Humanitext Reader

亚里士多德 · 动物志 §1.1#3

依社会性饮食与性格对动物的分类

第 3 段,共 189 段 · 希腊语

内容简介

本文提出了基于动物生活方式、行为和性格的各种分类,并讨论了社会性、饮食、声音以及人类特有的“回忆”能力。

§1.1#3Εἰσὶ δὲ καὶ αἱ τοιαίδε διαφοραὶ κατὰ τοὺς βίους καὶ τὰς πράξεις.
在生活方式和行为方面也存在如下差异。
Τὰ μὲν γὰρ αὐτῶν ἐστὶν ἀγελαῖα τὰ δὲ μοναδικά, καὶ πεζὰ καὶ πτηνὰ καὶ πλωτά, τὰ δ’ ἐπαμφοτερίζει.
因为在它们之中,有些是群居的,有些是独居的,这在陆生、飞行动物和游泳动物中皆是如此,而有些则兼具这两种特征。
Καὶ τῶν ἀγελαίων καὶ τῶν μοναδικῶν τὰ μὲν πολιτικὰ τὰ δὲ σποραδικά ἐστιν.
在群居和独居的动物中,有些是社会性的,有些是分散的。
Ἀγελαῖα μὲν οὖν οἷον ἐν τοῖς πτηνοῖς τὸ τῶν περιστερῶν γένος καὶ γέρανος καὶ κύκνος (γαμψώνυχον δ’ οὐδὲν ἀγελαῖον), καὶ τῶν πλωτῶν πολλὰ γένη τῶν ἰχθύων, οἷον οὓς καλοῦσι δρομάδας, θύννοι, πηλαμύδες, ἄμιαι· ὁ δ’ ἄνθρωπος ἐπαμφοτερίζει.
因此,在飞行动物中,群居的有如鸽类、鹤和天鹅(但没有一种具钩爪的动物是群居的);在游泳动物中,有许多鱼类的属,例如人们称为“跑者”的鱼、金枪鱼、鲣鱼、鲃鱼;而人类则兼具这两种特征。
Πολιτικὰ δ’ ἐστὶν ὧν ἕν τι καὶ κοινὸν γίνεται πάντων τὸ ἔργον· ὅπερ οὐ πάντα ποιεῖ τὰ ἀγελαῖα.
社会性动物是指所有个体的活动都变为某种单一且共同的事物的动物;而并非所有的群居动物都这样做。
Ἔστι δὲ τοιοῦτον ἄνθρωπος, μέλιττα, σφήξ, μύρμηξ, γέρανος.
属于此类的是人类、蜜蜂、胡蜂、蚂蚁和鹤。
Καὶ τούτων τὰ μὲν ὑφ’ ἡγεμόνα ἐστὶ τὰ δ’ ἄναρχα, οἷον γέρανος μὲν καὶ τὸ τῶν μελιττῶν γένος ὑφ’ ἡγεμόνα, μύρμηκες δὲ καὶ μυρία ἄλλα ἄναρχα.
在这些动物中,有些是在首领领导下的,有些是无首领的。 例如,鹤和蜜蜂属是在首领领导下的,而蚂蚁和无数其他动物则是无首领的。
Καὶ τὰ μὲν ἐπιδημητικὰ καὶ τῶν ἀγελαίων καὶ τῶν μοναδικῶν, τὰ δὲ ἐκτοπιστικά.
此外,无论在群居还是独居动物中,有些是迁徙性的,有些是定居性的。
Καὶ τὰ μὲν σαρκοφάγα, τὰ δὲ καρποφάγα, τὰ δὲ παμφάγα, τὰ δὲ ἰδιότροφα, οἷον τὸ τῶν μελιττῶν γένος καὶ τὸ τῶν ἀραχνῶν· τὰ μὲν γὰρ μέλιτι καί τισιν ἄλλοις ὀλίγοις τῶν γλυκέων χρῆται τροφῇ, οἱ δ’ ἀράχναι ἀπὸ τῆς τῶν μυιῶν θήρας ζῶσιν, τὰ δ’ ἰχθύσι χρῶνται τροφῇ.
有些是肉食性的,有些是果食性的,有些是杂食性的,有些则具有独特的饮食习性,如蜜蜂属和蜘蛛属;因为前者以蜂蜜和少数其他甜食为食,而蜘蛛则通过捕猎苍蝇生存,还有些则以鱼类为食。
Καὶ τὰ μὲν θηρευτικά, τὰ δὲ θησαυριστικὰ τῆς τροφῆς ἐστί, τὰ δ’ οὔ.
有些是狩猎动物,有些会贮藏食物,有些则不然。
Καὶ τὰ μὲν οἰκητικὰ τὰ δὲ ἄοικα, οἰκητικὰ μὲν οἷον ἀσπάλαξ, μῦς, μύρμηξ, μέλιττα, ἄοικα δὲ πολλὰ τῶν ἐντόμων καὶ τῶν τετραπόδων.
有些是有居所的,有些是无居所的。 有居所的例如鼹鼠、老鼠、蚂蚁、蜜蜂,而无居所的则有许多昆虫和四足动物。
Ἔτι τοῖς τόποις τὰ μὲν τρωγλοδυτικά, οἷον σαύρα, ὄφις, τὰ δ’ ὑπέργεια, οἷον ἵππος, κύων.
此外,就其栖息地而言,有些是穴居的,如蜥蜴和蛇,有些是地上的,如马和狗。
Καὶ τὰ μὲν τρηματώδη τὰ δ’ ἄτρητα.
有些是掘穴的,有些是不掘穴的。
Καὶ τὰ μὲν νυκτερόβια, οἷον γλαύξ, νυκτερίς, τὰ δ’ ἐν τῷ φωτὶ ζῇ.
有些是夜行性的,如猫头鹰和蝙蝠,有些则生活在光亮中。
Ἔτι δὲ ἥμερα καὶ ἄγρια, καὶ τὰ μὲν ἀεί, οἷον ἄνθρωπος καὶ ὀρεὺς ἀεὶ ἥμερα, τὰ δ’ ἄγρια, ὥσπερ πάρδαλις καὶ λύκος· τὰ δὲ καὶ ἡμεροῦσθαι δύναται ταχύ, οἷον ἐλέφας.
