§10.2Καὶ πρῶτον ταῦτα σκεπτέον, εἰ καλῶς ἔχει, μετὰ δὲ ταῦτα πῶς ἔχει τὸ στόμα τῶν ὑστερῶν.
首先必须考察这些分泌物是否处于良好状态,在此之后,则要考察子宫口的状态如何。
Δεῖ γὰρ εἰς ὀρθὸν ἔχειν· εἰ δὲ μή, οὐχ ἕλξουσιν εἰς αὑτὰς τὸ σπέρμα.
因为子宫口必须朝向正前;否则,它们就无法将精液吸入自身内部。
Εἰς τὸ πρόσθεν γὰρ αὐτῶν καὶ ἡ γυνὴ προΐεται, ὡς δῆλον, ὅταν ἐξονειρώττωσιν αὗται τελέως· τότε γὰρ οὗτος ὁ τόπος θεραπείας δεῖται αὐταῖς ὑγρανθείς, ὥσπερ εἰ ἀνδρὶ συνεγίνετο, ὡς προϊεμένων ἐνταῦθα καὶ τὸ παρὰ τοῦ ἀνδρός, εἰς τὸν αὐτὸν τόπον καὶ οὐχὶ εἰς τὰς ὑστέρας εἴσω.
因为女性也是向着子宫的前方排出的,这在她们完全梦遗时显而易见;因为那时这个地方因湿润而需要她们加以护理,就像与男子交合一样,因为她们在此处排出,而来自男子的精液也排在同一地方,而不是直接进入子宫内部。
Ἀλλ’ ὅταν ἐνταῦθα προϊῶνται, ἐντεῦθεν σπῶσι τῷ πνεύματι, οἷον αἱ ῥῖνες, καὶ αἱ ὑστέραι τὸ σπέρμα.
但是,当她们在那里排出时,子宫便从那里通过气息吸入精液,正如鼻孔吸气一样。
Διὸ καὶ παντὶ σχήματι συνοῦσαι κυΐσκονται, ὅτι εἰς τὸ πρόσθεν παντελῶς ἐχούσης γίγνεται καὶ αὐταῖς καὶ τοῖς ἀνδράσιν ἡ πρόεσις τοῦ σπέρματος· εἰ δ’ εἰς αὐτήν, οὐκ ἂν πάντως συγγινόμεναι συνελάμβανον.
因此,女性在以任何姿势交合时都能受孕,因为在子宫完全朝向前方的状态下,她们和男子两者的精液排放都是向着前方的;如果精液是直接排入子宫内部,那么她们在以各种姿势交合时就无法都能受孕了。
Ἐὰν δὲ μὴ εἰς ὀρθὸν βλέπωσιν αἱ ὑστέραι ἀλλ’ ἢ πρὸς τὰ ἰσχία ἢ πρὸς τὴν ὀσφὺν ἢ πρὸς τὸ ὑπογάστριον, ἀδύνατον συλλαβεῖν διὰ τὴν προειρημένην αἰτίαν, ὅτι ἀνελέσθαι οὐκ ἂν δύναιντο τὸ σπέρμα.
但如果子宫没有朝向正前,而是偏向髋骨、腰部或下腹部,那么由于上述原因,受孕是不可能的,因为它们无法摄取精液。
Ἐὰν μὲν οὖν ἰσχυρῶς τῇ φύσει οὕτως ἔχωσιν ἢ ὑπὸ νόσου, ἀνίατον τὸ πάθος· ἐὰν δ’ ᾖ ῥῆγμα ἢ φύσει ἢ ὑπὸ τῆς νόσου διὰ φλεγμασίαν συσπασάσης, ἐπὶ θάτερα αὐτῇ τὸ πάθος.
因此,如果由于天生或疾病而使这种情况程度严重,该病态便是不可治愈的;但如果是由于天生或疾病因炎症引起抽搐而导致断裂,那么她的病态便是偏向某一侧的。
Ταῖς δὲ μελλούσαις ἐγκύοις ἔσεσθαι δεῖ, καθάπερ εἴρηται, τὸ στόμα εἰς ὀρθὸν εἶναι, καὶ πρὸς τούτοις ἀνοίγεσθαι καλῶς.
