§2.5#15. Οὐ μὴν ἀλλ᾿ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν.
5. 然而,我们还是用以下的方法对它们做进一步的研究吧。
εἰ γάρ ἐστι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα, ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω.
因为如果自然物体有质料,正如某些人所认为的那样,是水、空气和此类事物,那么这些质料必须是一、是二、或更多。
ἓν μὲν δὴ πάντα οὐχ οἷόν τε, οἷον ἀέρα πάντα ἢ ὕδωρ ἢ πῦρ ἢ γῆν, εἴπερ ἡ μεταβολὴ εἰς τἀναντία.
如果变化确实是向着相反者进行的,那么一切都是一(例如一切都是空气、或水、或火、或土)是不可能的。
εἰ γὰρ εἴη ἀήρ, εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλ᾿ οὐ γένεσις.
因为如果它是空气,一方面,如果它持存,那么这将是质变而不是生成。
ἅμα δ᾿ οὐδ᾿ οὕτω δοκεῖ, ὥστε ὕδωρ εἶναι ἅμα καὶ ἀέρα ἢ ἄλλ᾿ ὁτιοῦν, ἔσται δή τις ἐναντίωσις καὶ διαφορὰ ἧς ἕξει τι θάτερον μόριον τὸ πῦρ οἷον θερμότητα.
同时,情况似乎也不是这样,以至于既是水同时又是空气或任何其他东西,因为必定会有某种相反性和差异,其中一部分火会具有,例如热。
ἀλλὰ μὴν οὐκ ἔσται τό γε πῦρ ἀὴρ θερμός· ἀλλοίωσίς τε γὰρ τὸ τοιοῦτον, καὶ οὐ φαίνεται.
但是,火绝不会是“热的空气”;因为这种情况是质变,且看起来并非如此。
ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ θερμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται.
同时,如果空气要从火中生成,那也将是通过热改变为它的相反者而生成。
ὑπάρξει ἄρα τῷ ἀέρι τοῦτο, καὶ ἔσται ὁ ἀὴρ ψυχρόν τι.
因此,这将属于空气,而空气将是某种冷的东西。
ὥστε ἀδύνατον τὸ πῦρ ἀέρα θερμὸν εἶναι· ἅμα γὰρ τὸ αὐτὸ θερμὸν καὶ ψυχρὸν ἔσται.
所以火不可能是热的空气;因为同一个东西将同时又是热的又是冷的。
ἄλλο τι ἄῤ ἀμφότερα τὸ αὐτὸ ἔσται, καὶ ἄλλη τις ὕλη κοινή.
因此,两者将是某个其他相同的物,并且会存在某种其他共同的质料。
Ὁ δ᾿ αὐτὸς λόγος περὶ ἁπάντων, ὅτι οὐκ ἔστιν ἓν τούτων ἐξ οὗ τὰ πάντα.
而同样的论证适用于所有元素,即这些元素中没有任何一个是所有事物赖以产生的唯一者。
οὐ μὴν οὐδ᾿ ἄλλο τί γε παρὰ ταῦτα, οἷον μέσον τι ἀέρος καὶ ὕδατος ἢ ἀέρος καὶ πυρός, ἀέρος μὲν παχύτερον καὶ πυρός, τῶν δὲ λεπτότερον· ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετ᾿ ἐναντιότητος· ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων· ὥστ᾿ οὐκ ἐνδέχεται μονοῦσθαι ἐκεῖνο οὐδέποτε, ὥσπερ φασί τινες τὸ ἄπειρον καὶ τὸ περιέχον.
然而,也绝不可能是这些之外的其他任何东西,例如介于空气和水、或空气和火之间的某种中间物,比空气和火更粗,但比其他元素更细;因为那种中间物将带有相反性而成为空气和火;但相反者中的一个是缺乏;因此那中间物绝不可能单独存在,正如某些人对“无限者”和“包围者”所说的那样。
ὁμοίως ἄρα ὁτιοῦν τούτων ἢ οὐδέν.
因此,对于这些事物中的任何一个或一个也没有,情况都是一样的。
Εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα.
因此,如果在这之外没有任何更早的处于感觉中的事物,那么这些就应当是全部。
ἀνάγκη τοίνυν ἢ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἰς ἄλληλα, ἢ μεταβάλλοντα, καὶ ἢ ἅπαντα, ἢ τὰ μὲν τὰ δ᾿ οὔ, ὥσπερ ἐν τῷ Τιμαίῳ Πλάτων ἔγραψεν.
因此,它们必须要么始终保持且不能相互变化,要么发生变化,且要么全部变化,要么如柏拉图在《蒂迈欧篇》中所写的那样,有些变化而有些不变化。
ὅτι μὲν τοίνυν μεταβάλλειν ἀνάγκη εἰς ἄλληλα, δέδεικται πρότερον· ὅτι δ᾿ οὐχ ὁμοίως ταχέως ἄλλο ἐξ ἄλλου, εἴρηται πρότερον, ὅτι τὰ μὲν ἔχοντα σύμβολον θᾶττον γίνεται ἐξ ἀλλήλων, τὰ δ᾿ οὐκ ἔχοντα βραδύτερον.
那么,它们必须相互变化,这一点在先前已经表明;而一个从另一个生成的快速程度并不相同,这在先前也已阐明,因为具有共同标记的物质相互生成较快,而没有的较慢。
εἰ μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθ᾿ ἣν μεταβάλλουσιν, ἀνάγκη δύο εἶναι· ἡ γὰρ ὕλη τὸ μέσον ἀναίσθητος οὖσα καὶ ἀχώριστος.
那么,如果它们赖以变化的相反性只有一个,它们就必须是两个;因为质料是处于中间的,它是不可感觉且不可分离的。
ἐπεὶ δὲ πλείω ὁρᾶται ὄντα, δύο ἂν εἶεν αἱ ἐλάχισται.
但是,既然可以看到存在着更多的元素,那么相反性的最少数量应该是两个。
δύο δ᾿ ὄντων οὐχ οἷόν τε τρία εἶναι, ἀλλὰ τέσσαρα, ὥσπερ φαίνεται· τοσαῦται γὰρ αἱ συζυγίαι· ἓξ γὰρ οὐσῶν τὰς δύο ἀδύνατον γενέσθαι διὰ τὸ ἐναντίας εἶναι ἀλλήλαις.
而如果是两个相反性,它们就不可能是三个,而必须是四个,正如显现的那样;因为组合的数量就是这么多;因为在存在的六种组合中,有两对组合是由于彼此相反而不可能成立的。