Humanitext Reader

亚里士多德 · 动物志 §1.1#2

依生活方式与行动特征对动物的分类

第 2 段,共 189 段 · 希腊语

内容简介

文章根据动物的生活方式、行为、性格和身体部位对动物进行分类,详细探讨了水生与陆生、定着与移动的区别,并讨论了翅膀和足部在各类动物活动中的关系。

§1.1#2Αἱ δὲ διαφοραὶ τῶν ζῴων εἰσὶ κατά τε τοὺς βίους καὶ τὰς πράξεις καὶ τὰ ἤθη καὶ τὰ μόρια, περὶ ὧν τύπῳ μὲν εἴπωμεν πρῶτον, ὕστερον δὲ περὶ ἕκαστον γένος ἐπιστήσαντες ἐροῦμεν.
动物的差异存在于生活方式、行为、性格和身体部分之中。 关于这些,我们先做一概括性的阐述,随后再针对每个属进行详细的讨论。
Εἰσὶ δὲ διαφοραὶ κατὰ μὲν τοὺς βίους καὶ τὰ ἤθη καὶ τὰς πράξεις αἱ τοιαίδε, ᾗ τὰ μὲν ἔνυδρα αὐτῶν ἐστὶ τὰ δὲ χερσαῖα, ἔνυδρα δὲ διχῶς, τὰ μὲν ὅτι τὸν βίον καὶ τὴν τροφὴν ποιεῖται ἐν τῷ ὑγρῷ, καὶ δέχεται τὸ ὑγρὸν καὶ ἀφίησι, τούτου δὲ στερισκόμενα οὐ δύναται ζῆν, οἷον πολλοῖς συμβαίνει τῶν ἰχθύων· τὰ δὲ τὴν μὲν τροφὴν ποιεῖται καὶ τὴν διατριβὴν ἐν τῷ ὑγρῷ, οὐ μέντοι δέχεται τὸ ὕδωρ ἀλλὰ τὸν ἀέρα, καὶ γεννᾷ ἔξω.
关于生活方式、性格和行为的差异如下:有些动物是水生的,有些是陆生的。 水生有两种含义:一种是因为它们在液体中生活并获取食物,吸入并排出液体,若失去液体便无法生存,正如许多鱼类所表现的那样;另一种是在液体中获取食物并消磨时间,但它们不吸入水,而是吸入空气,并在陆地上繁殖。
Πολλὰ δ’ ἐστὶ τοιαῦτα καὶ πεζά, ὥσπερ ἐνυδρὶς καὶ λάταξ καὶ κροκόδειλος, καὶ πτηνά, οἷον αἴθυια καὶ κολυμβίς, καὶ ἄποδα, οἷον ὕδρος.
许多这类动物也是陆行动物,如水獭、海狸和鳄鱼,还有些是飞禽,如鹱和鸊鷉,以及无足动物,如水蛇。
Ἔνια δὲ τὴν μὲν τροφὴν ἐν τῷ ὑγρῷ ποιεῖται καὶ οὐ δύναται ζῆν ἐκτός, οὐ μέντοι δέχεται οὔτε τὸν ἀέρα οὔτε τὸ ὑγρόν, οἷον ἀκαλήφη καὶ τὰ ὄστρεα.
有些动物在液体中获取食物且无法在水外生存,但它们既不吸入空气也不吸入液体,如海葵和贝类。
Τῶν δ’ ἐνύδρων τὰ μέν ἐστι θαλάττια, τὰ δὲ ποτάμια, τὰ δὲ λιμναῖα, τὰ δὲ τελματιαῖα, οἷον βάτραχος καὶ κορδύλος.
水生动物中,有些是海生的,有些是河生的,有些是湖生的,有些是沼泽生的,如青蛙和蝾螈。
Τῶν δὲ χερσαίων τὰ μὲν δέχεται τὸν ἀέρα καὶ ἀφίησιν, ὃ καλεῖται ἀναπνεῖν καὶ ἐκπνεῖν, οἷον ἄνθρωπος καὶ πάντα ὅσα πνεύμονα ἔχει τῶν χερσαίων· τὰ δὲ τὸν ἀέρα μὲν οὐ δέχεται, ζῇ δὲ καὶ τὴν τροφὴν ἔχει ἐν τῇ γῇ, οἷον σφὴξ καὶ μέλιττα καὶ τὰ ἄλλα ἔντομα.
在陆生动物中,有些吸入并排出空气,这被称为吸气和呼气(即呼吸),如人类以及陆生动物中所有拥有肺部的动物;另一些不吸入空气,但在泥土中生活并获取食物,如黄蜂、蜜蜂及其他昆虫。
Καλῶ δ’ ἔντομα ὅσα ἔχει κατὰ τὸ σῶμα ἐντομάς, ἢ ἐν τοῖς ὑπτίοις ἢ ἐν τούτοις τε καὶ τοῖς πρανέσιν.
我所说的“昆虫”是指那些在身体上有切口(节)的动物,无论是在腹部,还是在腹部和背部都有。
Καὶ τῶν μὲν χερσαίων πολλά, ὥσπερ εἴρηται, ἐκ τοῦ ὑγροῦ τὴν τροφὴν πορίζεται, τῶν δ’ ἐνύδρων καὶ δεχομένων τὴν θάλατταν οὐδὲν ἐκ τῆς γῆς.
正如所说,许多陆生动物从液体中获取食物,但在吸入海水的水生动物中,没有一种是从陆地上获取食物的。
