§1.16#2Μεταξὺ δ’ ἔχει τῶν τρήσεων τὴν ἐπιγλωττίδα καλουμένην, ἐπιπτύσσεσθαι δυναμένην ἐπὶ τὸ τῆς ἀρτηρίας τρῆμα τὸ εἰς τὸ στόμα τεῖνον.
在这些通道之间,它具有所谓的会厌,它能够覆在通往口部的气管通道上。
Ταύτῃ δὲ τὸ πέρας συνήρτηται τῆς γλώττης.
舌头的末端与此相连。
Ἐπὶ δὲ θάτερα καθήκει εἰς τὸ μεταξὺ τοῦ πλεύμονος, εἶτ’ ἀπὸ τούτου σχίζεται εἰς ἑκάτερον τῶν μερῶν τοῦ πλεύμονος.
在另一端,它向下延伸到肺部之间,然后从此分裂到肺的两部分中。
Θέλει γὰρ εἶναι διμερὴς ὁ πλεύμων ἐν ἅπασι τοῖς ἔχουσιν αὐτόν· ἀλλ’ ἐν μὲν τοῖς ζῳοτόκοις οὐχ ὁμοίως ἡ διάστασις φανερά, ἥκιστα δ’ ἐν ἀνθρώπῳ.
因为在所有拥有肺的动物中,肺往往是分为两部分的;但在胎生动物中,这种分界并不同样明显,而在人类中最为不明显。
Ἔστι δ’ οὐ πολυσχιδὴς ὁ τοῦ ἀνθρώπου, ὥσπερ ἐνίων ζῳοτόκων, οὐδὲ λεῖος, ἀλλ’ ἔχει ἀνωμαλίαν.
人类的肺不像某些胎生动物那样有多处分裂,也不光滑,而是具有不规则的起伏。
Ἐν δὲ τοῖς ᾠοτόκοις, οἷον ὄρνισι καὶ τῶν τετραπόδων ὅσα ᾠοτόκα, πολὺ τὸ μέρος ἑκάτερον ἀπ’ ἀλλήλων ἔσχισται, ὥστε δοκεῖν δύο ἔχειν πλεύμονας· καὶ ἀπὸ μιᾶς δύο ἐστὶ μόρια τῆς ἀρτηρίας, εἰς ἑκάτερον τὸ μέρος τείνοντα τοῦ πλεύμονος.
而在卵生动物中,例如鸟类以及四肢动物中所有卵生的动物,它的两个部分彼此分裂得很开,以至于看起来像是拥有两个肺;并且从一根气管延伸出两个部分,分别通往肺的每一个部分。
Συνήρτηται δὲ καὶ τῇ μεγάλῃ φλεβὶ καὶ τῇ ἀορτῇ καλουμένῃ.
它还与大静脉以及所谓的主动脉相连。
Φυσωμένης δὲ τῆς ἀρτηρίας διαδίδωσιν εἰς τὰ κοῖλα μέρη τοῦ πλεύμονος τὸ πνεῦμα.
当气管充气时,它将气体输送到肺的空腔部位。
Ταῦτα δὲ διαφύσεις ἔχει χονδρώδεις εἰς ὀξὺ συνηκούσας· ἐκ δὲ τῶν διαφύσεων τρήματα διὰ παντός ἐστι τοῦ πλεύμονος, ἀεὶ ἐκ μειζόνων εἰς ἐλάττω διαδιδόμενα.
而这些部位具有呈锐角相汇的软骨质分支;从这些分支中,贯穿整个肺部都有通道,总是由大到小地分布开来。
Συνήρτηται δὲ καὶ ἡ καρδία τῇ ἀρτηρίᾳ πιμελώδεσι καὶ χονδρώδεσι καὶ ἰνώδεσι δεσμοῖς· ᾗ δὲ συνήρτηται, κοῖλόν ἐστιν.
此外,心脏也通过脂肪质、软骨质和纤维质的韧带与气管相连;在相连的地方是空腔。
Φυσωμένης δὲ τῆς ἀρτηρίας ἐν ἐνίοις μὲν οὐ κατάδηλον ποιεῖ, ἐν δὲ τοῖς μείζοσι τῶν ζῴων δῆλον ὅτι εἰσέρχεται τὸ πνεῦμα εἰς αὐτήν.
