Humanitext Reader

亚里士多德 · 动物志 §1.1#1

动物身体部分的分类与同异形态

第 1 段,共 189 段 · 希腊语

内容简介

本文将动物的身体部分分类为不复合(同质部分)和复合(异质部分),并阐述了基于物种、属、类比以及位置的部分的同一性与差异。同时,还将同质部分分类为流动性和固体性物质。

§1.1#1## ΠΕΡΙ ΤΑ ΖΩΙΑ ΙΣΤΟΡΙΩΝ Α. ΤΩΝ ἐν τοῖς ζῴοις μορίων τὰ μέν ἐστιν ἀσύνθετα, ὅσα διαιρεῖται εἰς ὁμοιομερῆ, οἷον σάρκες εἰς σάρκας, τὰ δὲ σύνθετα, ὅσα εἰς ἀνομοιομερῆ, οἷον ἡ χεὶρ οὐκ εἰς χεῖρας διαιρεῖται οὐδὲ τὸ πρόσωπον εἰς πρόσωπα.
动物志第一卷在动物的身体部分中,有些是不复合的,即那些可以分割为同质部分的部分,例如肉可以分割为肉;另一些是复合的,即那些可以分割为异质部分的部分,例如手不能分割为手,脸也不能分割为脸。
Τῶν δὲ τοιούτων ἔνια οὐ μόνον μέρη ἀλλὰ καὶ μέλη καλεῖται.
在后者中,有些不仅被称为部分,还被称为肢体。
Τοιαῦτα δ’ ἐστὶν ὅσα τῶν μερῶν ὅλα ὄντα ἕτερα μέρη ἔχει ἐν αὑτοῖς, οἷον κεφαλὴ καὶ σκέλος καὶ χεὶρ καὶ ὅλος ὁ βραχίων καὶ ὁ θώραξ· ταῦτα γὰρ αὐτά τέ ἐστι μέρη ὅλα, καὶ ἔστιν αὐτῶν ἕτερα μόρια.
这类部分是指那些自身作为整体、且内部包含其他部分的部分,例如头、腿、手、整个手臂和胸部;因为这些本身就是作为整体的部分,且有其他部分属于它们。
Πάντα δὲ τὰ ἀνομοιομερῆ σύγκειται ἐκ τῶν ὁμοιομερῶν, οἷον χεὶρ ἐκ σαρκὸς καὶ νεύρων καὶ ὀστῶν.
所有异质部分都是由同质部分组成的,例如手是由肉、腱和骨组成的。
Ἔχει δὲ τῶν ζῴων ἔνια μὲν πάντα τὰ μόρια ταὐτὰ ἀλλήλοις, ἔνια δ’ ἕτερα.
有些动物的所有部分都彼此相同,而有些动物则拥有不同的部分。
Ταὐτὰ δὲ τὰ μὲν εἴδει τῶν μορίων ἐστίν, οἷον ἀνθρώπου ῥὶς καὶ ὀφθαλμὸς ἀνθρώπου ῥινὶ καὶ ὀφθαλμῷ, καὶ σαρκὶ σὰρξ καὶ ὀστῷ ὀστοῦν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἵππου καὶ τῶν ἄλλων ζῴων, ὅσα τῷ εἴδει ταὐτὰ λέγομεν ἑαυτοῖς· ὁμοίως γὰρ ὥσπερ τὸ ὅλον ἔχει πρὸς τὸ ὅλον, καὶ τῶν μορίων ἔχει ἕκαστον πρὸς ἕκαστον.
在相同的部分中,有些在物种上是相同的,例如一个人的鼻子和眼睛与另一个人的鼻子和眼睛相同,肉与肉相同,骨与骨相同;马以及其他我们说在物种上彼此相同的动物也是如此;因为正如整体对整体的关系一样,各部分对各部分的关系也同样如此。
Τὰ δὲ ταὐτὰ μέν ἐστιν, διαφέρει δὲ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ὅσων τὸ γένος ἐστὶ ταὐτόν.
另一些部分虽然相同,但在过度与不足上有所不同,这些是属于相同属的动物的部分。
Λέγω δὲ γένος οἷον ὄρνιθα καὶ ἰχθύν· τούτων γὰρ ἑκάτερον ἔχει διαφορὰν κατὰ τὸ γένος, καὶ ἔστιν εἴδη πλείω ἰχθύων καὶ ὀρνίθων.
我所说的“属”,例如鸟和鱼;因为这两者在属的方面都有所不同,且鱼和鸟都有多个物种。
Διαφέρει δὲ σχεδὸν τὰ πλεῖστα τῶν μορίων ἐν αὑτοῖς παρὰ τὰς τῶν παθημάτων ἐναντιώσεις, οἷον χρώματος καὶ σχήματος, τῷ τὰ μὲν μᾶλλον αὐτὰ πεπονθέναι τὰ δὲ ἧττον, ἔτι δὲ πλήθει καὶ ὀλιγότητι καὶ μεγέθει καὶ σμικρότητι καὶ ὅλως ὑπεροχῇ καὶ ἐλλείψει.
而且,它们的大多数部分在它们之间,因其性质的对立(例如颜色和形状)而有所不同,这是由于有些部分在较大程度上具有这些性质,有些在较小程度上具有,此外还在于数量的多寡、形体的大小,以及一般的过度与不足。
Τὰ μὲν γάρ ἐστι μαλακόσαρκα αὐτῶν τὰ δὲ σκληρόσαρκα, καὶ τὰ μὲν μακρὸν ἔχει τὸ ῥύγχος τὰ δὲ βραχύ, καὶ τὰ μὲν πολύπτερα τὰ δ’ ὀλιγόπτερά ἐστιν.
因为它们中有些是软肉的,有些是硬肉的,有些有长嘴,有些有短嘴,有些是多羽的,有些是少羽的。