Ἔνια δὲ τῶν ζῴων τὸ μὲν πρῶτον ζῇ ἐν τῷ ὑγρῷ, ἔπειτα μεταβάλλει εἰς ἄλλην μορφὴν καὶ ζῇ ἔξω, οἷον ἐπὶ τῶν ἐν τοῖς ποταμοῖς ἐμπίδων· γίνεται γὰρ ἐξ αὐτῶν ὁ οἶστρος.
有些动物起初生活在液体中,然后转变为另一种形态并在外面生活,例如河流中的蚊蚋,因为从它们之中会产生牛虻。
Ἔτι τὰ μέν ἐστι μόνιμα τῶν ζῴων, τὰ δὲ μεταβλητικά.
此外,有些动物是定着的,有些是可移动的。
Ἔστι δὲ τὰ μόνιμα ἐν τῷ ὑγρῷ· τῶν δὲ χερσαίων οὐδὲν μόνιμον.
定着的动物都生活在液体中,陆生动物中没有定着不动的。
Ἐν δὲ τῷ ὑγρῷ πολλὰ τῷ προσπεφυκέναι ζῇ, οἷον γένη ὀστρέων πολλά.
在液体中,许多动物通过附着而生活,例如许多贝类的属。
Δοκεῖ δὲ καὶ ὁ σπόγγος ἔχειν τινὰ αἴσθησιν· σημεῖον δὲ ὅτι χαλεπώτερον ἀποσπᾶται, ἂν μὴ γένηται λαθραίως ἡ κίνησις, ὥς φασιν.
海绵似乎也具有某种感觉,其证据是,正如人们所说,如果动作不是暗中进行,它就更难被剥离。
Τὰ δὲ καὶ προσφύεται καὶ ἀπολύεται, οἷόν ἐστι γένος τι τῆς καλουμένης ἀκαλήφης· τούτων γάρ τινες νύκτωρ ἀπολυόμεναι νέμονται.
还有些动物既附着又脱离,例如被称为海葵的一种属;其中一些在夜间脱离并觅食。
Πολλὰ δ’ ἀπολελυμένα μέν ἐστιν ἀκίνητα δέ, οἷον ὄστρεα καὶ τὰ καλούμενα ὁλοθούρια.
许多动物虽然是脱离的,但也是不动的,如贝类和所谓的拟海参。
Τὰ δὲ νευστικά, οἷον ἰχθύες καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα, οἷον κάραβοι.
另一些是游泳的,如鱼类、软体类和软甲类(如龙虾)。
Τὰ δὲ πορευτικά, οἷον τὸ τῶν καρκίνων γένος· τοῦτο γὰρ ἔνυδρον ὂν τὴν φύσιν πορευτικόν ἐστιν.
还有些是行走的,如蟹类;因为这种动物在本性上是水生的,但它却是行走的。
Τῶν δὲ χερσαίων ἐστὶ τὰ μὲν πτηνά, ὥσπερ ὄρνιθες καὶ μέλιτται, καὶ ταῦτ’ ἄλλον τρόπον ἀλλήλων, τὰ δὲ πεζά.
在陆生动物中,有些是飞行的,如鸟类和蜜蜂(它们彼此以不同的方式飞行),另一些是步行的。
Καὶ τῶν πεζῶν τὰ μὲν πορευτικά, τὰ δ’ ἑρπυστικά, τὰ δὲ ἰλυσπαστικά.
在步行动物中,有些是行走的,有些是爬行的,有些是蠕动的。
Πτηνὸν δὲ μόνον οὐδέν ἐστιν, ὥσπερ νευστικὸν μόνον ἰχθύς· καὶ γὰρ τὰ δερμόπτερα πεζεύει, καὶ νυκτερίδι πόδες εἰσί, καὶ τῇ φώκῃ κεκολοβωμένοι πόδες.
但没有一种动物是仅仅飞行的,就像只有鱼类是仅仅游泳的一样;因为即使是有皮膜翅膀的动物也会行走,蝙蝠有脚,海豹有残缺的脚。
Καὶ τῶν ὀρνίθων εἰσί τινες κακόποδες, οἳ διὰ τοῦτο καλοῦνται ἄποδες· ἔστι δὲ εὔπτερον τοῦτο τὸ ὀρνίθιον.
在鸟类中也有一些脚部退化的,因此被称为无足鸟;但这种小鸟的翅膀极好。
Σχεδὸν δὲ καὶ τὰ ὅμοια αὐτῷ εὔπτερα μὲν κακόποδα δ’ ἐστίν, οἷον χελιδὼν καὶ δρεπανίς· ὁμοιότροπά τε γὰρ καὶ ὁμοιόπτερα πάντα ταῦτα, καὶ τὰς ὄψεις ἐγγὺς ἀλλήλων.
几乎所有与它相似的鸟都是翅膀极好但脚部退化的,如燕子和雨燕;因为所有这些在习性和翅膀上都是相似的,它们的外貌也很接近。
Φαίνεται δ’ ὁ μὲν ἄπους πᾶσαν ὥραν, ἡ δὲ δρεπανὶς ὅταν ὕσῃ τοῦ θέρους· τότε γὰρ ὁρᾶται καὶ ἁλίσκεται, ὅλως δὲ καὶ σπάνιόν ἐστι τοῦτο τὸ ὄρνεον.
无足鸟在任何季节都能看到,而雨燕只有在夏天降雨时才能看到;因为那时它们才被看见并被捕获,而且总体来说这种鸟非常罕见。
Πορευτικὰ δὲ καὶ νευστικὰ πολλὰ τῶν ζῴων ἐστίν.
许多动物既能行走又能游泳。

