Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.4

四种元素的相互转化及其机制

第 23 段,共 34 段 · 希腊语

内容简介

本章详细分析了四个元素相互转化的机制。作者根据元素间是否具有共同性质,区分了涉及单一性质改变、容易且快速的循环转化(相邻元素间),以及涉及多重性质改变、困难且慢速的转化(包括对立元素间和两个元素相互结合的情况)。

§2.44. Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις, ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα (οὐ γὰρ ἂν ἦν ἀλλοίωσις κατὰ γὰρ τὰ τῶν ἁπτῶν πάθη ἡ ἀλλοίωσίς ἐστιν), λεκτέον τίς ὁ τρόπος τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ πότερον ἅπαν ἐξ ἅπαντος γίνεσθαι δυνατὸν ἢ τὰ μὲν δυνατὸν τὰ δ᾿ ἀδύνατον.
4. 既然先前已规定,对于简单物体而言,它们的生成是相互进行的,且同时通过感觉也显明它们在生成(因为否则就不会有质变,因为质变是根据触觉性质的受动而存在的),所以必须说明它们相互变化的途径是怎样的,以及是否一切都能从一切中生成,还是有些可能而有些不可能。
ὅτι μὲν οὖν ἅπαντα πέφυκεν εἰς ἄλληλα μεταβάλλειν, φανερόν· ἡ γὰρ γένεσις εἰς ἐναντία καὶ ἐξ ἐναντίων, τὰ δὲ στοιχεῖα πάντα ἔχει ἐναντίωσιν πρὸς ἄλληλα διὰ τὸ τὰς διαφορὰς ἐναντίας εἶναι·
那么,显然一切事物在自然本性上都能相互变化;因为生成是向着相反者且从相反者开始的,而所有元素由于其差异性是相反的,因而彼此具有相反性。
τοῖς μὲν γὰρ ἀμφότεραι ἐναντίαι, οἷον πυρὶ καὶ ὕδατι (τὸ μὲν γὰρ ξηρὸν καὶ θερμόν, τὸ δ᾿ ὑγρὸν καὶ ψυχρόν), τοῖς δ᾿ ἡ ἑτέρα μόνον, οἷον ἀέρι καὶ ὕδατι (τὸ μὲν γὰρ ὑγρὸν καὶ θερμόν, τὸ δὲ ὑγρὸν καὶ ψυχρόν), ὥστε καθόλου μὲν φανερὸν ὅτι πᾶν ἐκ παντὸς γίνεσθαι πέφυκεν, ἤδη δὲ καθ᾿ ἕκαστον οὐ χαλεπὸν ἰδεῖν πῶς·
因为对某些元素而言,两者的差异性都是相反的,例如火和水(因为前者是干且热,后者是湿且冷),而对其他元素而言则只有其中之一相反,例如空气和水(因为前者是湿且热,后者是湿且冷)。 因此,从总体上来看,显然一切在自然本性上都能从一切中生成,而现在逐一来看,这如何进行也就不难理解。
ἅπαντα μὲν γὰρ ἐξ ἁπάντων ἔσται, διοίσει δὲ τῷ θᾶττον καὶ βραδύτερον καὶ τῷ ῥᾷον καὶ χαλεπώτερον.
因为一切都将从一切中生成,但其区别在于有的较快有的较慢,有的较易有的较难。
ὅσα μὲν γὰρ ἔχει σύμβολα πρὸς ἄλληλα, ταχεῖα τούτων ἡ μετάβασις, ὅσα δὲ μὴ ἔχει, βραδεῖα, διὰ τὸ ῥᾷον εἶναι τὸ ἓν ἢ τὰ πολλὰ μεταβάλλειν, οἷον ἐκ πυρὸς μὲν ἔσται ἀὴρ θατέρου μεταβάλλοντος (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ξηρόν, τὸ δὲ θερμὸν καὶ ὑγρόν, ὥστε ἂν κρατηθῇ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀὴρ ἔστα).
因为凡是彼此具有共同标记的,它们的过渡就快,而凡是没有的就慢,因为一个性质发生变化要比多个性质发生变化更容易。 例如,当两性质中的一个发生变化时,火将变成空气(因为前者曾是热且干,后者是热且湿,所以如果干被湿所克服,就会变成空气)。
πάλιν δὲ ἐξ ἀέρος ὕδωρ, ἐὰν κρατηθῇ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ὑγρόν, τὸ δὲ ψυχρὸν καὶ ὑγρόν, ὥστε μεταβάλλοντος τοῦ θερμοῦ ὕδωρ ἔστα).
相反,如果热被冷克服,空气将变成水(因为前者曾是热且湿,后者是冷且湿,所以当热发生变化时,就会变成水)。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐξ ὕδατος γῆ καὶ ἐκ γῆς πῦρ· ἔχει γὰρ ἄμφω πρὸς ἄμφω σύμβολα·
同样的方法,从水也将变成土,从土变成火;因为两者对两者都具有共同标记。
τὸ μὲν γὰρ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ὥστε κρατηθέντος τοῦ ὑγροῦ γῆ ἔσται.
因为水是湿且冷,土是冷且干,所以当湿被克服时,就会变成土。
καὶ πάλιν ἐπεὶ τὸ μὲν πῦρ ξηρὸν καὶ θερμόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ἐὰν φθαρῇ τὸ ψυχρόν, πῦρ ἔσται ἐκ γῆς.
并且相反,既然火是干且热,土是冷且干,如果冷被消灭,火就会从土中生成。
Ὥστε φανερὸν ὅτι κύκλῳ τε ἔσται ἡ γένεσις τοῖς ἁπλοῖς σώμασι, καὶ ῥᾷστος οὗτος ὁ τρόπος τῆς μεταβολῆς διὰ τὸ σύμβολα ἐνυπάρχειν τοῖς ἐφεξῆς.
所以,显然简单物体的生成将是循环的,而且这种变化途径最容易,因为在连续相邻的物体中存在着共同标记。
