Humanitext Reader

亚里士多德 · 动物志 §1.6

动物的主要属分类与以人类为基准的研究方法

第 7 段,共 189 段 · 希腊语

内容简介

作者列举了动物的主要属(有血的鸟类、鱼类、鲸类,以及无血的壳皮类、软甲类、软体类、昆虫类),并阐明了其科学方法:在探寻原因之前,首先应以人类这一最熟悉的对象为标准,从其身体部位开始进行详细观察。

§1.6Γένη δὲ μέγιστα τῶν ζῴων, εἰς ἃ διῄρηται τἆλλα ζῷα, τάδ’ ἐστίν, ἓν μὲν ὀρνίθων, ἓν δ’ ἰχθύων, ἄλλο δὲ κήτους.
其他所有动物所归属的动物最大属(主要类别)如下:其一是鸟类,其一是鱼类,另一是鲸类。
Ταῦτα μὲν οὖν πάντα ἔναιμά ἐστιν.
因此,这些动物全都是有血动物。
Ἄλλο δὲ γένος ἐστὶ τὸ τῶν ὀστρακοδέρμων, ὃ καλεῖται ὄστρεον· ἄλλο τὸ τῶν μαλακοστράκων, ἀνώνυμον ἑνὶ ὀνόματι, οἷον κάραβοι καὶ γένη τινὰ καρκίνων καὶ ἀστακῶν· ἄλλο τὸ τῶν μαλακίων, οἷον τευθίδες τε καὶ τεῦθοι καὶ σηπίαι· ἕτερον τὸ τῶν ἐντόμων.
另一属是壳皮类,被称为“贝类”;另一属是软甲类,没有一个统一的名称,例如大龙虾以及某些种类的螃蟹和龙虾;另一属是软体类,例如枪乌贼、鱿鱼和乌贼;还有一属是昆虫类。
Ταῦτα δὲ πάντα μέν ἐστιν ἄναιμα, ὅσα δὲ πόδας ἔχει, πολύποδα· τῶν δ’ ἐντόμων ἔνια καὶ πτηνά ἐστιν.
这些全都是无血动物,而其中拥有足的则是多足的;昆虫中有些也是能飞的。
Τῶν δὲ λοιπῶν ζῴων οὐκέτι τὰ γένη μεγάλα· οὐ γὰρ περιέχει πολλὰ εἴδη ἓν εἶδος, ἀλλὰ τὸ μέν ἐστιν ἁπλοῦν αὐτὸ οὐκ ἔχον διαφορὰν τὸ εἶδος, οἷον ἄνθρωπος, τὰ δ’ ἔχει μέν, ἀλλ’ ἀνώνυμα τὰ εἴδη.
在其余的动物中,其属不再巨大;因为一个单一的种并不包含许多亚种,而是有些种本身是单一的、不具差异的,例如人,有些虽然具有差异,但其亚种没有名称。
Ἔστι γὰρ τὰ τετράποδα καὶ μὴ πτερωτὰ ἔναιμα μὲν πάντα, ἀλλὰ τὰ μὲν ζῳοτόκα τὰ δ’ ᾠοτόκα αὐτῶν.
因为凡是四足且无翼的动物全都是有血动物,但它们之中有些是胎生的,有些是卵生的。
Ὅσα μὲν οὖν ζῳοτόκα, οὐ πάντα τρίχας ἔχει, ὅσα δ’ ᾠοτόκα, φολίδας ἔχει· ἔστι δ’ ἡ φολὶς ὅμοιον χώρᾳ λεπίδος.
在胎生动物中,并非所有都长有毛发,而卵生动物则长有角鳞;角鳞类似于鱼鳞所处的地位。
Ἄπουν δὲ φύσει ἐστὶν ἔναιμον πεζὸν τὸ τῶν ὄφεων γένος· ἔστι δὲ τοῦτο φολιδωτόν.
蛇类在天性上是无足、有血且陆生的;这一类长有角鳞。
Ἀλλ’ οἱ μὲν ἄλλοι ᾠοτοκοῦσιν ὄφεις, ἡ δ’ ἔχιδνα μόνον ζῳοτοκεῖ.
但是,其他蛇类都是卵生的,唯独蝮蛇是胎生的。
Τὰ μὲν γὰρ ζῳοτοκοῦντα οὐ πάντα τρίχας ἔχει· καὶ γὰρ τῶν ἰχθύων τινὲς ζῳοτοκοῦσιν· ὅσα μέντοι ἔχει τρίχας, πάντα ζῳοτοκεῖ.
因为胎生动物并不都长有毛发;实际上,鱼类中的某些也是胎生的;然而,凡是长有毛发的动物全都是胎生的。
Τριχῶν γάρ τι εἶδος θετέον καὶ τὰς ἀκανθώδεις τρίχας, οἵας οἱ χερσαῖοι ἔχουσιν ἐχῖνοι καὶ οἱ ὕστριχες· τριχὸς γὰρ χρείαν παρέχουσιν, ἀλλ’ οὐ ποδῶν, ὥσπερ οἱ τῶν θαλαττίων.
因为我们也必须将针刺状的毛发视为毛发的一种,例如陆生刺猬和豪猪所拥有的那些;因为它们起到了毛发的作用,而不像海胆的刺那样起到足的作用。
