§1.11Ἔτι δὲ κεφαλῆς μόριον, δι’ οὗ ἀκούει, ἄπνουν, τὸ οὖς·
此外,头部还有一个用以听觉、不进行呼吸的器官,即耳朵。
Ἀλκμαίων γὰρ οὐκ ἀληθῆ λέγει, φάμενος ἀναπνεῖν τὰς αἶγας κατὰ τὰ ὦτα.
阿尔克迈翁说山羊通过耳朵呼吸,这并不是事实。
Ὠτὸς δὲ μέρος τὸ μὲν ἀνώνυμον, τὸ δὲ λοβός.
耳朵的部分中,一部分没有名称,另一部分是耳垂。
Ὅλον δ’ ἐκ χόνδρου καὶ σαρκὸς σύγκειται.
它整体由软骨和肌肉构成。
Εἴσω δὲ τὴν μὲν φύσιν ἔχει οἷον οἱ στρόμβοι, τὸ δ’ ἔσχατον ὀστοῦν ὅμοιον τῷ ὠτί, εἰς ὃ ὥσπερ ἀγγεῖον ἔσχατον ἀφικνεῖται ὁ ψόφος.
其内部在结构上就像螺旋贝,最深处的骨头类似于耳朵本身,声音到达那里,就像到达一个最终的容器一样。
Τοῦτο δ’ εἰς μὲν τὸν ἐγκέφαλον οὐκ ἔχει πόρον, εἰς δὲ τὸν τοῦ στόματος οὐρανόν· καὶ ἐκ τοῦ ἐγκεφάλου φλὲψ τείνει εἰς αὐτό.
它没有通往脑的通道,但有通往口腔顶部的通道;并且有一条血管从脑部延伸到它。
Περαίνουσι δὲ καὶ οἱ ὀφθαλμοὶ εἰς τὸν ἐγκέφαλον, καὶ κεῖται ἐπὶ φλεβίου ἑκάτερος.
眼睛也通往脑部,并且每一只都位于一根微血管上。
Ἀκίνητον δὲ τὸ οὖς ἄνθρωπος ἔχει μόνος τῶν ἐχόντων τοῦτο τὸ μόριον.
在拥有这一器官的动物中,唯独人类的耳朵是不可动的。
Τῶν γὰρ ἐχόντων ἀκοὴν τὰ μὲν ἔχει ὦτα, τὰ δ’ οὐκ ἔχει, ἀλλὰ τὸν πόρον φανερόν, οἷον ὅσα πτερωτὰ ἢ φολιδωτά.
因为在拥有听觉的动物中,有些有耳朵,有些则没有,而只有明显的通道,例如所有长羽毛或长鳞片的动物。
Ὅσα δὲ ζῳοτοκεῖ, ἔξω φώκης καὶ δελφῖνος καὶ τῶν ἄλλων ὅσα οὕτω κητώδη, πάντα ἔχει ὦτα· ζῳοτοκεῖ γὰρ καὶ τὰ σελάχη· ἀλλὰ μόνον ἄνθρωπος οὐ κινεῖ.
而在胎生动物中,除了海豹、海豚以及其他此类鲸类动物之外,全都拥有耳朵(因为软骨鱼类也是胎生的);但唯独人类不移动它们。
Ἡ μὲν οὖν φώκη πόρους ἔχει φανεροὺς ᾗ ἀκούει· ὁ δὲ δελφὶς ἀκούει μέν, οὐκ ἔχει δ’ ὦτα.
因此,海豹拥有用以听觉的明显通道;而海豚虽然能听,却不具有外耳。
Τὰ δ’ ἄλλα κινεῖ πάντα.
其他所有动物都会移动耳朵。
Κεῖται δὲ τὰ ὦτα ἐπὶ τῆς αὐτῆς περιφερείας τοῖς ὀφθαλμοῖς, καὶ οὐχ ὥσπερ ἐνίοις τῶν τετραπόδων ἄνωθεν.
此外,耳朵与眼睛处于同一水平线上,而不是像某些四足动物那样位于上方。
Ὤτων δὲ τὰ μὲν ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα· βέλτιστα δὲ τὰ μέσα πρὸς ἀκοήν, ἦθος δ’ οὐδὲν σημαίνει.
耳朵有无毛的、多毛的、以及适中的;适中的最有利于听觉,但它不预示任何性格。
Καὶ ἢ μεγάλα ἢ μικρα ἢ μέσα, ἢ ἐπανεστηκότα σφόδρα ἢ οὐθὲν ἢ μέσον· τὰ δὲ μέσα βελτίστου ἤθους σημεῖον, τὰ δὲ μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας καὶ ἀδολεσχίας.
耳朵也分大的、小的或适中的,以及非常突出的、完全不突出的或适中的;适中的是极佳性格的标志,而大且突出的则是愚蠢多言和唠叨的标志。
Τὸ δὲ μεταξὺ ὀφθαλμοῦ καὶ ὠτὸς καὶ κορυφῆς καλεῖται κρόταφος.
眼睛、耳朵与颅顶之间的部分被称为太阳穴。
Ἔτι προσώπου μέρος τὸ μὲν ὂν τῷ πνεύματι πόρος ῥίς· καὶ γὰρ ἀναπνεῖ καὶ ἐκπνεῖ ταύτῃ, καὶ ὁ πταρμὸς διὰ ταύτης γίνεται, πνεύματος ἀθρόου ἔξοδος, σημεῖον οἰωνιστικὸν καὶ ἱερὸν μόνον τῶν πνευμάτων.
