§10.4Κωλύονται δὲ καὶ ἐὰν σπάσμα ἔχωσιν αἱ ὑστέραι.
如果子宫发生痉挛,她们也会受到阻碍。
Γίνονται δὲ σπάσματα ἐν ταῖς ὑστέραις ἢ φλεγμασίᾳ διατεινομένης τῆς ὑστέρας, ἢ ἐν τῷ τόκῳ πληρώματος πολλοῦ ἐξαπίνης ἐπιπεσόντος καὶ μὴ ἀνοιγομένου τοῦ στόματος· τότε ὑπὸ τῆς διατάσεως γίνεται σπάσμα.
子宫的痉挛产生,要么是由于炎症导致子宫膨胀,要么是在分娩时大量充盈物突然侵袭而子宫口未打开;那时因膨胀而产生痉挛。
Σημεῖον δὲ τοῦ μὴ ἔχειν σπάσμα, ἐὰν μὴ φαίνηται εἰς φλεγμασίαν ἀφικνουμένη ἐν τοῖς αὑτῆς ἔργοις ἡ ὑστέρα· ἔχουσα γὰρ σπάσμα φλεγμαίνοι ἄν ποτε.
没有痉挛的迹象是,子宫在其自身的机能中未显得达到发炎的状态;因为患有痉挛的子宫有时会发炎。
Ἔτι δὲ ἐὰν φῦμα ἐπὶ τοῦ στόματος ᾖ, πολλὰ ἑλκωθέντος, ἐμποδίζει πρὸς τὰς συλλήψεις.
此外,如果由于多次溃疡而在子宫口有肿块,这也会阻碍受孕。
Σημεῖον δὲ καὶ τοῦ ταῦτα μὴ ἔχειν, ἐὰν φαίνηται ἀνοιγομένη καλῶς ἡ ὑστέρα καὶ συμμύουσα, ὅταν γένηται αὐταῖς τὰ γυναικεῖα καὶ αἱ πρὸς τὸν ἄνδρα χρήσεις.
而没有这些情况的迹象是,当她们的月经以及与男子的交合发生时,显出子宫能良好地打开和闭合。
Ἔτι ἔστιν αἷς πως τὸ στόμα συμφύεται, ταῖς μὲν ἐκ γενετῆς ταῖς δὲ διὰ νόσον.
此外,有些女性的子宫口在某种程度上粘连在一起,有的是先天的,有的是由于疾病。
Γίνεται δὲ τοῦτο καὶ ἰατὸν καὶ ἀνίατον.
这既有可治愈的,也有不可治愈的。
Οὐ χαλεπὸν δὲ τοῦτο γνῶναι, ἐὰν ᾖ· οὐ γὰρ οἷόν τε οὔτε λαμβάνειν οὐθὲν ὧν δεῖ οὔτε προΐεσθαι.
如果存在这种情况,要发现它并不困难;因为既不可能接收任何应当接收的东西,也不可能排出。
Ἐὰν οὖν φαίνηται καὶ δεχομένη παρὰ τοῦ ἀνδρὸς καὶ ἀφιεῖσα, δῆλον ὅτι κἂν ἔλεγχος εἴη τῷ πάθει.
因此,如果子宫显得既从男子那里接收又排出,显然这就是该状况的检验标准。
Ὅσαις δὲ τούτων μηδὲν ἐμπόδιον ᾖ, ἀλλ’ ἔχουσιν ὃν τρόπον δὴ εἴρηται ἔχειν, ἂν μὴ ὁ ἀνὴρ αἴτιος ᾖ τῆς ἀτεκνίας, ἢ ἀμφότεροι μὲν δύνωνται τεκνοῦσθαι, πρὸς ἀλλήλους δὲ μὴ ὦσι σύμμετροι τῷ ἅμα προΐεσθαι ἀλλὰ πολὺ διαφωνῶσιν, [οὐκ] ἔσονται τέκνα τούτοις.
对于那些没有任何这些阻碍,而是处于正如所说的状态的女性,除非男子是无嗣的原因,或者双方虽然都能生育,但彼此在同时排出上不协调而有很大差异,否则他们将[不]会有孩子。