Τοῦ δὲ γένους τοῦ τῶν τετραπόδων ζῴων καὶ ζῳοτόκων εἴδη μέν ἐστι πολλά, ἀνώνυμα δέ· ἀλλὰ καθ’ ἕκαστον αὐτῶν ὡς εἰπεῖν, ὥσπερ ἄνθρωπος εἴρηται, λέων, ἔλαφος, ἵππος, κύων καὶ τἆλλα τοῦτον τὸν τρόπον, ἐπεί ἐστιν ἕν τι γένος καὶ ἐπὶ τοῖς λοφούροις καλουμένοις, οἷον ἵππῳ καὶ ὄνῳ καὶ ὀρεῖ καὶ γίννῳ καὶ ἴννῳ καὶ ταῖς ἐν Συρίᾳ καλουμέναις ἡμιόνοις, αἳ καλοῦνται ἡμίονοι δι’ ὁμοιότητα, οὐκ οὖσαι ἁπλῶς τὸ αὐτὸ εἶδος· καὶ γὰρ ὀχεύονται καὶ γεννῶνται ἐξ ἀλλήλων.
在四足且胎生的动物属中,虽有许多种,但它们没有名称;而是几乎对它们之中的每一个都单独进行称呼,就像称呼“人”一样,例如狮子、鹿、马、狗以及以此类推的其他动物,因为对于所谓的房尾类也有某一个单属,例如马、驴、骡、吉诺斯、伊诺斯以及在叙利亚被称为半驴的动物(它们因相似性而被称作半驴,但绝非完全相同的种;因为它们也互相交配并生育)。
Διὸ καὶ χωρὶς λαμβάνοντας ἀνάγκη θεωρεῖν ἑκάστου τὴν φύσιν αὐτῶν.
因此,必须将它们分开对待,以考察它们各自的天性。
Ταῦτα μὲν οὖν τοῦτον τὸν τρόπον εἴρηται νῦν ὡς ἐν τύπῳ, γεύματος χάριν περὶ ὅσων καὶ ὅσα θεωρητέον· δι’ ἀκριβείας δ’ ὕστερον ἐροῦμεν, ἵνα πρῶτον τὰς ὑπαρχούσας διαφορὰς καὶ τὰ συμβεβηκότα πᾶσι λάβωμεν.
这些事情在目前以这种概括的方式叙述,是为了让人们初步了解需要考察哪些事物以及有多少事物;我们以后会进行精确的阐述,以便首先把握现存的差异和所有动物所具有的偶性属性。
Μετὰ δὲ τοῦτο τὰς αἰτίας τούτων πειρατέον εὑρεῖν.
在此之后,我们必须努力寻找这些事物的原因。
Οὕτω γὰρ κατὰ φύσιν ἐστὶ ποιεῖσθαι τὴν μέθοδον, ὑπαρχούσης τῆς ἱστορίας τῆς περὶ ἕκαστον· περὶ ὧν τε γὰρ καὶ ἐξ ὧν εἶναι δεῖ τὴν ἀπόδειξιν, ἐκ τούτων γίνεται φανερόν.
因为在关于每个事物的历史(经验研究)存在之后,以这种方式进行我们的方法是符合天性的;因为从这些历史中,既可以明确证明的对象是什么,也可以明确证明应从哪些前提出发。
Ληπτέον δὲ πρῶτον τὰ μέρη τῶν ζῴων ἐξ ὧν συνέστηκεν.
因此,首先必须把握构成动物的各个部分。
Κατὰ γὰρ ταῦτα μάλιστα καὶ πρῶτα διαφέρει καὶ τὰ ὅλα, ἢ τῷ τὰ μὲν ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῇ θέσει καὶ τῇ τάξει, ἢ καὶ κατὰ τὰς εἰρημένας πρότερον διαφοράς, εἴδει καὶ ὑπεροχῇ καὶ ἀναλογίᾳ καὶ τῶν παθημάτων ἐναντιότητι.
因为整体也主要且首先在这些部分上存在差异,或者是由于某些动物拥有这些部分而另一些没有,或者是由于位置和配置的不同,或者是根据先前提到过的差异——即在形状、过剩、类比以及被动性质的对立上的差异。
Πρῶτον δὲ τὰ τοῦ ἀνθρώπου μέρη ληπτέον· ὥσπερ γὰρ τὰ νομίσματα πρὸς τὸ αὑτοῖς ἕκαστοι γνωριμώτατον δοκιμάζουσιν, οὕτω δὴ καὶ ἐν τοῖς ἄλλοις· ὁ δ’ ἄνθρωπος τῶν ζῴων γνωριμώτατον ἡμῖν ἐξ ἀνάγκης ἐστίν.
首先必须把握人的部分;因为正如每个人都会参照自己最熟悉的东西来检验货币一样,在其他事情上也是如此;而在动物中,人对我们而言必然是最熟悉的。
Τῇ μὲν οὖν αἰσθήσει οὐκ ἄδηλα τὰ μόρια· ὅμως δ’ ἕνεκεν τοῦ μὴ παραλιπεῖν τε τὸ ἐφεξῆς καὶ τοῦ λόγον ἔχειν μετὰ τῆς αἰσθήσεως, λεκτέον τὰ μέρη πρῶτον μὲν τὰ ὀργανικά, εἶτα τὰ ὁμοιομερῆ.
因此,对于感官而言,这些部分并不是不明确的;然而,为了不遗漏接下来的顺序,并为了使感官把握的同时也具有理性说明,我们必须首先叙述器官性的部分,然后叙述同质性的部分。

