§2.5#2Περὶ μὲν οὖν τούτων εἴρηται πρότερον· ὅτι δ᾿ ἐπειδὴ μεταβάλλουσιν εἰς ἄλληλα, ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν ἢ ἐπὶ τῷ ἄκρῳ ἢ μέσῳ, ἐκ τῶνδε δῆλον.
因此,关于这些在先前已经说过;但是,既然它们相互变化,那么它们的任何本原都不可能处于两端或中间,这从以下的事情中是显而易见的。
ἐπὶ μὲν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ πάντα· καὶ ὁ αὐτὸς λόγος τῷ φάναι ἐκ πυρὸς ἢ γῆς εἶναι πάντα·
一方面,在本原处于两端时是不可能的,因为那样一切都将是火或土;而这与说一切都产生自火或土是同样的论点。
ὅτι δ᾿ οὐδὲ μέσον, ὥσπερ δοκεῖ τισὶν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εἰς γῆν, τὰ δ᾿ ἔσχατα οὐκέτι εἰς ἄλληλα ἐκ τῶνδε δῆλον1 δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ᾿ εὐθείας ἐφ᾿ ἑκάτερα· ἄπειροι γὰρ αἱ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται.
另一方面,本原也不可能在中间,正如某些人所认为的,空气既向火又向水变化,而水既向空气又向土变化,但两端之间则不再相互变化,这从以下的事情中是显而易见的1;因为变化必须停止,而不能在任何一个方向上沿直线无限进行;否则对于单一者来说,就会有无限的相反性。
γῆ ἐφ᾿ ᾧ Γ, ὕδωρ ἐφ᾿ ᾧ Υ, ἀὴρ ἐφ᾿ ᾧ Α, πῦρ ἐφ᾿ ᾧ Π. εἰ δὴ τὸ A μεταβάλλει εἰς τὸ Π καὶ Υ, ἐναντιότης ἔσται τῶν ΑΠ. ἔστω ταῦτα λευκότης καὶ μελανία.
设土为Γ,水为Υ,空气为Α,火为Π。 如果Α确实向Π和Υ变化,那么就会存在ΑΠ的相反性。 设它们为白色和黑色。
πάλιν εἰ εἰς τὸ Υ τὸ Α, ἔσται ἄλλη· οὐ γὰρ ταὐτὸ τὸ καὶ Π. ἔστω δὲ ξηρότης καὶ ὑγρότης, τὸ μὲν Ξ ξηρότης, τὸ δὲ Υ ὑγρότης.
再次,如果Α向Υ变化,则会有另一个相反性;因为Υ和Π并不相同。 设它们为干燥和湿润,一方面Ξ为干燥,另一方面Υ为湿润。
οὐκοῦν εἰ μὲν μένει τὸ λευκόν, ὑπάρξει τὸ ὕδωρ ὑγρὸν καὶ λευκόν, εἰ δὲ μή, μέλαν ἔσται τὸ ὕδωρ· εἰς τἀναντία γὰρ ἡ μεταβολή.
因此,如果白色保留下来,水将是湿润且白色的,如果不是,水将是黑色的;因为变化是向着相反者进行的。
ἀνάγκη ἄρα ἢ λευκὸν ἢ μέλαν εἶναι τὸ ὕδωρ.
因此,水必须是白色或黑色。
ἔστω δὴ τὸ πρῶτον.
那么,就让它是第一个(白色)吧。
ὁμοίως τοίνυν καὶ τῷ Π τὸ Ξ ὑπάρξει ἡ ξηρότης.
因此同样地,Ξ即干燥也将属于Π。
ἔσται ἄρα καὶ τῷ Π τῷ πυρὶ μεταβολὴ εἰς τὸ ὕδωρ· ἐναντία γὰρ ὑπάρχει· τὸ μὲν γὰρ πῦρ τὸ πρῶτον μέλαν ἦν, ἔπειτα δὲ ξηρόν, τὸ δ᾿ ὕδωρ ὑγρόν, ἔπειτα δὲ λευκόν.
所以, Π即火也将向水变化;因为它们具有相反的属性;因为火首先是黑色的,然后是干燥的,而水是湿润的,然后是白色的。
φανερὸν δὴ ὅτι πᾶσιν ἐξ ἀλλήλων ἔσται ἡ μεταβολή, καὶ ἐπί γε τούτων, ὅτι καὶ ἐν τῷ Γ τῇ γῇ ὑπάρξει τὰ λοιπὰ καὶ δύο σύμβολα, τὸ μέλαν καὶ τὸ ὑγρόν· ταῦτα γὰρ οὐ συνδεδύασταί πως.