此外,有些是温顺的,有些是野生的;有些是始终如此的,如人类和骡子始终是温顺的,有些则是野生的,如豹和狼;有些则可以很快被驯化,如大象。
Ἔτι ἄλλον τρόπον· πάντα γὰρ ὅσα ἥμερά ἐστι γένη, καὶ ἄγριά ἐστιν, οἷον ἵπποι, βόες, ὕες, πρόβατα, αἶγες, κύνες.
此外,以另一种方式分类:所有温顺的属也都存在野生的,例如马、牛、猪、绵羊、山羊和狗。
Καὶ τὰ μὲν ψοφητικά, τὰ δὲ ἄφωνα, τὰ δὲ φωνήεντα, καὶ τούτων τὰ μὲν διάλεκτον ἔχει τὰ δὲ ἀγράμματα, καὶ τὰ μὲν κωτίλα τὰ δὲ σιγηλά, τὰ δ’ ᾠδικὰ τὰ δ’ ἄνῳδα· πάντων δὲ κοινὸν τὸ περὶ τὰς ὀχείας μάλιστα ᾄδειν καὶ λαλεῖν.
有些是发声的,有些是无声的,有些是有声的;在这些动物中,有些拥有语言,有些则是无文字的,有些是多嘴的,有些是静默的,有些是能歌唱的,有些是不会歌唱的;但在交配时最常歌唱和发出声音,这是所有动物的共同点。
Καὶ τὰ μὲν ἄγροικα, ὥσπερ φάττα, τὰ δ’ ὄρεια, ὥσπερ ἔποψ, τὰ δὲ συνανθρωπίζει, οἷον περιστερά.
有些是田野的,如斑鸠,有些是山地的,如戴胜,有些则与人共处,如鸽子。
Καὶ τὰ μὲν ἀφροδισιαστικά, οἷον τὸ τῶν περδίκων καὶ ἀλεκτρυόνων γένος, τὰ δὲ ἁγνευτικά, οἷον τὸ τῶν κορακοειδῶν ὀρνίθων γένος· ταῦτα γὰρ σπανίως ποιεῖται τὴν ὀχείαν.
有些是好色的,如鹧鸪和公鸡属,有些是贞洁的,如鸦科鸟类的属;因为它们极少进行交配。
Καὶ τῶν θαλαττίων τὰ μὲν πελάγια, τὰ δὲ αἰγιαλώδη, τὰ δὲ πετραῖα.
在海洋动物中,有些是远洋的,有些是沿岸的,有些是岩栖的。
Ἔτι τὰ μὲν ἀμυντικὰ τὰ δὲ φυλακτικά· ἔστι δ’ ἀμυντικὰ μὲν ὅσα ἢ ἐπιτίθεται ἢ ἀδικούμενα ἀμύνεται, φυλακτικὰ δὲ ὅσα πρὸς τὸ μὴ παθεῖν τι ἔχει ἐν αὑτοῖς ἀλεωρήν.
此外,有些是进攻性的,有些是防守性的;进攻性的是指所有主动攻击或在受侵犯时进行自卫的动物,防守性的则是指那些自身具有某种保护手段以防受害的动物。
Διαφέρουσι δὲ καὶ ταῖς τοιαῖσδε διαφοραῖς κατὰ τὸ ἦθος.
它们在性格上也因如下差异而不同。
Τὰ μὲν γάρ ἐστι πρᾶα καὶ δύσθυμα καὶ οὐκ ἐνστατικά, οἷον βοῦς, τὰ δὲ θυμώδη καὶ ἐνστατικὰ καὶ ἀμαθῆ, οἷον ὗς ἄγριος, τὰ δὲ φρόνιμα καὶ δειλά, οἷον ἔλαφος, δασύπους, τὰ δὲ ἀνελεύθερα καὶ ἐπίβουλα, οἷον οἱ ὄφεις, τὰ δὲ ἐλευθέρια καὶ ἀνδρεῖα καὶ εὐγενῆ, οἷον λέων, τὰ δὲ γενναῖα καὶ ἄγρια καὶ ἐπίβουλα, οἷον λύκος· εὐγενὲς μὲν γάρ ἐστι τὸ ἐξ ἀγαθοῦ γένους, γενναῖον δὲ τὸ μὴ ἐξιστάμενον ἐκ τῆς αὑτοῦ φύσεως.
有些是温和、沉闷且不倔强的,如牛;有些是脾气暴躁、倔强且愚昧的,如野猪;有些是聪慧且胆小的,如鹿和野兔;有些是卑鄙且阴险的,如蛇类;有些是慷慨、勇敢且高贵的,如狮子;有些是高尚、凶野且阴险的,如狼(因为“高贵”是指源自优良血统,而“高尚”是指不偏离其自身本性)。
Καὶ τὰ μὲν πανοῦργα καὶ κακοῦργα, οἷον ἀλώπηξ, τὰ δὲ θυμικὰ καὶ φιλητικὰ καὶ θωπευτικά, οἷον κύων, τὰ δὲ πρᾶα καὶ τιθασσευτικά, οἷον ἐλέφας, τὰ δ’ αἰσχυντηλὰ καὶ φυλακτικά, οἷον χήν, τὰ δὲ φθονερὰ καὶ φιλόκαλα, οἷον ταώς.
有些是狡猾且作恶的,如狐狸;有些是充满热情、有爱心且奉迎的,如狗;有些是温和且易驯化的,如大象;有些是害羞且警惕的,如鹅;有些是嫉妒且喜好美丽事物的,如孔雀。
Βουλευτικὸν δὲ μόνον ἄνθρωπός ἐστι τῶν ζῴων.
而在动物中,只有人类是善于熟虑的。
Καὶ μνήμης μὲν καὶ διδαχῆς πολλὰ κοινωνεῖ, ἀναμιμνήσκεσθαι δὲ οὐδὲν ἄλλο δύναται πλὴν ἄνθρωπος.
许多动物共同拥有记忆和接受教导的能力,但除了人类之外,没有任何其他动物能够进行回忆。
Περὶ ἕκαστον δὲ τῶν γενῶν τά τε περὶ τὰ ἤθη καὶ τοὺς βίους ὕστερον λεχθήσεται δι’ ἀκριβείας μᾶλλον.
关于每个属的性格和生活方式,稍后将进行更精确的讨论。