ἐκ πυρὸς δὲ ὕδωρ καὶ ἐξ ἀέρος γῆν καὶ πάλιν ἐξ ὕδατος καὶ γῆς ἀέρα καὶ πῦρ ἐνδέχεται μὲν γίνεσθαι, χαλεπώτερον δὲ διὰ τὸ πλειόνων εἶναι τὴν μεταβολήν·
但是,从火生成水、从空气生成土,以及相反地从水和土生成空气和火,虽然是可能的,但却更难,因为这涉及更多性质的变化。
ἀνάγκη γάρ, εἰ ἔσται ἐξ ὕδατος πῦρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρόν, καὶ πάλιν εἰ ἐκ γῆς ἀήρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρόν.
因为如果从水生成火,就必须消灭冷和湿,相反,如果从土生成空气,就必须消灭冷和干。
ὡσαύτως δὲ καὶ εἰ ἐκ πυρὸς καὶ ἀέρος ὕδωρ καὶ γῆ, ἀνάγκη ἀμφότερα μεταβάλλειν.
同样,如果从火和空气中生成水和土,就必须使两者的性质都发生变化。
αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις·
因此,这种生成更为费时。
ἐὰν δ᾿ ἑκατέρου φθαρῇ θάτερον, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ μετάβασις, ἀλλ᾿ ἐκ πυρὸς μὲν καὶ ὕδατος ἔσται γῆ καὶ ἀήρ, ἐξ ἀέρος δὲ καὶ γῆς πῦρ καὶ ὕδωρ.
但是,如果各元素的两个性质中有一个被消灭,虽然更容易,但这就不是相互的过渡,而是从火和水生成土和空气,从空气和土生成火和水。
ὅταν μὲν γὰρ τοῦ ὕδατος φθαρῇ τὸ ψυχρὸν τοῦ δὲ πυρὸς τὸ ξηρόν, ἀὴρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ θερμὸν τοῦ δὲ τὸ ὑγρόν), ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δ᾿ ὕδατος τὸ ὑγρόν, γῆ διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ ξηρὸν τοῦ δὲ τὸ ψυχρόν.
因为当水的冷被消灭而火的干被消灭时,就会生成空气(因为前者剩下热,后者剩下湿),而当火的热被消灭而水的湿被消灭时,则生成土,因为前者剩下干,后者剩下冷。
ὡσαύτως δὲ καὶ ἐξ ἀέρος καὶ γῆς πῦρ καὶ ὕδωρ· ὅταν μὲν γὰρ τοῦ ἀέρος φθαρῇ τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρόν, ὕδωρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ ὑγρὸν τῆς δὲ τὸ ψυχρόν), ὅταν δὲ τοῦ μὲν ἀέρος τὸ ὑγρὸν τῆς δὲ γῆς τὸ ψυχρόν, πῦρ διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ θερμὸν τῆς δὲ τὸ ξηρόν, ἅπερ ἦν πυρός.
同样,从空气和土也生成火和水:当空气的热被消灭而土的干被消灭时,就会生成水(因为前者剩下湿,后者剩下冷),而当空气的湿被消灭而土的冷被消灭时,则生成火,因为前者剩下热,后者剩下干,而这些正是火的性质。
ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γένεσις· μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ᾿ ἐστὶ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς ἐξ ἀέρος καὶ γῆς.
火的生成也与感觉相一致;因为火焰最主要就是火,而火焰是被燃烧的烟,烟则是由空气和土构成的。
Ἐν δὲ τοῖς ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἐν ἑκατέρῳ θατέρου τῶν στοιχείων γενέσθαι μετάβασιν εἰς οὐδὲν τῶν σωμάτων διὰ τὸ λείπεσθαι ἐν ἀμφοῖν ἢ ταὐτὰ ἢ τἀναντία.
但在连续相邻的元素中,如果每一个中的两个性质中有一个被消灭,就不可能过渡到任何一个物体中,因为在这两者中剩下的要么是相同的性质,要么是相反的性质。
ἐξ οὐδετέρων δὲ ἐγχωρεῖ γίνεσθαι σῶμα, οἷον εἰ τοῦ μὲν πυρὸς φθαρείη τὸ ξηρόν, τοῦ δ᾿ ἀέρος τὸ ὑγρόν·
而在这两种情况下,都不能生成物体。
λείπεται γὰρ ἐν ἀμφοῖν τὸ θερμόν·
例如,如果火的干被消灭,而空气的湿被消灭;那么在两者中剩下的都是热。
ἐὰν δ᾿ ἐξ ἑκατέρου τὸ θερμόν, λείπεται τἀναντία, ξηρὸν καὶ ὑγρόν.
而如果从每一个中消灭热,剩下的则是相反的性质,即干和湿。
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις· ἐν ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸ τὸ δ᾿ ἐναντίον.
在其他情况中也是如此;因为在所有连续相邻的元素中,都存在着一个相同的性质和另一个相反的性质。
ὥσθ᾿ ἅμα δῆλον ὅτι τὰ μὲν ἐξ ἑνὸς εἰς ἓν μεταβαίνοντα ἑνὸς φθαρέντος γίνεται, τὰ δ᾿ ἐκ δυοῖν εἰς ἓν πλειόνων.
因而同时显而易见的是,那些从一个向一个过渡的物体,是在一个性质被消灭时生成的,而那些从两个元素向一个元素过渡的物体,是在更多性质被消灭时生成的。
ὅτι μὲν οὖν ἅπαντα ἐκ παντὸς γίνεται, καὶ τίνα τρόπον εἰς ἄλληλα μετάβασις γίνεται, εἴρηται.
至此,关于一切可以从一切中生成,以及它们相互过渡是以何种方式进行的,已经阐明。

