§2.99. Ἐπεὶ δ᾿ ἐστὶν ἔνια γενητὰ καὶ φθαρτά, καὶ ἡ γένεσις τυγχάνει οὖσα ἐν τῷ περὶ τὸ μέσον τόπῳ, λεκτέον περὶ πάσης γενέσεως ὁμοίως πόσαι τε καὶ τίνες αὐτῆς αἱ ἀρχαί· ῥᾷον γὰρ οὕτω τὰ καθ᾿ ἕκαστον θεωρήσομεν, ὅταν περὶ τῶν καθόλου λάβωμεν πρῶτον.
9. 既然有些事物是可产生且可毁灭的,并且产生恰好发生在中心区域周围,因此我们必须同样地对所有产生进行说明,即其原理有多少,以及是些什么;因为如果我们先掌握了普遍的事物,就能以这种方式更容易地考察具体的事物。
Εἰσὶν οὖν καὶ τὸν ἀριθμὸν ἴσαι καὶ τῷ γένει αἱ αὐταὶ αἵπερ ἐν τοῖς ἀϊδίοις τε καὶ πρώτοις· ἡ μὲν γάρ ἐστιν ὡς ὕλη, ἡ δ᾿ ὡς μορφή.
因此,在数量上它们与那些在永恒且第一的事物中存在的原理相等,且在种类上是相同的;因为一者作为质料,另一者作为形式。
δεῖ δὲ καὶ τὴν τρίτην ἔτι προσυπάρχειν· οὐ γὰρ ἱκαναὶ πρὸς τὸ γεννῆσαι αἱ δύο, καθάπερ οὐδ᾿ ἐν τοῖς πρώτοις.
然而,还必须预先存在第三种原理;因为仅凭这两者不足以进行产生,正如在第一的事物中也不足一样。
ὡς μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστὶν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.
因此,作为质料,可产生事物的原因是能够存在和能够不存在。
τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀΐδια, τὰ δ᾿ ἐξ ἀνάγκης οὐκ ἔστιν.
因为有些事物是出于必然存在的(例如永恒的事物),而另一些事物则是出于必然不存在的。
τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ εἶναι, τὰ δὲ ἀδύνατον εἶναι διὰ τὸ μὴ ἐνδέχεσθαι παρὰ τὸ ἀναγκαῖον ἄλλως ἔχειν.
在这些事物中,一些是不可能不存在的,而另一些则是不可能存在的,因为它们不可能有不同于必然的另一种状态。
ἔνια δὲ καὶ εἶναι καὶ μὴ εἶναι δυνατά, ὅπερ ἐστὶ τὸ γενητὸν καὶ φθαρτόν· ποτὲ μὲν γάρ ἐστι τοῦτο, ποτὲ δ᾿ οὔκ ἐστιν.
但有些事物既能存在也能不存在,这也就是可产生且可毁灭的事物;因为这在某一时刻存在,而在另一时刻不存在。
ὥστ᾿ ἀνάγκη γένεσιν εἶναι καὶ φθορὰν περὶ τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.
因此,产生和毁灭必然是关于能够存在和能够不存在的事物。
διὸ καὶ ὡς μὲν ὅλη τοῦτ᾿ ἐστὶν αἴτιον τοῖς γενητοῖς, ὡς δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος· τοῦτο δ᾿ ἐστὶν ὁ λόγος ὁ τῆς ἑκάστου οὐσίας.
所以,作为质料,这就是可产生事物的原因,而作为目的(为了什么),则是形状和形式;这就是每个实体的定义(本性)。
Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἢν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ᾿ οὐδείς, ἀλλ᾿ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γίνεσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν Φαίδωνι Σωκράτης· καὶ γὰρ ἐκεῖνος, ἐπιτιμήσας τοῖς ἄλλοις ὡς οὐδὲν εἰρηκόσιν, ὑποτίθεται ὅτι ἐστὶ τῶν ὄντων τὰ μὲν εἴδη τὰ δὲ μεθεκτικὰ τῶν εἰδῶν, καὶ ὅτι εἶναι μὲν ἕκαστον λέγεται κατὰ τὸ εἶδος, γίνεσθαι δὲ κατὰ τὴν μετάληψιν καὶ φθείρεσθαι κατὰ τὴν ἀποβολήν, ὥστ᾿ εἰ ταῦτα ἀληθῆ, τὰ εἴδη οἴεται ἐξ ἀνάγκης αἴτια εἶναι καὶ γενέσεως καὶ φθορᾶς.
然而,还必须加上第三种原因,这确实是所有人都在梦中见过的,但没有一个人说出来;相反,一些人认为形式的本性是产生的充分原因,就像《斐多篇》中的苏格拉底那样;因为他也谴责其他人什么也没说,并假设在存在的事物中,一些是形式,另一些是形式的分享者,且每种事物之所以被称为存在是根据形式,其产生是根据分享,其毁灭是根据丧失;因此,如果这些是真实的,他认为形式必然是产生和毁灭的原因。
οἱ δ᾿ αὐτὴν τὴν ὕλην· ἀπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν.
而另一些人则认为是质料本身;因为运动是从它而来的。
οὐδέτεροι δὲ λέγουσι καλῶς.