因此显而易见,一切元素都将相互变化,而且至少在这些元素中,Γ即土中也将具有其余的两个标记,即黑色和湿润;因为这些尚未以某种方式结合起来。
Ὅτι δ᾿ εἰς ἄπειρον οὐχ οἷόν τ᾿ ἰέναι, ὅπερ μελλήσαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν, δῆλον ἐκ τῶνδε.
然而,不可能无限进行(我们先前曾打算证明这一点,并为此回到了这一论题上),这从以下的事情中是显而易见的。
εἰ γὰρ πάλιν τὸ πῦρ, ἐφ᾿ Π, εἰς ἄλλο μεταβαλεῖ καὶ μὴ ἀνακάμψει, οἷον εἰς τὸ Ψ, ἐναντιότης τις τῷ πυρὶ καὶ τῷ Ψ ἄλλ ὑπάρξει τῶν εἰρημένων· οὐδενὶ γὰρ τὸ αὐτὸ ὑπόκειται τῶν Γ Υ Α Π τὸ Ψ. ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ Ψ τὸ Φ. τὸ δὴ Κ πᾶσιν ὑπάρξει τοῖς Γ Υ Α Π· μεταβάλλουσι γὰρ εἰς ἄλληλα.
因为如果代表火的Π再次向另一个元素变化而不循环返回,例如向Ψ变化,那么在火和Ψ之间就会存在某种不同于已提及者的其他相反性;因为在 Γ、Υ、Α、Π中,没有哪一个与Ψ是同一个底层实体。 那么,就设Κ属于Π,Φ属于Ψ。 那么Κ确实将属于所有的Γ、Υ、Α、Π;因为它们相互变化。
ἀλλὰ γὰρ τοῦτο μὲν ἔστω μήπω δεδειγμένον ἀλλ᾿ ἐκεῖνο δῆλον, ὅτι εἰ πάλιν τὸ Ψ εἰς ἄλλο, ἄλλη ἐναντιότης καὶ τῷ Ψ ὑπάρξει καὶ τῷ πυρὶ τῷ Π. ὁμοίως δ᾿ ἀεὶ μετὰ τοῦ προστιθεμένου ἐναντιότης τις ὑπάρξει τοῖς ἔμπροσθεν, ὥστ᾿ εἰ ἄπειρα, καὶ ἐναντιότητες ἄπειροι τῷ ἑνὶ ὑπάρξουσιν.
但是,且让这一点先作为未被证明的,而那一点是显而易见的,即如果Ψ再次向另一个元素变化,那么另一个相反性将既属于Ψ,也属于火Π。 同样地,随着每次新增加的元素,某种相反性将始终属于先前的元素,因此如果是无限的,那么对于单一者也将具有无限的相反性。
εἰ δὲ τοῦτο, οὐκ ἔσται οὔτε ὁρίσασθαι οὐδὲν οὔτε γενέσθαι· δεήσει γάρ, εἰ ἄλλο ἔσται ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας, καὶ ἔτι πλείους, ὥστ᾿ εἰς ἔνια μὲν οὐδέποτ᾿ ἔσται μεταβολή, οἷον εἰ ἄπειρα τὰ μεταξύ· ἀνάγκη δ᾿, εἴπερ ἄπειρα τὰ στοιχεῖα· ἔτι δ᾿ οὐδ᾿ ἐξ ἀέρος εἰς πῦρ, εἰ ἄπειροι αἱ ἐναντιότητες.
如果是这样,既不可能定义任何东西,也不可能有生成;因为如果一物要从另一物中产生,就必须经历如此多的相反性,甚至更多,以至于对于某些事物来说永远不会有变化,例如在中间物是无限的情况下;如果元素是无限的,这确实是不可避免的;此外,如果相反性是无限的,甚至连空气向火的变化也不会发生。
γίνεται δὲ καὶ πάντα ἕν· ἀνάγκη γὰρ πάσας ὑπάρχειν τοῖς μὲν κάτω τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν, ὥστε πάντα ἓν ἔσται.
而且一切事物也会变成一;因为在Π以下的事物必须具有在Π以上的事物的所有属性,而后者必须具有前者的一切属性,从而一切都将是一。