§1.2Πάντων δ’ ἐστὶ τῶν ζῴων κοινὰ μόρια, ᾧ δέχεται τὴν τροφὴν καὶ εἰς ὃ δέχεται· ταῦτα δ’ ἐστὶ ταὐτὰ καὶ ἕτερα κατὰ τοὺς εἰρημένους τρόπους, ἢ κατ’ εἶδος ἢ καθ’ ὑπεροχὴν ἢ κατ’ ἀναλογίαν ἢ τῇ θέσει διαφέροντα.
所有动物所共有的部位是它们用以摄取食物的器官以及用以容纳食物的器官;这些器官或相同,或因前述方式而异,即在物种、过度(程度)、类比或位置上有所不同。
Μετὰ δὲ ταῦτα ἄλλα κοινὰ μόρια ἔχει τὰ πλεῖστα τῶν ζῴων πρὸς τούτοις, ᾗ ἀφίησι τὸ περίττωμα τῆς τροφῆς καὶ ᾗ λαμβάνει· οὐ γὰρ πᾶσιν ὑπάρχει τοῦτο.
在这些之外,大多数动物还拥有其他共有的部位,即排出食物残渣的器官和摄取食物的器官;因为这并非存在于所有动物中。
Καλεῖται δ’ ᾗ μὲν λαμβάνει, στόμα, εἰς ὃ δὲ δέχεται, κοιλία· τὸ δὲ λοιπὸν πολυώνυμόν ἐστιν.
摄取食物的器官被称为“口”,容纳食物的器官被称为“胃(腹腔)”;其余部分则有多种名称。
Τοῦ δὲ περιττώματος ὄντος διττοῦ, ὅσα μὲν ἔχει δεκτικὰ μόρια τοῦ ὑγροῦ περιττώματος, ἔχει καὶ τῆς ξηρᾶς τροφῆς, ὅσα δὲ ταύτης, ἐκείνης οὐ πάντα.
由于残渣有两种,凡拥有容纳液体残渣部位的动物,也拥有容纳固体食物(残渣)的部位;但并非所有拥有后者(固体)的动物都拥有前者(液体)。
Διὸ ὅσα μὲν κύστιν ἔχει, καὶ κοιλίαν ἔχει, ὅσα δὲ κοιλίαν ἔχει, οὐ πάντα κύστιν ἔχει.
因此,凡有膀胱的动物也有胃,但并非所有有胃的动物都有膀胱。
Ὀνομάζεται γὰρ τὸ μὲν τῆς ὑγρᾶς περιττώσεως δεκτικὸν μόριον κύστις, κοιλία δὲ τὸ τῆς ξηρᾶς.
因为容纳液体残渣的部位被称为“膀胱”,而容纳固体残渣的则是“胃”。
§1.3Τῶν δὲ λοιπῶν πολλοῖς ὑπάρχει ταῦτά τε τὰ μόρια καὶ ἔτι ᾗ τὸ σπέρμα ἀφιᾶσιν· καὶ τούτων ἐν οἷς μὲν ὑπάρχει γένεσις ζῴων τὸ μὲν εἰς αὑτὸ ἀφιέν, τὸ δὲ εἰς ἕτερον.
在其余的动物中,许多动物既拥有这些部位,还拥有排出精液(生殖物质)的器官;在这些进行动物繁衍的动物中,一方将精液排入自身内部,另一方则排入他者内部。
Καλεῖται δὲ τὸ μὲν εἰς αὑτὸ ἀφιὲν θῆλυ, τὸ δ’ εἰς τοῦτο ἄρρεν.
排入自身内部的被称为“雌性”,排入其中的被称为“雄性”。
Ἐν ἐνίοις δ’ οὐκ ἔστι τὸ ἄρρεν καὶ θῆλυ· ᾗ καὶ τῶν μορίων τῶν πρὸς τὴν δημιουργίαν ταύτην διαφέρει τὸ εἶδος· τὰ μὲν γὰρ ἔχει ὑστέραν τὰ δὲ τὸ ἀνάλογον.
