§1.5#2Τὰ δὲ σκληρόδερμα, οἷον κάραβος, τοῖς οὐραίοις νεῖ, τάχιστα δ’ ἐπὶ τὴν κέρκον τοῖς ἐν ἐκείνῃ πτερυγίοις·
而硬皮类动物,例如大龙虾,是用尾部来游泳的,而最快则是利用尾部上的鳍向着尾巴的方向游去。
καὶ ὁ κορδύλος τοῖς ποσὶ καὶ τῷ οὐραίῳ· ἔχει δ’ ὅμοιον γλάνει τὸ οὐραῖον, ὡς μικρὸν εἰκάσαι μεγάλῳ.
水蜥则用足和尾巴游泳;它拥有与大鲶鱼相似的尾巴,若是拿小者与大者相比,便是如此。
Τῶν δὲ πτηνῶν τὰ μὲν πτερωτά ἐστιν, οἷον ἀετὸς καὶ ἱέραξ, τὰ δὲ πτιλωτά, οἷον μέλιττα καὶ μηλολόνθη, τὰ δὲ δερμόπτερα, οἷον ἀλώπηξ καὶ νυκτερίς.
在飞行动物中,有些是长羽毛的,例如雕和鹰;有些是长膜翅的,例如蜜蜂和金龟子;有些则是长皮膜翅的,例如“飞狐”和蝙蝠。
Πτερωτὰ μὲν οὖν ἐστὶν ὅσα ἔναιμα, καὶ δερμόπτερα ὡσαύτως· πτιλωτὰ δὲ ὅσα ἄναιμα, οἷον τὰ ἔντομα.
长羽毛的动物都是有血动物,长皮膜翅的也是如此;而长膜翅的则是无血动物,例如昆虫类。
Ἔστι δὲ τὰ μὲν πτερωτὰ καὶ δερμόπτερα δίποδα πάντα ἢ ἄποδα· λέγονται γὰρ εἶναί τινες ὄφεις τοιοῦτοι περὶ Αἰθιοπίαν.
长羽毛和长皮膜翅的动物全都是两足或无足的;因为据说在埃塞俄比亚附近有某些这类蛇。
Τὸ μὲν οὖν πτερωτὸν γένος τῶν ζῴων ὄρνις καλεῖται, τὰ δὲ λοιπὰ δύο ἀνώνυμα ἑνὶ ὀνόματι.
因此,动物中长羽毛的一类被称为“鸟”,而其余两类则没有一个统一的名称。
Τῶν δὲ πτηνῶν μὲν ἀναίμων δὲ τὰ μὲν κολεόπτερά ἐστιν (ἔχει γὰρ ἐν ἐλύτρῳ τὰ πτερά, οἷον αἱ μηλολόνθαι καὶ οἱ κάνθαροι), τὰ δ’ ἀνέλυτρα, καὶ τούτων τὰ μὲν δίπτερα τὰ δὲ τετράπτερα, τετράπτερα μὲν ὅσα μέγεθος ἔχει ἢ ὅσα ὀπισθόκεντρά ἐστι, δίπτερα δὲ ὅσα ἢ μέγεθος μὴ ἔχει ἢ ἐμπροσθόκεντρά ἐστιν.
在飞行且无血的动物中,有些是鞘翅类的(因为它们把翅膀包在鞘中,例如金龟子和甲虫),有些是无鞘的;在这些动物中,有些是双翅的,有些是四翅的。 四翅的是那些体型较大或在尾部有刺针的动物,双翅的则是那些体型较小或在前方有针的动物。
Τῶν δὲ κολεοπτέρων οὐδὲν ἔχει κέντρον.
在鞘翅类动物中,没有一种是有刺针的。
Τὰ δὲ δίπτερα ἔμπροσθεν ἔχει τὰ κέντρα, οἷον μυῖα καὶ μύωψ καὶ οἶστρος καὶ ἐμπίς.
而双翅类的刺针在前方,例如家蝇、牛虻、马蝇和蚊子。
Πάντα δὲ τὰ ἄναιμα ἐλάττω τὰ μέγεθη ἐστὶ τῶν ἐναίμων ζῴων· πλὴν ὀλίγα ἐν τῇ θαλάττῃ μείζονα ἄναιμά ἐστιν, οἶον τῶν μαλακίων ἔνια.
所有的无血动物在体型上都比有血动物要小;除了海洋中极少数较大的无血动物,例如软体动物中的某些。
Μέγιστα δὲ γίνεται ταῦτα τὰ γένη αὑτῶν ἐν τοῖς ἀλεεινοτάτοις, καὶ ἐν τῇ θαλάττῃ μᾶλλον ἢ ἐν τῇ γῇ καὶ ἐν τοῖς γλυκέσιν ὕδασιν.
这些类别在最温暖的地区其体型在其同类中长得最大,并且在海洋中比在陆地和淡水中长得更大。
κινεῖται δὲ τὰ κινούμενα πάντα τέτταρσι σημείοις ἢ πλείοσι, τὰ μὲν ἔναιμα τέτταρσι μόνον, οἷον ἄνθρωπος μὲν χερσὶ δυσὶ καὶ ποσὶ δυσίν, ὄρνις δὲ πτέρυξι δυσὶ καὶ ποσὶ δυσί, τὰ δὲ τετράποδα καὶ ἰχθύες τὰ μὲν τέτταρσι ποσίν, οἱ δὲ τέτταρσι πτερυγίοις.
所有活动的动物都通过四个或更多的运动点来活动:有血动物仅通过四个点活动,例如人类用双手和双足,鸟类用双翼和双足,而四足动物和鱼类,前者用四足,后者用四鳍。
Ὅσα δὲ δύο ἔχει πτερύγια ἢ ὅλως μή, οἷον ὄφις, τέτταρσι σημείοις οὐθὲν ἧττον· αἱ γὰρ καμπαὶ τέτταρες, ἢ δύο σὺν τοῖς πτερυγίοις.
而那些只有两鳍或完全没有鳍的动物(如蛇),同样也通过四个点活动;因为它们的弯曲有四个,或者两个弯曲加上两个鳍合起来是四个点。
Ὅσα δ’ ἄναιμα ὄντα πλείους πόδας ἔχει, εἴτε πτηνὰ εἴτε πεζά, σημείοις κινεῖται πλείοσιν, οἷον τὸ καλούμενον ζῷον ἐφήμερον τέτταρσι καὶ ποσὶ καὶ πτεροῖς· τούτῳ γὰρ οὐ μόνον κατὰ τὸν βίον συμβαίνει τὸ ἴδιον, ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔχει, ἀλλ’ ὅτι καὶ πτηνόν ἐστι τετράπουν ὄν.
另一方面,那些无血且有更多足的动物,无论是飞行的还是陆行的,都通过更多的点活动,例如被称为“蜉蝣”的动物用四足和翅膀活动;因为这种动物不仅在寿命上具有独特的特征(它因此得名),而且它也是一种虽为四足却能飞行的动物。
Πάντα δὲ κινεῖται ὁμοίως, τὰ τετράποδα καὶ πολύποδα· κατὰ διάμετρον γὰρ κινεῖται.
所有的四足动物和多足动物都以类似的方式活动;因为它们是沿对角线活动的。
Τὰ μὲν οὖν ἄλλα ζῷα δύο τοὺς ἡγεμόνας ἔχει πόδας, ὁ δὲ καρκίνος μόνος τῶν ζῴων τέτταρας.
因此,其他动物有两只起主导作用的足,而唯独螃蟹在所有动物中拥有四只。