§2.77. Ἀλλὰ περὶ μὲν τοῦτων ἑτέρας ἔργον ἐστὶ θεωρίας.
7. 但是关于这些,是另一个研究的任务。
περὶ δὲ τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν, ὅσοις μὲν δοκεῖ τι εἶναι κοινὸν ἢ μεταβάλλειν εἰς ἅλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν·
而关于构成物体的这些元素,对于那些认为存在某种共同的东西或者它们相互转化的人来说,如果这两者之一成立,另一者也必然伴随发生。
ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ᾿ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους, ἄτοπον πῶς ἐξ ἐκείνων ἔσονται σάρκες καὶ ὀστᾶ καὶ τῶν ἄλλων ὁτιοῦν.
而对于那些不主张它们相互生成、也不认为[混合物]是从各元素中生成(除非像从墙中取出砖块那样)的人来说,如何能从它们之中产生肉、骨以及其他任何事物,是荒谬难解的。
ἔχει δὲ τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων γεννῶσιν, τίνα τρόπον γίνεται ἐξ αὐτῶν ἕτερόν τι παρ᾿ αὐτά.
然而,上述说法对于那些主张元素相互生成的人来说也包含着一个难题,即:是以何种方式,在它们之外有某种与之不同的其他事物从它们中产生。
λέγω δ᾿ οἶον ἔστιν ἐκ πυρὸς ὕδωρ καὶ ἐκ τούτου γίνεσθαι πῦρ· ἔστι γάρ τι κοινὸν τὸ ὑποκείμενον.
我的意思是,例如,可能从火产生水,又从水产生火,因为存在着某种共同的载体(质料)。
ἀλλὰ δὴ καὶ σὰρξ ἐξ αὐτῶν γίνεται καὶ μυελός·
但是,肉和骨髓实际上也是从它们中产生的。
ταῦτα δὴ γίνεται πῶς;
那么,这些又是如何产生的呢?
ἐκείνοις τε γὰρ τοῖς λέγουσιν ὡς Ἐμπεδοκλῆς τίς ἔσται τρόπος;
因为对于那些像恩培多克勒那样主张的人来说,能有什么样的方式呢?
ἀνάγκη γὰρ σύνθεσιν εἶναι καθάπερ ἐκ πλίνθων καὶ λίθων τοῖχος· καὶ τὸ μῖγμα δὲ τοῦτο ἐκ σωζομένων μὲν ἔσται τῶν στοιχείων, κατὰ μικρὰ δὲ παρ᾿ ἄλληλα συγκειμένων.
因为那必然是并置结合,就像由砖块和石头砌成的墙一样;而这种混合,必须是在元素自身得以保留、但在微小部分上彼此并列组合的情况下发生的。
οὕτω δὴ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον.
肉和其余的每种事物也正是如此。
συμβαίνει δὴ μὴ ἐξ ὁτουοῦν μέρους σαρκὸς γίνεσθαι πῦρ καὶ ὕδωρ, ὥσπερ ἐκ κηροῦ γένοιτ᾿ ὅν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δ᾿ ἐξ ἄλλου τινός·
因此,火和水并非能从肉的任意部分中产生,这就好像,尽管从蜡的这一部分可以产生球体、从另一部分可以产生棱锥,但原本任何一部分都同样可以产生这两者中的任一者,而在肉的情形中却不能如此。
ἀλλ᾿ ἐνεδέχετό γε ἐξ ἑκατέρου ἑκάτερον γενέσθαι. τοῦτο μὲν δὴ τοῦτον γίνεται τὸν τρόπον ἐκ τῆς σαρκὸς ἐξ ὁτουοῦν ἄμφω τοῖς δ᾿ ἐκείνως λέγουσιν οὐκ ἐνδέχεται, ἀλλ᾿ ὡς ἐκ τοίχου λίθος καὶ πλίνθος, ἑκάτερον ἐξ ἄλλου τόπου καὶ μέρους.
事实上,虽然在肉中确实是以这种方式、从其任意部分产生两者(火和水),但对于按那种方式主张的人来说,这是不可能的,而只能像从墙里产生石头和砖块那样,各自从不同的位置和部分中产生。
ὁμοίως δὲ καὶ τοῖς ποιοῦσι μίαν αὐτῶν ὕλην ἔχει τινὰ ἀπορίαν, πῶς ἔσται τι ἐξ ἀμφοτέρων, οἶον ψυχροῦ καὶ θερμοῦ ἢ πυρὸς καὶ γῆς.
