Humanitext Reader

亚里士多德 · 论生成和消灭 §2.3

相反性质的组合与四元素的导出

第 22 段,共 34 段 · 希腊语

内容简介

本文解释了四种基本相反性质的组合如何合乎逻辑地导出四种简单物体(火、空气、水、土),并将此与以往哲学家的学说联系起来,最后说明了每种元素的混合本性及其占支配地位的单一性质。

§2.33. Ἐπεὶ δὲ τέτταρα τὰ στοιχεῖα, τῶν δὲ τεττάρων ἓξ αἱ συζεύξεις, τὰ δ᾿ ἐναντία οὐ πέφυκε συνδυάζεσθαι (θερμὸν γὰρ καὶ ψυχρὸν εἶναι τὸ αὐτὸ καὶ πάλιν ξηρὸν καὶ ὑγρὸν ἀδύνατα), φανερὸν ὅτι τέτταρες ἔσονται αἱ τῶν στοιχείων συζεύξεις, θερμοῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ὑγροῦ, καὶ πάλιν ψυχροῦ καὶ ὑγροῦ, καὶ ψυχροῦ καὶ ξηροῦ.
3. 既然元素是四个,四个元素的组合方式有六种,但相反的性质在自然本性上无法结合(因为同一事物不可能既热又冷,同样也不可能既干又湿),那么显然,元素的组合将有四种,即热与干、热与湿,以及冷与湿、冷与干。
καὶ ἠκολούθηκε κατὰ λόγον τοῖς ἁπλοῖς φαινομένοις σώμασι, πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ·
这与现象中的简单物体——火、空气、水、土——在理路上是一致的。
τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, ὁ δ᾿ ἀὴρ θερμὸν καὶ ὑγρόν (οἷον ἀτμὶς γὰρ ὁ ἀήρ), τὸ δ᾿ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ὥστ᾿ εὐλόγως διανέμεσθαι τὰς διαφορὰς τοῖς πρώτοις σώμασι, καὶ τὸ πλῆθος αὐτῶν εἶναι κατὰ λόγον.
因为火是热且干的,而空气是热且湿的(因为空气就像是蒸汽),水是冷且湿的,土是冷且干的,因此这些差异(性质)被合乎道理地分配给最先的简单物体,它们的数目也是合乎理路的。
ἅπαντες γὰρ οἱ τὰ ἁπλᾶ σώματα στοιχεῖα ποιοῦντες οἱ μὲν ἕν, οἱ δὲ δύο, οἱ δὲ τρία, οἱ δὲ τέτταρα ποιοῦσιν.
因为所有将简单物体作为元素的人,有的人定为一个,有的人定为两个,有的人定为三个,有的人定为四个。
ὅσοι μὲν οὗν ἓν μόνον λέγουσιν, εἶτα πυκνώσει καὶ μανώσει τἆλλα γεννῶσι, τούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τό τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γὰρ τὰ δημιουργοῦντα, τὸ δ᾿ ἓν ὑπόκειται καθάπερ ὕλη.
凡是只说一个元素,然后通过浓密化和希薄化来生成其他事物的人,对他们而言结果是制造了两个原理,即希薄与浓密,或者热与冷;因为这些是起制造作用的能动者,而那一个元素则作为质料而下底。
οἱ δ᾿ εὐθὺς δύο ποιοῦντες, ὥσπερ Παρμενίδης πῦρ καὶ γῆν, τὰ μεταξὺ μίγματα ποιοῦσι τούτων, οἷον ἀέρα καὶ ὕδωρ.
而那些直接定两个元素的人,就像巴门尼德定火和土那样,则把介于中间的事物当作这两者的混合物,例如空气和水。
ὡσαύτως δὲ καὶ οἱ τρία λέγοντες, καθάπερ Πλάτων ἐν ταῖς διαιρέσεσιν· τὸ γὰρ μέσον μῖγμα ποιεῖ.
同样,那些定三个元素的人也是如此,正如柏拉图在《分割》中所做的那样;因为他把中间者当作混合物。
καὶ σχεδὸν ταὐτὰ λέγουσιν οἵ τε δύο καὶ οἱ τρία ποιοῦντες· πλὴν οἱ μὲν τέμνουσιν εἰς δύο τὸ μέσον, οἱ δ᾿ ἓν μόνον ποιοῦσιν.
而且,定两个元素的人和定三个元素的人所说的几乎是同一回事;只不过前者将中间者切分为二,而后者只定为一个。
ἔνιοι δ᾿ εὐθὺς τέτταρα λέγουσιν, οἷον Ἐμπεδοκλῆς. συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο· τῷ γὰρ πυρὶ τἆλλα πάντα ἀντιτίθησιν.
还有一些人则直接说有四个,例如恩培多克勒;但他其实也把它们归结为两个,因为他把其他所有事物都与火相对立。
Οὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρημένων ἁπλοῦν, ἀλλὰ μικτόν.
但是,火、空气以及上述的每一个并不是简单纯粹的,而是混合的。
τὰ δ᾿ ἁπλᾶ τοιαῦτα μέν ἐστιν, οὐ μέντοι ταὐτά, οἷον εἴ τι τῷ πυρὶ ὅμοιον, πυροειδές, οὐ πῦρ, καὶ τὸ τῷ ἀέρι ἀεροειδές· ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων.
而简单的物体虽然具有这样的特征,但并不与它们完全相同,例如与火相似的是“火状的”而非火本身,与空气相似的是 “空气状的”;其他事物也是如此。
τὸ δὲ πῦρ ἐστὶν ὑπερβολὴ θερμότητος, ὥσπερ καὶ κρύσταλλος ψυχρότητος· ἡ γὰρ πῆξις καὶ ἡ ζέσις ὑπερβολαί τινές εἰσιν, ἡ μὲν ψυχρότητος, ἡ δὲ θερμότητος.
火是热的过剩,正如冰是冷的过剩一样;因为凝固和沸腾都是某种过剩,前者是冷的过剩,后者是热的过剩。
εἰ οὖν ὁ κρύσταλλός ἐστι πῆξις ὑγροῦ ψυχροῦ, καὶ τὸ πῦρ ἔσται ζέσις ξηροῦ θερμοῦ.
因此,如果冰是冷湿之物的凝固,那么火也将是干热之物的沸腾。
διὸ καὶ οὐδὲν οὔτ᾿ ἐκ κρυστάλλου γίνεται οὔτ᾿ ἐκ πυρός.
所以,无论是从冰还是从火中,都不能生成任何东西。
Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερον τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστίν·
在四个简单物体存在的情况下,两组对立物体中的每一组都属于两个地方中的一个。
πῦρ μὲν γὰρ καὶ ἀὴρ τοῦ πρὸς τὸν ὅρον φερομένου, γῆ δὲ καὶ ὕδωρ τοῦ πρὸς τὸ μέσον.
因为火和空气属于向边界运动的地方,而土和水属于向中心运动的地方。
καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα πῦρ καὶ γῆ, μέσα δὲ καὶ με μιγμένα μᾶλλον ὕδωρ καὶ ἀήρ.
火和土是两端且是最纯粹的,而水和空气是中间且更为混合的。
καὶ ἑκάτερα ἑκατέροις ἐναντία· πυρὶ μὲν γὰρ ἐναντίον ὕδωρ, ἀέρι δὲ γῆ· ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων συνέστηκεν.
而且每一组都与另一组相反:因为水与火相反,土与空气相反;因为它们是由相反的受动性质构成的。
οὐ μὴν ἀλλ᾿ ἁπλῶς γε τέτταρα ὄντα ἑνὸς ἕκαστόν ἐστι, γῆ μὲν ξηροῦ μᾶλλον ἢ ψυχροῦ, ὕδωρ δὲ ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, ἀὴρ δ᾿ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ θερμοῦ μᾶλλον ἢ ξηροῦ.
然而,作为端端的四个物体,每一个都更偏向于一种性质:土与其说属于冷,不如说属于干;水与其说属于湿,不如说属于冷;空气与其说属于热,不如说属于湿;火与其说属于干,不如说属于热。