但这两者都说得不对。
εἰ μὲν γάρ ἐστιν αἴτια τὰ εἴδη, διὰ τί οὐκ ἀεὶ γεννᾷ συνεχῶς, ἀλλὰ ποτὲ μὲν ποτὲ δ᾿ οὔ, ὄντων καὶ τῶν εἰδῶν ἀεὶ καὶ τῶν μεθεκτικῶν;
因为如果形式是原因,为什么它们不总是连续地产生,而是有时产生,有时不产生,既然形式和分享者都一直存在?
ἔτι δ᾿ ἐπ᾿ ἐνίων θεωροῦμεν ἄλλο τὸ σἴτιον ὄν· ὑγίειαν γὰρ ὁ ἰατρὸς ἐμποιεῖ καὶ ἐπιστήμην ὁ ἐπιστήμων, οὔσης καὶ ὑγιείας αὐτῆς καὶ ἐπιστήμης καὶ τῶν μεθεκτικῶν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πραττομένων.
此外,在某些情况下我们看到有另一个原因存在;因为医生带来健康,有知识的人带来知识,尽管健康本身和知识以及分享者都是存在的;在根据能力而行的其他事情中也是如此。
εἰ δὲ τὴν ὕλην τις φήσειε γεννᾶν διὰ τὴν κίνησιν, φυσικώτερον μὲν ἂν λέγοι τῶν οὕτω λεγόντων· τὸ γὰρ ἀλλοιοῦν καὶ τὸ μετασχηματίζον αἰτιώτερόν τε τοῦ γεννᾶν, καὶ ἐν ἅπασιν εἰώθαμεν τοῦτο λέγειν τὸ ποιοῦν, ὁμοίως ἔν τε τοῖς φύσει καὶ ἐν τοῖς ἀπὸ τέχνης, ὃ ἂν ᾗ κινητικόν.
如果有人说质料因为运动而产生,那么在这样说的人中,他将说得更符合自然学;因为使发生变化和改变形状的东西更具有产生的因果性,而且在一切事物中,我们习惯于把这称为作用者,不论是在自然的事物中还是在技术的事物中,只要它是能推动的。
οὐ μὴν ἀλλὰ καὶ οὗτοι οὐκ ὀρθῶς λέγουσιν· τῆς μὲν γὰρ ὕλης τὸ πάσχειν ἐστὶ καὶ τὸ κινεῖσθαι, τὸ δὲ κινεῖν καὶ τὸ ποιεῖν ἑτέρας δυνάμεως (δῆλον δὲ καὶ ἐπὶ τῶν τέχνῃ καὶ ἐπὶ τῶν φύσει γινομένων· οὐ γὰρ αὐτὸ ποιεῖ τὸ ὕδωρ ζῷον ἐξ αὐτοῦ, οὐδὲ τὸ ξύλον κλίνην, ἀλλ᾿ ἡ τέχνη).
然而,这些人说得也不对;因为承受和被运动属于质料,而推动和作用则属于另一种能力(这在通过技术产生的事物和通过自然产生的事物中都很明显;因为水本身并不能由自身制造出动物,木头也不能制造出床,而是技术制造出来的)。
ὥστε καὶ οὗτοι διὰ τοῦτο λέγουσιν οὐκ ὀρθῶς, καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν· ἐξαιροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν.
因此,这些人因为这个原因也说得不对,而且还因为他们遗漏了更主要的原因;因为他们排除了“何以为是(本质)” 和形式。
ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι᾿ ἃς γεννῶσι, λίαν ὀργανικῶς, ἀφαιροῦντες τὴν κατὰ τὸ εἶδος αἰτίαν.
此外,他们还把产生时所凭借的能力,过于工具性地赋予物体,剥夺了根据形式的原因。
ἐπειδὴ γὰρ πέφυκεν, ὥς φασι, τὸ μὲν θερμὸν διακρίνειν τὸ δὲ ψυχρὸν συνιστάναι, καὶ τῶν ἄλλων ἔκαστον τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, ἐκ τούτων λέγουσι καὶ διὰ τούτων ἅπαντα τἆλλα γίνεσθαι καὶ φθείρεσθαι· φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον.
因为既然正如他们所说,热的本性是分离,冷的本性是结合,而其他事物中每一个也都有作用或承受的本性,所以他们说,通过这些并由于这些,其他一切事物产生和毁灭;但显然,连火本身也是被运动和承受的。
ἔτι δὲ παραπλήσιον ποιοῦσιν ὥσπερ εἴ τις τῷ πρίονι καὶ ἑκάστῳ τῶν ὀργάνων ἀπονέμοι τὴν αἰτίαν τῶν γινομένων· ἀνάγκη γὰρ πρίοντος διαιρεῖσθαι καὶ ξέοντος λεαίνεσθαι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
此外,他们的做法非常类似于有人将所发生的事情的原因归于锯子和每一个工具;因为锯的时候必然会被切开,刮的时候必然会变光滑,在其他情况下也是如此。
ὥστ᾿ εἰ ὅτι μάλιστα ποιεῖ καὶ κινεῖ τὸ πῦρ, ἀλλὰ πῶς κινεῖ οὐ προσθεωροῦσιν,¹ ὅτι χεῖρον ἢ τὰ ὄργανα.
因此,即使火最大程度地起作用和推动,但他们没有进一步考察它是如何推动的,即它比工具还要低劣。
ἡμῖν δὲ καθόλου τε πρότερον εἴρηται περὶ τῶν αἰτίων, καὶ νῦν διώρισται περί τε τῆς ὕλης καὶ τῆς μορφῆς.
而对于我们来说,以前已经普遍地论述了原因,现在又对质料和形式作了规定。