§2.10#110. Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀΐδιος, ἀνάγκη τούτων ὄντων καὶ γένεσιν εἶναι συνεχῶς· ἡ γὰρ φορὰ ποιήσει τὴν γένεσιν ἐνδελεχῶς διὰ τὸ προσάγειν καὶ ἀπάγειν τὸ γεννυητικόν.
10. 此外,既然依位移的运动已被证明是永恒的,在这些条件存在的情况下,产生也必然是连续不断的;因为位移通过使致生者接近和远离,将不停歇地进行产生。
ἄμα δὲ δῆλον ὅτι καὶ τὰ πρότερον καλῶς εἴρηται, τὸ πρώτην τῶν μεταβολῶν τὴν φορὰν ἀλλὰ μὴ τὴν γένεσιν εἰπεῖν· πολὺ γὰρ εὐλογώτερον τὸ ὂν τῷ μὴ ὄντι γενέσεως αἴτιον εἶναι ἢ τὸ μὴ ὂν τῷ ὄντι τοῦ εἶναι.
同时,显然我们以前所说的也是正确的,即称位移而非产生是诸变化中的第一者;因为存在者作为不存在者产生的原因,显然要比不存在者作为存在者存在的原因更为合理。
τὸ μὲν οὖν φερόμενον ἔστι, τὸ δὲ γινόμενον οὐκ ἔστιν· διὸ καὶ ἡ φορὰ προτέρα τῆς γενέσεως.
因此,被携带(运动)着的东西是存在的,而正在产生着的东西是不存在的;所以位移先于产生。
ἐπεὶ δ᾿ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι καὶ γένεσις καὶ φθορά, φαμὲν δ᾿ αἰτίαν εἶναι τὴν φορὰν τοῦ γίνεσθαι, φανερὸν ὅτι μιᾶς μὲν οὔσης τῆς φορᾶς οὐκ ἐνδέχεται γίνεσθαι ἄμφω διὰ τὸ ἐναντία εἶναι· τὸ γὰρ αὐτὸ καὶ ὡσαύτως ἔχον ἀεὶ τὸ αὐτὸ πέφυκε ποιεῖν.
而既然事物具有连续的产生和毁灭已被作为前提并被证明,且我们说位移是产生的原由,那么显而易见,在位移只有单一一种时,由于两者相反,就不可能两者都发生;因为同一且处于同样状态的事物,在自然上总是做相同的事情。
ὥστε ἤτοι γένεσις ἀεὶ ἔσται ἢ φθορά.
因此,要么总是产生,要么总是毁灭。
δεῖ δὲ πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας, ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια.
但是,运动必须是多种且相反的,要么是在位移方向上,要么是在不均匀性上;因为相反事物的原因是相反的。
Διὸ καὶ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ᾿ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχές ἐστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις· ἀνάγκη γάρ, εἴ γε ἀεὶ ἔσται συνεχὴς γένεσις καὶ φθορά, ἀεὶ μέν τι κινεῖσθαι, ἵνα μὴ ἐπιλείπωσιν αὗται αἱ μεταβολαί, δύο δ᾿, ὅπως μὴ θάτερον συμβαίνῃ μόνον.
因此,并不是第一位移是产生和毁灭的原因,而是沿着斜圆(黄道)的移动才是原因;因为在这一移动中,既有连续性,又有以两种运动进行运动的情况;因为如果产生和毁灭要总是连续的,就必然有什么东西总是在运动,以免这些变化枯竭,同时也必然有两种运动,以免只有其中一者发生。
τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία, τοῦ δὲ προσιέναι καὶ ἀπιέναι ἡ ἔγκλισις· συμβαίνει γὰρ ὁτὲ μὲν πόρρω γίνεσθαι ὁτὲ δ᾿ ἐγγύς.
所以,对于连续性而言,整体的位移是原因,而对于接近和远离而言,倾斜是原因;因为结果是它有时处于远处,有时处于近处。
ἀνίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ κίνησις· ὥστ᾿ εἰ τῷ προσιέναι καὶ ἐγγὺς εἶναι γεννᾷ, τῷ ἀπιέναι ταὐτὸν τοῦτο καὶ πόρρω γίνεσθαι φθείρει, καὶ εἰ τῷ πολλάκις προσιέναι γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια.
而在距离不相等时,运动就将是不均匀的;因此,如果通过接近和处于近处而产生,那么这同一事物通过远离和处于远处而毁灭;如果通过多次接近而产生,那么通过多次远离也同样毁灭;因为相反事物的原因是相反的。
καὶ ἐν ἴσῳ χρόνῳ καὶ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ φύσιν.
并且,顺应自然的毁灭和产生在相等的时间内发生。
διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται· πάντων γάρ ἐστι τάξις, καὶ πᾶς βίος καὶ χρόνος μετρεῖται περιόδῳ, πλὴν οὐ τῇ αὐτῇ πάντες, ἀλλ᾿ οἱ μὲν ἐλάττονι οἱ δὲ πλείονι· τοῖς μὲν γὰρ ἐνιαυτός, τοῖς δὲ μείζων, τοῖς δὲ ἐλάττων περίοδός¹ ἐστι τὸ μέτρον.
因此,每个事物的生命和时间都具有数量(周期),并以此来界定;因为一切皆有秩序,所有的生命和时间都由周期来度量,只是并非所有事物都由同一周期,而是有些由较小的,有些由较大的周期度量;因为对一些事物来说是一年,对另一些事物则是更大,对另一些事物则是更小的周期作为尺度。
Φαίνεται δὲ καὶ τὰ2 κατὰ τὴν αἴσθησιν ὁμολογούμενα τοῖς παρ᾿ ἡμῶν λόγοις· ὁρῶμεν γὰρ ὅτι προσιόντος μὲν τοῦ ἡλίου γένεσίς ἐστιν, ἀπιόντος δὲ φθίσις, καὶ ἐν ἴσῳ χρόνῳ ἑκάτερον· ἴσος γὰρ ὁ χρόνος τῆς φθορᾶς καὶ τῆς γενέσεως τῆς κατὰ φύσιν.
而感觉上所呈现的现象也显然与我们的论点一致;因为我们看到,当太阳接近时就有产生,而当太阳远离时就有衰退,并且两者在相等的时间内发生;因为顺应自然的毁灭和产生的时间是相等的。
ἀλλὰ συμβαίνει πολλάκις ἐν ἐλάττονι φθείρεσθαι διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν· ἀνωμάλου γὰρ οὕσης τῆς ὕλης καὶ οὐ πανταχοῦ τῆς αὐτῆς ἀνάγκη καὶ τὰς γενέσεις ἀνωμάλους εἶναι καὶ τὰς μὲν θάττους τὰς δὲ βραδυτέρας, ὥστε συμβαίνει διὰ τὴν τούτων γένεσιν ἄλλοις γίνεσθαι φθοράν.
但是,由于彼此之间的相互混合,事物常常在较短的时间内毁灭;因为质料是不均匀的,且非处处相同,因此产生也必然是不均匀的,有些较快,有些较慢,以至于结果是,通过这些事物的产生,对其他事物而言便发生了毁灭。