词汇与语法注释

  1. §1.1#2περὶ ὧν τύπῳ μὲν εἴπωμεν πρῶτον, ὕστερον δὲ περὶ ἕκαστον γένος ἐπιστήσαντες ἐροῦμεν. — 关系代词 ὧν 的先行词是前文提及的四个并列项:βίους(生活方式)、πράξεις(行为)、ἤθη(性格)和 μόρια(身体部分)。分词 ἐπιστήσαντες(ἐφίστημι 的主动不定过去时复数主格分词)意为“注意力集中”或“停下细想”,作为伴随状况或方式修饰动词 ἐροῦμεν(“我们将讨论”)。
  2. §1.1#2τῷ τὰ μὲν μᾶλλον αὐτὰ πεπονθέναι τὰ δὲ ἧττον — 无前置词的与格冠词不定式 τῷ ... πεπονθέναι(完成时不定式)在此表示原因或手段(“由于……”)。αὐτά 是受格中性复数,指代前文的 παθημάτων(性质/受动状态)。
  3. §1.1#2τὸ μὲν πρῶτον ... ἔπειτα — 表示时间先后顺序的副词性结构:“起初……,然后……”。此结构用于描述昆虫从水生向陆生(或空中)生活转变的变态(μεταβολή)过程。
  4. ¦p.5¦κακόποδες, οἳ διὰ τοῦτο καλοῦνται ἄποδες — 复合词 κακόποδες 意为“脚部不良/发育不全的”。关系从句说明它们被称为 ἄποδες(“无足的”)并非字面意义上完全没有脚,而是因为它们的脚部发育极差而得到的俗称。

引用这一段

亚里士多德, 动物志 §1.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:1.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。