此外,脸部中作为呼吸通道的部分是鼻子;因为人通过它吸气和呼气,打喷嚏也是通过它进行的,打喷嚏是聚集的气流的突然排出,是在所有气流中唯一被视为吉兆和神圣的。
Ἅμα δ’ ἡ ἀνάπνευσις καὶ ἔκπνευσις γίνεται εἰς τὸ στῆθος, καὶ ἀδύνατον χωρὶς τοῖς μυκτῆρσιν ἀναπνεῦσαι ἢ ἐκπνεῦσαι, διὰ τὸ ἐκ τοῦ στήθους εἶναι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν κατὰ τὸν γαργαρεῶνα, καὶ μὴ ἐκ τῆς κεφαλῆς τινὶ μέρει· ἐνδέχεται δὲ καὶ μὴ χρώμενον ταύτῃ ζῆν.
同时,吸气和呼气是向着胸部进行的,若不通过鼻腔就无法进行呼吸,因为吸气和呼气是通过悬雍垂从胸部进行的,而不是从头部的任何部分进行的;然而,即使不使用它,也是可能生存的。
Ἡ δ’ ὄσφρησις γίνεται διὰ τούτου τοῦ μέρους· αὕτη δ’ ἐστὶν ἡ αἴσθησις ὀσμῆς.
嗅觉是通过这个部位进行的;这就是对气味的感官。
Εὐκίνητος δ’ ὁ μυκτήρ, καὶ οὐχ ὥσπερ τὸ οὖς ἀκίνητον κατ’ ἰδίαν.
鼻腔是易于活动的,而不像耳朵那样自身不可动。
Μέρος δ’ αὐτοῦ τὸ μὲν διάφραγμα χόνδρος, τὸ δ’ ὀχέτευμα κενόν· ἔστι γὰρ ὁ μυκτὴρ διχότομος.
在这个部位中,间隔是软骨,通道是空腔;因为鼻腔是分成两半的。
Τοῖς δὲ ἐλέφασιν ὁ μυκτὴρ γίνεται μακρὸς καὶ ἰσχυρός, καὶ χρῆται αὐτῷ ὥσπερ χειρί· προσάγεταί τε γὰρ καὶ λαμβάνει τούτῳ καὶ εἰς τὸ στόμα προσφέρεται τὴν τροφήν, καὶ τὴν ὑγρὰν καὶ τὴν ξηράν, μόνον τῶν ζῴων.
对于大象,鼻腔变得既长又强壮,并且像手一样使用它;因为大象在动物中唯独用它将食物引向自己、抓住并送入口中,不论是液体还是固体食物。
Ἔτι δὲ σιαγόνες δύο· τούτων τὸ πρόσθιον γένειον, τὸ δ’ ὀπίσθιον γένυς.
此外,有两个颌骨;其中,前部是下巴,后部是颊颌。
Κινεῖ δὲ πάντα τὰ ζῷα τὴν κάτωθεν γένυν, πλὴν τοῦ ποταμίου κροκοδείλου· οὗτος δὲ τὴν ἄνω μόνον.
除了河流中的鳄鱼之外,所有动物都移动下颌;而鳄鱼则仅移动上颌。
Μετὰ δὲ τὴν ῥῖνα χείλη δύο, σὰρξ εὐκίνητος.
鼻子之后是两片嘴唇,是易于活动的肌肉。
Τὸ δ’ ἐντὸς στόμα σιαγόνων καὶ χειλῶν.
颌骨和嘴唇之内是口腔。
Τούτου μέρη τὸ μὲν ὑπερῷα τὸ δὲ φάρυγξ.
这之中的部分是上腭和咽喉。
Τὸ δ’ αἰσθητικὸν χυμοῦ γλῶττα· ἡ δ’ αἴσθησις ἐν τῷ ἄκρῳ· ἐὰν δὲ ἐπὶ τὸ πλατὺ ἐπιτεθῇ, ἧττον.
感受液汁味道的器官是舌头;其感觉在舌尖;但如果将其置于舌面平坦处,感觉则较弱。
Αἰσθάνεται δὲ καὶ ὧν ἡ ἄλλη σὰρξ πάντων, οἷον σκληροῦ θερμοῦ καὶ ψυχροῦ καθ’ ὁτιοῦν μέρος, ὥσπερ καὶ χυμοῦ.
它也像其他肌肉一样,在任何部位都能感知所有其他肌肉所能感知的东西,如硬度、热和冷,就像感知味道一样。
Αὕτη δὲ ἢ πλατεῖα ἢ στενὴ ἢ μέση· ἡ μέση δὲ βελτίστη καὶ σαφεστάτη.
舌头有宽的、窄的、或适中的;适中的最好也最清晰。
Καὶ ἢ λελυμένη ἢ καταδεδεμένη, ὥσπερ τοῖς ψελλοῖς καὶ τοῖς τραυλοῖς.
它也要么是自由的,要么是被束缚的,就像那些口吃或吐字不清的人那样。
Ἔστι δ’ ἡ γλῶττα σὰρξ μανὴ καὶ σομφή.
舌头是稀松而多孔的肌肉。
Ταύτης τι μέρος ἐπιγλωττίς.
它的一部分是会厌。
Καὶ τὸ μὲν διφυὲς τοῦ στόματος παρίσθμιον, τὸ δὲ πολυφυὲς οὖλον· σάρκινα δὲ ταῦτα.
而口腔中成对的部分是扁桃体,多分的部分是牙龈;这些是肉质的。
Ἐντὸς δ’ ὀδόντες ὀστέϊνοι.
内部则是骨质的牙齿。
Ἔσω δ’ ἄλλο μόριον σταφυλοφόρον, κίων ἐπίφλεβος· ὃς ἐὰν ἐξυγρανθεὶς φλεγμήνῃ, σταφυλὴ καλεῖται καὶ πνίγει.
在更内部是另一个呈葡萄状的器官,即布满血管的悬雍垂;如果它受潮而发炎,就被称为“葡萄肿”,并引起窒息。