当气管充气时,在某些动物中虽然不明显,但在体型较大的动物中,显然气体是进入到心脏之中的。
Ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον, καὶ δέχεται μόνον τὸ πνεῦμα καὶ ἀφίησιν, ἄλλο δ’ οὐθὲν οὔτε ξηρὸν οὔθ’ ὑγρόν, ἢ πόνον παρέχει, ἕως ἂν ἐκβήξῃ τὸ κατελθόν.
因此,气管的情况就是这样,它只吸入和排出气体,而不接纳任何其他干燥或潮湿的东西;否则,它就会带来痛苦,直到把掉进去的东西咳出来为止。
Ὁ δὲ στόμαχος ἤρτηται μὲν ἄνωθεν ἀπὸ τοῦ στόματος, ἐχόμενος τῆς ἀρτηρίας, συνεχὴς ὢν πρός τε τὴν ῥάχιν καὶ τὴν ἀρτηρίαν ὑμενώδεσι δεσμοῖς, τελευτᾷ δὲ διὰ τοῦ διαζώματος εἰς τὴν κοιλίαν, σαρκοειδὴς ὢν τὴν φύσιν, καὶ τάσιν ἔχων καὶ ἐπὶ μῆκος καὶ ἐπὶ πλάτος.
另一方面,食道从上方悬挂在口部,贴着气管,通过膜质韧带与脊椎和气管连在一起,并通过横膈膜终止于胃部,它在本性上呈肉质,在长度和宽度上都具有伸展性。
Ἡ δὲ κοιλία ἡ τοῦ ἀνθρώπου ὁμοία τῇ κυνείᾳ ἐστίν· οὐ πολλῷ γὰρ τοῦ ἐντέρου μείζων, ἀλλ’ ἐοικυῖα οἱονεὶ ἐντέρῳ εὖρος ἔχοντι· εἶτα ἔντερον ἁπλοῦν εἱλιγμένον, εἶτα ἔντερον ἐπιεικῶς πλατύ.
人类的胃与狗的胃相似;因为它并不比肠子大多少,而是像一根宽大的肠子;接着是单一条盘绕的肠子,然后是相当宽的肠子。
Ἡ δὲ κάτω κοιλία ὁμοία τῇ ὑείᾳ· πλατεῖά τε γάρ ἐστι, καὶ τὸ ἀπὸ ταύτης πρὸς τὴν ἕδραν παχὺ καὶ βραχύ.
而下腹部则与猪的相似;因为它是宽的,从这里通往肛门的部分既粗又短。
Τὸ δ’ ἐπίπλοον ἀπὸ μέσης τῆς κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης, ὥσπερ καὶ τοῖς ἄλλοις τοῖς μονοκοιλίοις καὶ ἀμφώδουσιν.
而网膜从胃的中部悬挂下来,在本性上是一层脂肪膜,正如其他单胃且双排牙齿(两颌均有齿)的动物一样。
Ὑπὲρ δὲ τῶν ἐντέρων τὸ μεσεντέριόν ἐστιν· ὑμενῶδες δ’ ἐστὶ τοῦτο καὶ πλατύ, καὶ πῖον γίνεται.
在肠的上方是肠间膜;它是膜质且宽大的,并且会变得富有脂肪。
Ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀορτῆς. καὶ δι’ αὐτοῦ φλέβες πολλαὶ καὶ πυκναί, κατατείνουσαι πρὸς τὴν τῶν ἐντέρων θέσιν, ἄνωθεν ἀρξάμεναι μέχρι κάτω.
它悬挂在大静脉和主动脉上;许多密集的血管穿过它,朝向肠子的位置延伸,从上方一直到下方。
Τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ τὴν ἀρτηρίαν οὕτως ἔχει, καὶ τὰ περὶ τὴν κοιλίαν.
因此,关于食道和气管,以及关于胃部的情况就是这样。