Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.6#2

对恩培多克勒运动论与灵魂论的批判

第 27 段,共 34 段 · 希腊语

内容简介

亚里士多德批评恩培多克勒未能对事物的自然(比例)、善以及由“友爱”和“争吵”引起的运动给出一致的解释。他还指出,将灵魂视为元素或其混合物的观点无法解释灵魂的性质变化或认知状态。

§2.6#2τῶν δὴ φύσει ὄντων αἴτιον τὸ οὕτως ἔχειν, καὶ ἡ ἑκάστου φύσις αὕτη, περὶ ἧς οὐδὲν λέγει.
事实上,自然存在的事物的原因在于其处于如此状态(比例),这也就是各物的自然(本性),关于这一点他什么也没说。
οὐδὲν ἄρα περὶ φύσεως λέγει.
因此,他根本没有谈论自然。
ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον ἐπαινεῖ.
此外,这才是好状态(善)和目的;而他却只赞美混合。
καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ᾿ ἡ φιλία τὰ φύσει πρότερα τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα.
然而,分离元素的不是“争吵”,而是“友爱”,而这些元素在自然上是先于那位神(圆球)的;而且这些元素自身也是神。
Ἔτι δὲ περὶ κινήσεως ἁπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτ᾿ ἦν φιλίᾳ εἶναι τὸ κινήσει τοιᾳδί, νείκει δὲ τὸ τοιᾳδί.
此外,他只是简单地谈论运动;因为仅说“友爱”和“争吵”引起运动是不够的,除非“作为友爱”是引起这般运动,而“作为争吵”是引起那般运动。
ἔδει οὖν ἢ ὁρίσασθαι ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι, ἢ ἀκριβῶς ἢ μαλακῶς, ἢ ἄλλως γέ πως.
因此,他本应当对此进行定义、假设或证明,无论是精确地、粗略地,还是以其他什么方式。
ἔτι δ᾿ ἐπεὶ. φαίνεται καὶ βίᾳ καὶ παρὰ φύσιν κινούμενα τὰ σώματα, καὶ κατὰ φύσιν (οἷον τὸ πῦρ ἄνω μὲν οὐ βίᾳ, κάτω δὲ βίᾳ), τῷ δὲ βίᾳ τὸ κατὰ φύσιν ἐναντίον, ἔστι δὲ τὸ βίᾳ, ἔστιν ἄρα καὶ τὸ κατὰ φύσιν κινεῖσθαι.
此外,既然物体显而易见既会受强力且违背自然地运动,也会顺应自然地运动(例如,火向上运动不是受强力,向下运动则是受强力),而顺应自然与受强力相反,既然存在受强力的运动,那么显然也存在顺应自然的运动。
ταύτην οὖν ἡ φιλία κινεῖ, ἢ οὔ;
那么,“友爱”是用这种运动来推动,还是不推动呢?
τοὐναντίον γὰρ τὴν γῆν κάτω¹ καὶ διακρίσει ἔοικεν· καὶ μᾶλλον τὸ νεῖκος αἴτιον τῆς κατὰ φύσιν κινήσεως ἢ ἡ φιλία.
因为相反地,它似乎是通过分离而使土向下运动;因此“争吵”比“友爱”更像是顺应自然之运动的原因。
ὥστε καὶ ὅλως παρὰ φύσιν ἡ φιλία ἂν εἴη μᾶλλον.
所以,总的来说,“友爱”反而更像是违背自然的。
ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινεῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή.
端地说来,如果不是“友爱”或“争吵”在推动,那么这些物体自身就没有任何运动或静止。
ἀλλ᾿ ἄτοπον.
但这显然是荒谬的。
ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δ᾿ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους, ἀλλ᾿ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης (“οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ᾿ ἄλλως”), ὁτὲ δέ φησι πεφυκέναι τὸ πῦρ ἄνω φέρεσθαι, ὁ δ᾿ αἰθήρ, φησί, “μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις.
此外,它们显而易见在运动;因为尽管“争吵”进行了分离,但以太被向上输送并不是由于“争吵”,而是他有时说得好像是出于偶然(“因为当时在运行时碰巧如此,但其他时候往往不同”),有时他又说火具有向上运动的自然本性,而关于以太,他说“它以长根深入土中”。
” ἄμα δὲ καὶ τὸν κόσμον ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας.
同时,他还说,世界在如今“争吵”的统治下和以前在“友爱”的统治下处于相似的状态。
τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως;
那么,什么是第一推动者和运动的原因?
οὐ γὰρ δὴ ἡ φιλία καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα σἴτια, εἴ ἐστιν¹ ἐκεῖνο ἀρχή.
因为绝对不会是“友爱”和“争吵”,如果那另一个是原理,它们便只是某些特定运动的原因。
Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἶον τὸ μουσικὸν εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη;
同样,如果灵魂是由元素构成或者是其中的某一个,这也是荒谬的;因为灵魂的性质变化——例如变得通晓音律和再次不通音律,或者记忆和遗忘——将如何产生?
δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά· τούτων δ᾿ οὐδὲν σωματικόν.
因为显然,如果灵魂是火,那么凡是属于火作为火的主动/受动状态都将属于灵魂;而如果是混合物,则属于身体的受动状态将属于灵魂;然而在这些状态中没有一个是身体的。

词汇与语法注释

  1. 333bτὰ φύσει πρότερα τοῦ θεοῦ — τοῦ θεοῦ 是取决于比较级 πρότερα 的比较属格,指恩培多克勒宇宙论中的“神”(即“圆球”)。τὰ 与前面的 στοιχεῖα(元素)同格,意为“在自然上先于那位神的元素”。
  2. 333bφιλίᾳ εἶναι — 这是表示本质(to ti en einai)的公式化表达,其中与格 φιλίᾳ 意为“作为友爱”(友爱的本质)。同样,随后的 νείκει δὲ τὸ τοιᾳδί 应补全相同的结构理解,意为“[若非定义]‘作为争吵’是引起那般运动”。
  3. 333bδιακρίσει ἔοικεν — 语境中需补充不定词 κινεῖν(移动)来理解。其意思是,友爱使土向下移动似乎是通过分离进行的(而分离本应是争吵的作用),以此指出恩培多克勒理论中的自相矛盾。

引用这一段

亚里士多德, 论生成和消灭 §2.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。