同样地,对于那些为它们设定单一质料的人来说,也存在某种难题:如何能从两者中产生某种东西,例如,从冷和热,或者从火和土中产生?
εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων, μηδ᾿ αὗ σύνθεσις σωζομένων, τί λείπεται πλὴν ὕλην εἶναι τὸ ἐξ ἐκείνων;
因为,如果肉是由两者构成,且既不是它们中的任何一个,又不是它们得以保留的并置结合,那么除了它们所生成的东西是质料之外,还剩下什么呢?
ἡ γὰρ θατέρου φθορὰ ἢ θάτερον ποιεῖ ἢ τὴν ὕλην.
因为其中一者的消灭,要么产生另一者,要么产生质料。
Ἆῤ οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ ψυχρόν, ὅταν μὲν ἀπλῶς ᾖ θάτερον ἐντελεχείᾳ. δυνάμει θάτερον ἔσται·
那么,既然热和冷存在“较多”和“较少”,当其中一者纯粹处于现实态时,另一者将处于潜能态吗?
ὅταν δὲ μὴ παντελῶς, ἀλλ᾿ ὡς μὲν θερμὸν ψυχρόν, ὡς δὲ ψυχρὸν θερμὸν διὰ τὸ μιγνύμενα φθείρειν τὰς ὑπεροχὰς ἀλλήλων, τότε οὔθ᾿ ἡ ὕλη ἔσται οὔτε ἐκείνων τῶν ἐναντίων ἑκάτερον ἐντελεχείᾳ ἁπλῶς, ἀλλὰ μεταξύ· κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον, κατὰ τοῦτον τὸν λόγον διπλασίως θερμὸν δυνάμει ἢ ψυχρόν, ἢ τριπλασίως, ἢ κατ᾿ ἄλλον τρόπον τοιοῦτον;
而当它们不完全是[其中一者],而是由于混合而消除了彼此的过剩部分,从而在作为热时带有冷、作为冷时带有热,那时既不会是质料,也不会是那些相反者中的任何一个纯粹处于现实态,而是处于某种中间状态;并且根据在潜能上热多于冷、或冷多于热,并按照这一比例,在潜能上是两倍之热、或三倍之热、或以其他此类方式?
ἔσται δὴ μιχθέντων τἆλλ᾿ ἐκ τῶν ἐναντίων ἢ τῶν στοιχείων, καὶ τὰ στοιχεῖα ἐξ ἐκείνων δυνάμει πως ὄντων, οὐχ οὕτω δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον τρόπον·
因此,通过它们的混合,其他一切事物将从相反者或元素中产生。
καὶ ἔστιν οὕτω μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον.
而元素则从那些在某种意义上处于潜能态的事物中[产生],但这不是像质料那样的方式,而是按照上述的方式;这样产生的东西就是混合,而按那种方式产生的东西则是质料。
ἐπεὶ δὲ καὶ πάσχει τἀναντία κατὰ τὸν ἐν τοῖς πρώτοις διορισμόν· ἔστι γὰρ τὸ ἐνεργείᾳ θερμὸν δυνάμει ψυχρὸν καὶ τὸ ἐνεργείᾳ ψυχρὸν δυνάμει θερμόν, ὥστε ἐὰν μὴ ἰσάζῃ, μεταβάλλει εἰς ἄλληλα.
而且,既然相反者也按照最初原理中的规定相互作用和受动:因为在现实上热的在潜能上是冷的,而在现实上冷的在潜能上是热的,所以如果它们不均等,就会相互转化。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων·
其他相反者的情况也同样如此。
καὶ πρῶτον οὕτω τὰ στοιχεῖα μεταβάλλει, ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα, τοῦ μὲν θερμοῦ γινομένου ψυχροῦ, τοῦ δὲ ψυχροῦ θερμοῦ, ὅταν πρὸς τὸ μέσον ἔλθῃ·
首先,元素就是这样转化的,而从这些元素中产生肉、骨及此类事物,也就是说,当热的变冷、冷的变热,并达到中间状态时。
ἐνταῦθα γὰρ οὐδέτερον, τὸ δὲ μέσον πολὺ καὶ οὐκ ἀδιαίρετον.
因为在那里(中间)两者都不是,但中间是有广度的,且非不可分割的。
ὁμοίως δὲ καὶ τὸ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ τοιαῦτα κατὰ μεσότητα ποιοῦσι σάρκα καὶ ὀστοῦν καὶ τἆλλα.
同样地,干燥与潮湿以及此类性质,也根据两者的中间状态产生肉、骨和其余的事物。