Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.6#1

批判恩培多克勒的元素不可变与比例说

第 26 段,共 34 段 · 希腊语

内容简介

亚里士多德批判了恩培多克勒关于元素不可变却在数量或力量上可比的观点,并指出该学说无法解释事物的增长以及基于特定比例和本质的自然生成。

§2.6#16. Θαυμάσειε δ᾿ ἄν τις τῶν λεγόντων πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα, καθάπερ Ἐμπεδοκλῆς φησί, πῶς ἐνδέχεται λέγειν αὐτοῖς εἶναι συμβλητὰ τὰ στοιχεῖα.
6. 有人可能会对那些声称物体的元素不止一个、以至于它们不能相互变化的人(正如恩培多克勒所说)感到惊讶,他们怎么可能说这些元素是可比的。
καίτοι λέγει οὕτω· “ταῦτα γὰρ ἶσά τε πάντα.
然而他确实这样说:“因为这一切都是平等的。
” εἰ μὲν οὖν κατὰ τὸ ποσόν, ἀνάγκη ταὐτό τι εἶναι ὑπάρχον ἅπασι τοῖς συμβλητοῖς ᾧ μετροῦνται, οἷον εἰ ἐξ ὕδατος κοτύλης εἶεν ἀέρος δέκα· τὸ αὐτό τι ἦν ἄρα ἄμφω, εἰ μετρεῖται τῷ αὐτῷ.
”如果说是在数量上可比,那么所有可比的事物中必须存在某种相同的东西,作为它们被度量的标准,例如,如果从一格提拉的水中产生十格提拉的空气;那么,如果它们用相同的标准度量,两者显然就是某种相同的东西。
εἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ ποσοῦ, ἀλλ᾿ ὅσον δύναται, οἷον εἰ κοτύλη ὕδατος ἴσον δύναται ψύχειν καὶ δέκα ἀέρος, καὶ οὕτως κατὰ τὸ ποσὸν οὐχ ᾗ ποσὸν συμβλητά, ἀλλ᾿ ᾗ δύνανταί τι.
但是,如果它们不是这样在数量上作为“从一定数量中产生一定数量”而可比,而是就其力量而言,例如,如果一格提拉的水能产生与十格提拉的空气同等的冷却力量,那么在这种情况下,它们也是在数量上可比,但不是作为数量本身,而是作为具有某种力量。
εἴη δ᾿ ἂν καὶ μὴ τῷ τοῦ ποσοῦ μέτρῳ συμβάλλεσθαι τὰς δυνάμεις, ἀλλὰ κατ᾿ ἀναλογίαν, οἷον ὡς τόδε λευκὸν τόδε θερμόν.
而且,诸力量也可能不是通过数量的度量,而是通过类比来比较,例如像这是白的,那是热的。
τὸ δ᾿ ὡς τόδε σημαίνει ἐν μὲν ποιῷ τὸ ὅμοιον, ἐν δὲ ποσῷ τὸ ἴσον.
而 “像这”在性质上意味着相似,在数量上意味着相等。
ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων καὶ τῷ εἶναι ἴσως¹ θερμὸν ἢ ὁμοίως2 πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον· τὸ γὰρ αὐτὸ πλεῖον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον.
因此,如果物体在不可变的情况下,不是通过类比而可比,而是通过力量的度量,并且通过这么多的火和许多倍的空气具有相等或相似的热而可比,这似乎是荒谬的;因为同一事物,由于是同类的,将以更大程度具有这样的比例。
Ἀλλὰ μὴν οὐδ᾿ αὔξησις ἂν εἴη κατ᾿ Ἐμπεδοκλέα, ἀλλ᾿ ἢ κατὰ πρόσθεσιν· πυρὶ γὰρ αὔξει τὸ πῦρ· “αὕξει δὲ χθὼν μὲν σφέτερον δέμας,3 αἰθέρα δ᾿ αἰθήρ.
此外,根据恩培多克勒的观点,除了通过添加之外,甚至不能有增长;因为火使火增长:“土增长其自身的身体,而以太增长以太。
” ταῦτα δὲ προστίθεται· δοκεῖ δ᾿ οὐχ οὕτως αὔξεσθαι τὰ αὐξανόμενα.
”但这些只是被添加上去;而增长着的事物似乎并不是这样增长的。
πολὺ δὲ χαλεπώτερον ἀποδοῦναι περὶ γενέσεως τῆς κατὰ φύσιν.
要解释符合自然的生成要困难得多。
τὰ γὰρ γινόμενα φύσει πάντα γίνεται ἢ ἀεὶ ὡδὶ ἢ ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ παρὰ τὸ ἀεὶ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης.
因为所有自然生成的事物,要么总是这样,要么在大多数情况下是这样,而那些背离“总是”和“大多数情况”的事物则是由于自动和偶然。
τί οὖν τὸ αἴτιον τοῦ ἐξ ἀνθρώπου ἄνθρωπον ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ, καὶ ἐκ τοῦ πυροῦ πυρὸν ἀλλὰ μὴ ἐλαίαν;
那么,人总是或在大多数情况下产生人,以及从小麦产生小麦而不是橄榄的原因是什么?
ἢ καί, ἐὰν ὡδὶ συντεθῆ, ὀστοῦν;
或者,如果是这样组合,产生骨头的原因是什么?
οὐ γὰρ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθ᾿ ἃ4 ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί.
因为没有任何东西是因为它们碰巧相遇而产生的(正如他所说),而是根据某种比例。
τί οὖν τούτων αἴτιον;
那么,这些的原因是什么?
οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ.
当然不会是火或土。
ἀλλὰ μὴν οὐδ᾿ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον.
此外,也不会是友爱和争吵;因为前者只是结合的原因,而后者是分离的原因。
τοῦτο δ᾿ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου, ἀλλ᾿ οὐ μόνον “μίξις τε διάλλαξίς τε μιγέντων,” ὥσπερ ἐκεῖνός φησιν.
而这就是各物的事质,而不单单是像他所说的“混合和已混合者的分离”。
τύχη δ᾿ ἐπὶ τούτων ὀνομάζεται, ἀλλ᾿ οὐ λόγος· ἔστι γὰρ μιχθῆναι ὡς ἔτυχεν.
在这些情况下,它被冠以“偶然”之名,而不是“比例”;因为确实可能碰巧混合在一起。