但在某些动物中并无雄性和雌性之分;因此,用于这种繁衍的部位在类型上也有所不同:有些拥有子宫,有些则拥有其类比器官。
Ὅσα μὲν οὖν ἀναγκαιότατα μόρια τοῖς ζῴοις τὰ μὲν πᾶσιν ἔχειν συμβέβηκε τὰ δὲ τοῖς πλείστοις, ταῦτ’ ἐστίν.
因此,这些是动物最不可或缺的部位,其中一些是所有动物共有的,另一些则是大多数动物共有的。
Πᾶσι δὲ τοῖς ζῴοις αἴσθησις μία ὑπάρχει κοινὴ μόνη ἡ ἁφή, ὥστε καὶ ἐν ᾧ αὕτη μορίῳ γίνεσθαι πέφυκεν, ἀνώνυμόν ἐστιν· τοῖς μὲν γὰρ ταὐτὸ τοῖς δὲ τὸ ἀνάλογόν ἐστιν.
而在所有动物中,唯一共有的感觉就是触觉,以至于这一感觉在自然中产生的部位甚至没有(共同的)名称;因为在某些动物中它是相同的,而在另引些中则是类比的。
§1.4Ἔχει δὲ καὶ ὑγρότητα πᾶν ζῷον, ἧς στερισκόμενον ἢ φύσει ἢ βίᾳ φθείρεται.
此外,所有动物都含有水分,若自然地或在外力作用下失去水分,就会死亡。
Ἔτι ἐν ᾧ γίγνεται, τοῦτο ἄλλο.
再者,水分产生(存在)的部位也各有不同。
Ἔστι δὲ τοῦτο τοῖς μὲν αἷμα καὶ φλέψ, τοῖς δὲ τὸ ἀνάλογον τούτων· ἔστι δ’ ἀτελῆ ταῦτα, οἷον τὸ μὲν ἲς τὸ δ’ ἰχώρ.
在一些动物中是血液和血管,而在另一些中则是其类比物;这些可能是不完全的,例如纤维或淋巴。
Ἡ μὲν οὖν ἁφὴ ἐν ὁμοιομερεῖ ἐγγίνεται μέρει, οἷον ἐν σαρκὶ ἢ τοιούτῳ τινί, καὶ ὅλως ἐν τοῖς αἱματικοῖς, ὅσα ἔχει αἷμα· τοῖς δ’ ἐν τῷ ἀνάλογον, πᾶσι δ’ ἐν τοῖς ὁμοιομερέσιν.
因此,触觉产生于同质部分(简单器官),例如肌肉或类似部位,总的来说,在有血动物中,凡是有血的都产生于这些部位;而在无血动物中则产生于其类比部位,总之都在同质部分中。
Αἱ δὲ ποιητικαὶ δυνάμεις ἐν τοῖς ἀνομοιομερέσιν, οἷον ἡ τῆς τροφῆς ἐργασία ἐν στόματι καὶ ἡ τῆς κινήσεως τῆς κατὰ τόπον ἐν ποσὶν ἢ πτέρυξιν ἢ τοῖς ἀνάλογον.
而能动力量(功能)则存在于异质部分(复合器官),例如对食物的消化(加工)是在口中,空间移动是在足、翼或其类比物中。
Πρὸς δὲ τούτοις τὰ μὲν ἔναιμα τυγχάνει ὄντα, οἷον ἄνθρωπος καὶ ἵππος καὶ πάνθ’· ὅσα ἢ ἄποδά ἐστι τέλεα ὄντα ἢ δίποδα ἢ τετράποδα, τὰ δ’ ἄναιμα, οἷν μέλιττα καὶ σφὴξ καὶ τῶν θαλαττίων σηπία καὶ κάραβος καὶ πάνθ’ ὅσα πλείους πόδας ἔχει τεττάρων.
此外,有些动物是有血的,例如人类、马,以及所有在发育完全后无足、双足或四足的动物;有些是无血的,例如蜜蜂、胡蜂,以及海洋动物中的乌贼和龙虾,和所有足数多于四只的动物。