词汇与语法注释

  1. 330bτὰ δ᾿ ἐναντία οὐ πέφυκε συνδυάζεσθαι — 指相反的性质(热与冷、干与湿)在自然本性上无法共存于同一个主体中。动词 πέφυκε(意为“本性上……”)在此处表示物理或本体论上的不可能。
  2. 330bτούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς — 无人称动词 συμβαίνει 后接与格(τούτοις)和不定词(ποιεῖν)的结构,意为“对他们而言,结果是产生了……”。这里指出,即使是主张单一元素的一元论者,由于引入了稀薄化和浓密化,在逻辑上也必然被迫假定两个能动的原理。
  3. 330bἑκάτερον τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστίν — 涉及双数形(τοῖν δυοῖν)和属格的结构。指出四种简单物体被分为两组(火与空气、土与水),每组分别属于两个自然空间(外周/边界与中心)之一。ἑκάτερον 是主语,属格 ἑκατέρου... 表示所属。
  4. 331aγῆ μὲν ξηροῦ μᾶλλον ἢ ψυχροῦ — 省略句结构,解释了在每种元素所具有的两种性质中,哪一种更为支配(占优)。全句共用前文的动词 ἐστί(或 ἑνὸς ἕκαστόν ἐστι),意为“土与其说属于冷,不如说更属于干”。

引用这一段

亚里士多德, 论生成和消灭 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg013.humanitext-grc1:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。