词汇与语法注释

  1. 333a16Θαυμάσειε δ᾿ ἄν τις τῶν λεγόντων... — 主句使用潜在希求法 `θαυμάσειε ἄν`(“有人可能会感到惊讶”)。`τῶν λεγόντων` 是动词 `θαυμάζω` 所支配的属格(表示惊讶或怀疑的对象),后面紧跟着由 `πῶς ἐνδέχεται...` 引导的间接疑问从句作为该动词的直接宾语。
  2. 333a24...εἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ ποσοῦ, ἀλλ᾿ ὅσον δύναται... — 在以 `εἰ` 开始的条件从句中,系动词 `εἰσίν` 被省略。短语 `ἀλλ᾿ ὅσον δύναται`(“而是就其能够拥有多少力量而言”)将比较的基础从单纯的数量(`ποσὸν ἐκ ποσοῦ`)转向了力量或能力的程度。
  3. 333a30...ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν... — 紧跟在 `ἄτοπον φαίνεται` 之后的 `εἰ` 从句实际上起到了名词从句的作用(“……是荒谬的”),而非假设性条件。与主语 `τὰ σώματα` 一致的分词 `ὄντα` 带有让步语气(“尽管它们是不可变的”)。
  4. 333b9...οὐ γὰρ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται... — `συνελθόντων` 是属格独立结构的分词,省略了其语义上的主语(如各元素)。副词性短语 `οὐ... ὅπως ἔτυχε`(“并非碰巧”)修饰这一分词。

引用这一段

亚里士多德, 论生成和消灭 §2.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。