对于将要怀孕的女性,如前所述,子宫口必须朝向正前,此外,还必须良好地张开。
Λέγω δὲ τὸ καλῶς τοιοῦτον, ὅπως ὅταν ἄρχηται τὰ γυναικεῖα, θιγγανόμενον ἔσται τὸ στόμα μαλακώτερον ἢ πρότερον, καὶ μὴ διεστομωμένον φανερῶς.
我所说的“良好”是指这样:当月经开始时,触碰时子宫口会比以前更柔软,且没有明显地敞开。
Ἀλλ’ εἰ οὕτως ἔχοντος, τὰ πρῶτα σημεῖα τὰ λευκὰ φοιτάτω.
但在这种状态下,让最初的白色征兆排出。
Ὅταν δὲ σαρκικώτερα ᾖ τὴν χρόαν τὰ σημεῖα, φανερῶς ἔσται ἀνεστομωμένη ἄνευ ἀλγήματος, κἂν θιγγάνῃ κἂν μὴ θιγγάνῃ, καὶ μήτε κωφότητα μήτε στόμα ἀλλοιότερον αὐτὸ αὑτοῦ.
而当征兆在颜色上更呈肉色时,无论触碰与否,子宫口都将在无痛的情况下明显敞开,既没有麻木感,子宫口本身也没有变得异样。
Ληξάντων δὲ τῶν γυναικείων διεστομωμένον ἔστω σφόδρα καὶ ξηρόν, ἀλλὰ μὴ σκληρόν, ἡμέραν ὅλην καὶ ἡμίσειαν ἢ καὶ δύο ἡμέρας.
月经结束时,子宫口应当极度敞开且干燥,但不强硬,持续一整天半或甚至两天。
Ταῦτα γὰρ σημαίνει οὕτω γιγνόμενα ὅτι καλῶς ἔχουσιν αἱ ὑστέραι καὶ ποιοῦσι τὸ αὑτῶν ἔργον, τῷ μὲν μὴ εὐθὺς ἀνεστομῶσθαι ἀλλὰ μαλακὸν τὸ στόμα γίνεσθαι, ὅτι ἅμα τῷ ἄλλῳ σώματι λυομένῳ λύονται, καὶ οὐκ ἐμποδίζουσι, καὶ ἀφιᾶσι πρῶτον τὰ ἀπ’ αὐτοῦ τοῦ στόματος, ὅταν δὲ πλείω τὸ σῶμα προΐηται, ἀναστομοῦνται· ὅπερ ἐστὶ στόματος ὑγιεινῶς ἔχοντος.
因为这些情况以此种方式发生,表明子宫处于良好状态并履行其自身的功能:其一,子宫口不立即敞开而是变得柔软,因为随着身体其他部分的松弛它们也一同松弛,且不作阻碍,并首先排出子宫口本身的分泌物;其二,当身体排出更多时,它们便敞开;这正是健康子宫口的特征。
Παυσαμένων δὲ τῶν σημείων τοῦ μὴ εὐθὺς συμπίπτειν, σημαίνουσιν ὅτι, ἂν ἀπορήσῃ, κεναὶ καὶ ξηραὶ γίνονται καὶ διψηραί, καὶ οὐκ ἔχουσι λείψανα περὶ τὴν δίοδον.
并且,通过在征兆停止时不立即闭合,它们表明,如果发生匮乏,它们就会变得空虚、干燥和极度渴求,并且在通道周围没有任何残留物。
Προσσπαστικαὶ οὖν οὖσαι σημαίνουσι καλῶς ἔχειν πρὸς τὸ συλλαβεῖν πλησιάσαντος, ὅταν οὕτως ἔχωσιν ἄνευ ἄλγους καὶ μετὰ ἀναισθησίας.
因此,具有吸引力的状态表明,当男子接近交合时,如果在无痛且无不良感觉的情况下处于这种状态,它们就处于有利于受孕的良好状态。
Τό τε μὴ ἀλλοιότερον ἔχειν τὸ σῶμα ἀγαθόν· καὶ γὰρ τοῦτο σημαίνει ὅτι οὐδέν ἐστιν ὃ κωλύει μὴ συμμύειν αὐτὰς ὅταν δέῃ.
而且,子宫体不处于异样状态也是好事;因为这也表明没有任何东西阻碍它们在需要时闭合。