Οὐ μὴν ἀλλ’ ἔνιά γε καὶ ἐν τούτοις ἕτερα ἑτέροις μόρια ὑπάρχει, οἷον τὰ μὲν ἔχει πλῆκτρα τὰ δ’ οὔ, καὶ τὰ μὲν λόφον ἔχει τὰ δ’ οὐκ ἔχει.
不仅如此,即使在这些动物中,有些也拥有与其他动物不同的部分,例如有些有距,有些没有,有些有冠羽,有些没有。
Ἀλλ’ ὡς εἰπεῖν τὰ πλεῖστα καὶ ἐξ ὧν μερῶν ὁ πᾶς ὄγκος συνέστηκεν, ἢ ταὐτά ἐστιν ἢ διαφέρει τοῖς ἐναντίοις καὶ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν· τὸ γὰρ μᾶλλον καὶ ἧττον ὑπεροχὴν ἄν τις καὶ ἔλλειψιν θείη.
但是,可以这么说,大部分的部分,以及构成整个身体的大多数部分,要么是相同的,要么是在对立性质上以及过度与不足上有所不同;因为人们可以将“较多”和“较少”归为过度与不足。
Ἔνια δὲ τῶν ζῴων οὔτε εἴδει τὰ μόρια ταὐτὰ ἔχει οὔτε καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ἀλλὰ κατ’ ἀναλογίαν, οἷον πέπονθεν ὀστοῦν πρὸς ἄκανθαν καὶ ὄνυξ πρὸς ὁπλὴν καὶ χεὶρ πρὸς χηλὴν καὶ πρὸς πτερὸν λεπίς· ὃ γὰρ ἐν ὄρνιθι πτερόν, τοῦτο ἐν ἰχθύϊ ἐστὶ λεπίς.
另一些动物的部分,既不是在物种上相同,也不是在过度与不足上不同,而是通过类比而相同,例如骨对鱼刺、爪对蹄、手对螯、鳞对羽毛;因为在鸟身上的羽毛,就是鱼身上的鳞。
Κατὰ μὲν οὖν μόρια ἃ ἔχουσιν ἕκαστα τῶν ζῴων, τοῦτόν τε τὸν τρόπον ἕτερά ἐστι καὶ ταὐτά, καὶ ἔτι τῇ θέσει τῶν μερῶν· πολλὰ γὰρ τῶν ζῴων ἔχει μὲν ταὐτὰ μέρη, ἀλλὰ κείμενα οὐχ ὡσαύτως, οἷον μαστοὺς τὰ μὲν ἐν τῷ στήθει τὰ δὲ πρὸς τοῖς μηροῖς.
因此,关于每个动物所拥有的部分,它们在这些方式上是不同且相同的,此外还在于部分的位置;因为许多动物拥有相同的部分,但其位置不同,例如有些动物的乳房在胸部,有些在股部附近。
Ἔστι δὲ τῶν ὁμοιομερῶν τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ ξηρὰ καὶ στερεά, ὑγρὰ μέν, ἢ ὅλως ἢ ἕως ἂν ᾖ ἐν τῇ φύσει, οἷον αἷμα, ἰχώρ, πιμελή, στέαρ, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι, σάρξ τε καὶ τὰ τούτοις ἀνάλογον, ἔτι ἄλλον τρόπον τὰ περιττώματα, οἷον φλέγμα, καὶ τὰ ὑποστήματα τῆς κοιλίας καὶ κύστεως· ξηρὰ δὲ καὶ στερεὰ οἷον νεῦρον, δέρμα, φλέψ, θρίξ, ὀστοῦν, χόνδρος, ὄνυξ, κέρας (ὁμώνυμον γὰρ πρὸς τὸ γένος, ὅταν τῷ σχήματι καὶ τὸ ὅλον λέγηται κέρας), ἔτι ὅσα ἀνάλογον τούτοις.
在同质部分中,有些是柔软且流动的,有些是干燥且坚固的。 流动的有些是完全如此,有些是只要处于自然状态中即如此,例如血液、浆液、软脂、硬脂、骨髓、精液、胆汁、(拥有乳汁的动物的)乳汁、肉以及与这些相类比的部分,此外还有另一种方式的排泄物,例如粘液,以及胃和膀胱的残留物;干燥和坚固的如腱、皮肤、血管、毛发、骨、软骨、爪、角(因为“角”这个词相对于其属而言是同音异义的,当因其形状而使整个器官也被称为角时),以及所有与这些相类比的部分。

词汇与语法注释

  1. §1.1#1ὅσα εἰς ἀνομοιομερῆ — 此关系从句与前半句的 `ὅσα διαιρεῖται εἰς ὁμοιομερῆ` 相对置,其中省略了动词 `διαιρεῖται`,阅读时需要从前半句中予以补充。
  2. ¦p.2¦τῷ τὰ μὲν μᾶλλον αὐτὰ πεπονθέναι τὰ δὲ ἧττον — 这是一个由 `τῷ` 引导的表示原因的宾格主语不定词结构。`τὰ μὲν ... τὰ δὲ` 是不定词 `πεπονθέναι`(`πάσχω` 的完成式)在语义上的宾格主语,而 `αὐτά`(指代前文的性质)则作为其宾语或表示关联范围的宾格。
  3. ¦p.3¦ὁμώνυμον γὰρ πρὸς τὸ γένος — 此短语说明了“角”(`κέρας`)一词是同音异义的,因为它既指物质本身,又指整个器官。`πρὸς τὸ γένος` 表示其与属类分类的关系。

引用这一段

亚里士多德, 动物志 §1.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:1.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。