词汇与语法注释

  1. 10οὐ γὰρ ἂν ἦν ἀλλοίωσις — 此处为使用虚拟语气小词 `ἄν` 与直陈式未完成过去时 `ἦν` 构成的反事实条件句的主句(归结句),省略了条件从句(如“如果简单物体不能相互转化”)。
  2. 25διὰ τὸ ῥᾷον εἶναι τὸ ἓν ἢ τὰ πολλά μεταβάλλειν — 在动名词短语 `διὰ τὸ...` 中,`τὸ ἕν` 作为不定式 `εἶναι` 的宾格主语,后面跟着表示比较的 `ἤ` 和 `τὰ πολλά` 以及不定式 `μεταβάλλειν`。比较级形容词 `ῥᾷον` 作表语,结构应理解为“因为一个性质发生变化比多个性质发生变化更为容易”。
  3. 331b12ἑκατέρου φθαρῇ θάτερον — 属格 `ἑκατέρου` 指代相组合的两个元素(例如火和水)中的每一个,而 `θάτερον`(即 `τὸ ἕτερον` 的缩合形)指代每一个元素所具有的两种性质中的“其中之一”,作 `φθαρῇ` 的主语。整句构成条件状语从句,意为“如果每一个元素的两个性质中有一个被消灭”。
  4. 331b26ἐν δὲ τοῖς ἐφεξῆς — 此处的 `τοῖς ἐφεξῆς`(连续相邻者)指在生成循环中相邻并已经共享一种性质的元素对(例如火和空气)。这与前文讨论的“对立(不相邻)元素对”相对照,作者在此探讨了为什么相邻元素对在各自消灭一个性质时无法合成任何新物体。

引用这一段

亚里士多德, 论生成和消灭 §2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。