εἰς τὸ πρόσθεν.
鸟类的关节弯曲方式也与四足动物非常相似:虽然它是双足的,但它将腿向后弯曲,并且它没有手臂和前肢,而是具有翅膀,而翅膀的弯曲方向是向前的。
Ἡ δὲ φώκη ὥσπερ πεπηρωμένον ἐστὶ τετράπουν· εὐθὺς γὰρ ἔχει μετὰ τὴν ὠμοπλάτην τοὺς πόδας ὁμοίους χερσίν, ὥσπερ καὶ οἱ τῆς ἄρκτου· πενταδάκτυλοι γάρ εἰσι, καὶ ἕκαστος τῶν δακτύλων καμπὰς ἔχει τρεῖς καὶ ὄνυχα οὐ μέγαν· οἱ δ’ ὀπίσθιοι πόδες πενταδάκτυλοι μέν εἰσι, καὶ τὰς καμπὰς καὶ τοὺς ὄνυχας ὁμοίους ἔχουσι τοῖς προσθίοις, τῷ δὲ σχήματι παραπλήσιοι ταῖς τῶν ἰχθύων οὐραῖς εἰσίν.
海豹就像是畸形的四足动物;因为它在肩胛骨之后立刻长着类似于手的足部,正如熊的足部一样;因为它们是五趾的,每个趾有三个关节和不大的爪子;而其后足虽然也是五趾的,其关节和爪子也与前足相似,但在形状上却与鱼类的尾鳍非常相似。

词汇与语法注释

  1. §2.1#1τὰ μὲν κατ’ ἀναλογίαν ἀδιάφορα μόνον, τῷ γένει δ’ ἕτερα — 意为“仅在类比上没有差别,但在属上不同”。这指的是不同物种之间在功能或结构上具有对应关系(例如鱼鳍和鸟翼)。伴有宾格名词的前置词短语 κατ’ ἀναλογίαν 表示比较的基准或视角。
  2. §2.1#1ἀπολελυμένα — 动词 ἀπολύω(解放、使自由)的完成时 passive 分词。此处作形容词使用,意为“(左侧自右侧或整个身体)被解放而能自由活动的”,用以说明除人类(以及大象)外,其他动物的左侧肢体不像人类那样具有独立活动的自由度。
  3. §2.1#1οὐχ ὡς ἔλεγόν τινες — 意为“并非如某些人所说”的插入性否定句,驳斥了当时关于大象没有关节、只能站立睡觉的俗说。在语法上,需要根据上下文补全省略的主句动词(如“具有”或“弯曲”等)。
  4. §2.1#1ἐναντίως δὲ τοῖς ἀγκῶσι καὶ τοῖς προσθίοις σκέλεσιν ἡ τῶν ὤμων ἔχει καμπὴ πᾶσι — 副词 ἐναντίως(相反地)支配与格(τοῖς ἀγκῶσι...)并置于句首的倒装结构。主语是 ἡ τῶν ὤμων ... καμπή(肩膀的弯曲),动词为 ἔχει。此句表述了解剖学规律:“在所有动物中,肩膀的弯曲方向与手肘和前肢相反”。

引用这一段

亚里士多德, 动物志 §2.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。