词汇与语法注释

  1. §1.1#3γέρανος — 鹤(γέρανος)既被列为群居性(ἀγελαῖα)动物的例子,又在后文中被列为具有共同目标的社会性(πολιτικά)动物的例子,展示了亚里士多德分类法中这两个类别的重叠。
  2. §1.1#3τρηματώδη — 由于紧接前文的“穴居性”(τρωγλοδυτικά),此处将其解释为指掘穴(boring / burrowing)的习性,而非解剖学上的孔洞(如气门等)。其反义词 ἄτρητα 指不掘穴的动物。
  3. §1.1#3ἀγράμματα — 字面意思是“无文字的”,但在发声的语境中意为“无分节的、无法用文字拼写的声音”。指不具备人类那样结构化语言(διάλεκτος)的动物叫声。
  4. ¦p.7¦εὐγενὲς μὲν γάρ ἐστι τὸ ἐξ ἀγαθοῦ γένους, γενναῖον δὲ τὸ μὴ ἐξιστάμενον ἐκ τῆς αὑτοῦ φύσεως. — 亚里士多德对“高贵”(εὐγενής)与“高尚/本色”(γενναῖος)作出的明确定义。前者指源于优良血统的客观事实,后者指不偏离自身本性的内在品质。
  5. ¦p.7¦ἀναμιμνήσκεσθαι — 基于亚里士多德哲学中“记忆”(μνήμη)与“回忆/联想”(ἀνάμνησις)的严格区别。虽然许多动物拥有保持过去经验的记忆能力,但通过理性联想主动唤起过去事件的回忆能力是人类所独有的。

引用这一段

亚里士多德, 动物志 §1.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:1.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。