词汇与语法注释

  1. ¦p.12¦χώρᾳ λεπίδος — χώρᾳ 是与格,不仅表示物理位置,还表示“地位、角色、功能”。因此,χώρᾳ λεπίδος 的意思是“相当于(鱼)鳞的角色/地位的东西”。
  2. ¦p.12¦οἱ τῶν θαλαττίων — οἱ 是阳性复数主格冠词。它既可以被解释为指代阳性名词 ἐχῖνοι(此处指海胆),意为“海胆(及其刺)”,也可以指代阳性名词 πόδες,意为“海生动物的足(即刺)”。无论哪种情况,该句都预设了海胆的刺具有作为移动之足的功能。
  3. ¦p.13¦ὑπαρχούσης τῆς ἱστορίας — 属格绝对结构(独立属格句)。此处的 ἱστορία 并非现代语境下的“历史”,而是指亚里士多德科学方法中的“事实收集、观察、描述”。它指明了研究的顺序:“在关于每个事物的经验事实描述首先存在之后”。
  4. ¦p.13¦πρὸς τὸ αὑτοῖς ἕκαστοι γνωριμώτατον — 前置词 πρὸς 表示比较或评估的“标准”。γνωριμώτατον(最熟悉/最广为人知的事物)是中性单数宾格,带有定冠词 τό,并受与格 αὑτοῖς(对他们自己而言)的修饰。由于主语 ἕκαστοι(每个人、各个群体)是复数,因此该句意味着每个群体都以自己国家最熟悉的货币为标准来检验其他货币。

引用这一段

亚里士多德, 动物志 §1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。