§10.3#2γιγνομένης ἀπὸ τῆς γυναικὸς ὑγρότητος.
由于与来自于女方的湿气相混合。
Πρὸς δὲ τούτοις τοῖς πάθεσι καὶ τοσόνδε δεῖ κατανοεῖν, εἰ συμβαίνει, ὅταν δόξῃ ἐν τῷ ὕπνῳ πλησιάσαι τῷ ἀνδρί, πῶς ἔχουσα ἐξανίσταται, οἷον εἰ ἀσθενεστέρα, καὶ εἰ ἀεί, μὴ ὁτὲ μὲν ὁτὲ δ’ οὔ, ἢ ἐνίοτε καὶ ἰσχυροτέρα· εἰ δὲ μὴ ξηροτέρα τὸ πρῶτον, εἶτα ἐφυγραίνεται.
除了这些状况之外,还必须观察这一点,即如果在睡眠中似乎与男子交合,她是在何种状态下起床,例如是否较为虚弱,以及是否总是如此,而不是有时如此有时不然,或者有时甚至更强壮;以及起初是否并非较干燥,随后又变湿润。
Δεῖ γὰρ ταῦτα συμβαίνειν τῇ γονίμῳ γυναικί.
因为这些情况必然发生在有生育能力的女性身上。
Τὸ μὲν γὰρ ἐκλύεσθαι σημαίνει προετικὸν εἶναι τὸ σῶμα σπέρματος ἀεί, τήν τε ποιοῦσαν ποιεῖ· καὶ σωματωδῶν δ’ οὐσῶν ἀθενεστέρα.
因为衰弱意味着身体总是易于排出精子,并且使产生精子的能力发挥作用;且当这些分泌物具有实体时,她会更虚弱。
Τὸ δ’ ἀνόσως τοῦτο πάσχειν σημεῖον ὅτι κατὰ φύσιν καὶ ὃν δεῖ τρόπον ἡ ἄφοδος τούτου γίνεται· εἰ γὰρ μή, νοσώδης ἦν ἡ ἀρρωστία.
而在没有生病的情况下经历这一点,则表明这种排泄是顺应自然且以适当的方式进行的;因为如果不是这样,那种虚弱就会是病态的。
Τὸ δέ ποτε καὶ ἰσχύειν μᾶλλον, καὶ ξηρὰν εἶναι τὴν ὑστέραν, εἶτ’ ἐφυγραίνεσθαι, σημεῖον ὅτι πᾶν τὸ σῶμα λαμβάνει καὶ ἀφανίζει, καὶ οὐ μόνον ἡ ὑστέρα καὶ τὸ σῶμα ἰσχύει.
此外,有时甚至更强壮,且子宫干燥后又变湿润,这表明不仅是子宫,而是整个身体都在接收并使其消失,且身体也是强壮的。
Πνεύματί τε γὰρ ἕλκει ἡ ὑστέρα τὸ προσελθὸν ἔξωθεν αὐτῇ, ὥσπερ πρότερον εἴρηται.
因为正如先前所说,子宫通过气息将从外部接近它的东西吸引到自身。
Οὐ γὰρ εἰς αὐτὴν προΐεται, ἀλλ’ οὗ καὶ ὁ ἀνήρ.
因为她并非向子宫内排出,而是排在男子也排出的地方。
Ὅσα δὲ πνεύματι, πάντα ἰσχύϊ ἐργάζεται.
而凡是通过气息所做的事,都是靠力量来运作的。
Ὥστε δῆλον ὅτι καὶ τὸ σῶμα προσσπαστικὸν τῆς τοιαύτης.
因此很明显,此类女性的身体也具有吸引力。
Εἰσὶ δέ τινες αἳ πάσχουσί τι τοιοῦτον ὃ καλοῦσιν ἐξανεμοῦσθαι· δεῖ δὴ καὶ τοῦτο μὴ πάσχειν.
然而,有些女性会经历一种被称为“受风”的状况;确实,也绝不能经历这种情况。
Ἔστι δὲ τὸ τοιοῦτον πάθος· ὅταν συγγένωνται τῷ ἀνδρί, οὔτε προϊέμεναι δῆλαι τὸ σπέρμα οὔτε κυΐσκονται, διὸ καὶ καλεῖται ἐξανεμοῦσθαι.
这种状况是:当她们与男子交合时,既没有明显地排出精液,也没有怀孕,因此这被称为“受风”。
Αἴτιον δὲ τοῦ πάθους ἡ ὑστέρα, ὅταν ᾖ λίαν ξηρά· ἑλκύσασα γὰρ πρὸς αὑτὴν τὸ ὑγρὸν ἀφίησιν ἔξω· τὸ δὲ κατασκελετεύεται, καὶ μικρόν τι γινόμενον ἐξ αὐτοῦ ἀπέπεσέ τε καὶ ἔλαθε διὰ μικρότητα ἐξιόν.
而这种状况的原因在于子宫过于干燥;因为子宫在将湿气吸向自身之后,又将其排出体外;而它干枯了,由此产生的微小之物既坠落了,又因其微小而在排出时未被察觉。
Καὶ ὅταν μὲν τοῦτο σφόδρα πάθῃ ἡ ὑστέρα καὶ γένηται ὑπέρξηρος, ταχύ τε ἀπέβαλε καὶ ταχὺ δῆλον γίνεται ὅτι οὐ κύει· ἐὰν δὲ μὴ σφόδρα ταχέως ταῦτα ποιῇ, ἐν τῷ μεταξὺ χρόνῳ δοκεῖ κύειν, ὃ ἂν ἔχῃ αὐτὴ πρὸς αὑτήν, ἕως ἂν ἀποβάλῃ.
当子宫极度经历这种情况并变得异常干燥时,它既迅速排空,又迅速显明她并未怀孕;但如果它没有如此迅速地做出这些反应,在间隔的这段时间内,由于她自身所保持之物,她似乎怀孕了,直到她将其排出。
Καὶ ὅμοια συμβαίνει ταχὺ ταύταις πάθη οἷα ταῖς ὀρθῶς κυούσαις, καὶ ἐὰν γίγνηται πολὺς χρόνος, αἴρεται ἡ ὑστέρα, ὥστε φανερῶς δοκεῖ κύειν, ἕως ἂν ἀποπέσῃ· τότε δ’ ὁμοία ἐγένετο οἵα πρὸ τοῦ ἦν.
并且,她们身上会迅速发生与正常怀孕女性相似的症状,如果过了很长时间,子宫会隆起,以至于在脱落之前,她显然似乎怀孕了;而到那时,子宫又变得与先前一样。
Ἀναφέρουσι δὲ τοῦτο τὸ πάθος εἰς τὸ δαιμόνιον· ὅ ἐστι θεραπευτόν, ἐὰν μὴ φύσει τοιαύτη ᾖ σφόδρα πάσχουσα τὸ πάσχον.
人们将这种状况归因于神力;但这是可以治疗的,除非受累部位天生具有如此严重经历此状况的性质。
Σημεῖον δὲ τοῦ μὴ τοιαύτας εἶναι, ἐὰν φαίνωνται μὴ προϊέμεναι, ὅταν λάβωσι παρὰ τοῦ ἀνδρὸς καὶ μὴ συλλάβωσιν.
而她们并非属于此种类别的迹象是:如果当她们接受了男子的精液而没有受孕时,显得并没有将其排出。